The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΑ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ.

 

ΕΙΔΗΣΙΣ

     Ἐν ταύτῃ τῇ ἡμέρᾳ ψάλλεται καὶ ἡ Ἀκολουθία τοῦ Ἁγίου Mάρτυρος Αὐτονόμου, διὰ τὸ ἀποδίδoσθαι ἐν τῇ ΙΒ τὴν Ἑορτὴν τῆς Θεοτόκου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

     Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ τῆς Ὁσίας.

Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Γυναικείῳ ἐν σώματι, καὶ ἀνδρείῳ ἐν σχήματι, ἀνδρικὰ διήνυσας ἀγωνίσματα, μέσον ἀνδρῶν κατοικήσασα, καὶ πάθη μειώσασα, καὶ ὁρμὰς τῶν ἡδονῶν, παντελῶς χαλινώσασα, ταῖς ἀσκήσεσι, τῇ συντόνῳ δεήσει Θεοδώρα, καὶ ταῖς θείαις πρὸς τὸ θεῖον, καὶ ἀνενδότοις σου νεύσεσιν.

πὸ γῆν σε ὁ ἥλιος, ὑποδὺς οὐχ ἑώρακε, πλημμελοῦσαν· ἔγνω δὲ σε ὁ ἄδυτος, καρδιογνώστης καὶ Κύριος, ὁ βλέπων τὰ κρύφια, καὶ κατηύγασε φωτί, μετανοίας τὰ ὄμματα, τῆς καρδίας σου· ὅθεν ἔσπευσας τοῦτον θεραπεῦσαι, ἐπιμόνῳ ἐγκρατείᾳ, καὶ ἀρετῶν τελειότητι.

Tοῦ ἐχθροῦ τὰ σοφίσματα, μηδαμῶς ἀγνοήσασα, ὅπερ οὐκ ὠδίνησας στέργεις νήπιον, καὶ πατρικοῖς σπλάγχνοις ἔνδοξε, ἐκτρέφουσα ἔφερες, εὐσεβεῖ τῷ λογισμῷ, τὸ ἀνθρώπινον ὄνειδος, τὴν ἀνύποιστον, ἐπιτίμησιν ὄντως Θεοδώρα· διὰ τοῦτο τὴν σεπτήν σου, ἐπιτελοῦμεν πανήγυριν.

Καὶ τοῦ Ἁγίου.

Ὅμοια.

ρεταῖς πυρσευόμενος, εὐσεβείᾳ κοσμούμενος, Ἱεράρχης ἔνθεος ἐχρημάτισας· καὶ ὡς πολύφωτος ἥλιος, τὸν κόσμον διέδραμες, κατασπείρων πανταχοῦ, τὸ τῆς κτίσεως κήρυγμα, τὴν ἀπάτην δέ, ἐκριζῶν τῇ δρεπάνῃ τῆς σῆς γλώττης, Ἱεράρχα θεοφόρε, μεγαλοκήρυξ Αὐτόνομε.

Πρὸς ἐπίπονα σκάμματα, πρὸς ἀνδρεῖα παλαίσματα, πρὸς πληγὰς καὶ θάνατον, προσεχώρησας· ταῖς γὰρ νιφάσι χωννύμενος, τῶν λίθων Αὐτόνομε, καὶ χρησάμενος αὐτοῖς, ὡς βαθμίσι καὶ κλίμαξιν, ἀνελήλυθας, πρὸς Θεὸν στεφανίτης, καὶ συνήφθης, στρατιαῖς τῶν Ἀσωμάτων, ὑπὲρ τοῦ κόσμου δεόμενος.

Τὴν στολήν σου ἐν αἵματι μαρτυρίου ἐτέλεσας, λαμπροτέραν χάριτι θείου Πνεύματος, καὶ νοερῶς εἰς τὰ Ἅγια, τὰ ἄνω ἀνέδραμες, ἔνθα πρόδρομος ἡμῶν, Ἰησοῦς εἰσελήλυθε, νίκης στέφανον, πρὸς Θεοῦ δεδεγμένος, μετὰ πάντων, τῶν ἐν αἵματι Τιμίῳ, τελειωθέντων Αὐτόνομε.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β

Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀκάρπου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τῶν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός, ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθών, κεκλεισμένην διεφύλαξε, καὶ πάντα σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτος, πᾶσι τοῖς ἀνθρώποις σωτηρίαν ἀπειργάσατο.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος α

Τῶν οὐρανίων ταγμάτων.

ωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζοντες σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζομεν Παρθένον ἁγνήν.

Στίχ. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυΐδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ, Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

Στιχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ, καὶ ἐξ ἀκάρπου μήτρας, καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει· θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ

Σεργίου Ἁγιοπολίτου.

ν εὐσήμῳ ἡμέρᾳ Ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς, τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις καὶ τῆς Εὔας ἡ ἀνάκλησις· τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριήλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῆς Ἑορτῆς, καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα  Ἦχος δ

Ἐπεφάνης σήμερον.

Αἱ ἀκτῖνες ἔλαμψαν, τῆς παγκοσμίου, χαρμονῆς τοῦ τόκου σου, Παρθενομῆτορ Μαριάμ, ἐπὶ τῆς γῆς, καὶ κατηύγασαν, τὰς διανοίας τῶν πόθῳ ὑμνούντων σε.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Μετὰ τὴν β' Στιχολογίαν.

Κάθισμα  ὅμοιον.

Τῇ σεπτῇ γεννήσει σου, ἡ οἰκουμένη, τῷ αὔλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· Χαῖρε Παρθένε, Xριστιανῶν τὸ καύχημα.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων.

Ὁ Κανὼν τῆς Ὁσίας. Ποίημα Ἰγνατίου.

Ὠδὴ α  Ἦχος δ

Ἀνοίξω τὸ στόμα μου.

Τὸ στόμα μου πλήρωσον, τῆς σῆς αἰνέσεως Κύριε, ὑμνοῦντος τὴν δόξαν σου, τὴν πολυΰμνητον, καὶ γεραίροντος, τοὺς πόνους Θεοδώρας, εὐαρεστησάσης σοι, βίου λαμπρότητι.

νέτειλε σήμερον, ἡ Ἱερά σου πανήγυρις, ἡλίου φαιδρότερον, τὰς ἐν τῷ κόσμῳ ψυχάς, καταυγάζουσα, καὶ ζόφον τῶν δαιμόνων, συντόνως ἐλαύνουσα, Ἀξιοθαύμαστε.

Οὐκ ἔγνω δυόμενος, σὲ πλημμελοῦσαν ὁ ἥλιος, ὁ ἄδυτος ἔγνω δέ, μόνος ὡς πάντα εἰδώς, καὶ κατηύγασεν, ἀκτῖσι μετανοίας, ψυχῆς σου τὰ ὄμματα, θεομακάριστε.

Θεοτοκίον

ς ἔμψυχον θάλαμον, ὡς ἀδιάφθορον σκήνωμα, ὡς πύλην οὐράνιον, ὡς θείαν τράπεζαν, ὡς παλάτιον, καὶ θρόνον τοῦ Δεσπότου, Μαρίαν τὴν ἄχραντον, ὕμνοις τιμήσωμεν.

Ἕτερος Κανὼν τοῦ Ἁγίου Αὐτονόμου.

ᾨδὴ α  Ἦχος δ

Ἅρματα Φαραὼ.

Αἴγλῃ θεαρχικῇ, ἐλλαμπόμενος ἀεί, ζόφου με ἐξάρπασον, ἁμαρτιῶν Ἱεράρχα, ὅπως τὴν φαιδράν σου σήμερον, ἀνευφημήσω πανήγυριν.

Παύλου ὡς μιμητής, γεγονὼς Ἀρχιερεῦ, πᾶσαν περιώδευσας, τὴν οἰκουμένην κηρύττων, τὸ σωτηριῶδες κήρυγμα, καὶ καθαιρῶν τῶν εἰδώλων βωμούς.

Πέτρᾳ τῇ νοητῇ, στηριχθείς σου τὴν ψυχήν, λίθοις θανατούμενος, πρὸς τὴν ζωὴν τὴν ἀγήρω, Μάρτυς Ἱερὲ Αὐτόνομε, μετὰ χαρᾶς προσεχώρησας.

Θεοτοκίον.

τεκες τὸν πρὸ σοῦ, γεννηθέντα ἐκ Πατρός, Μήτηρ ἀπειρόγαμε, ὑπὲρ αἰτίαν καὶ λόγον, ὃν ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν εὐσεβῶς ἀνυμνούντων σε.

Τῆς Ὁσίας.

 

Ὠδὴ γ

Τοὺς σοὺς ὑμνολόγους.

νδρείαν στολὴν ἐνδυσαμένη, καὶ φρόνημα ἕδραμες σπουδῇ, καὶ μοναστῶν συστήμασι, Σεμνὴ σαυτὴν κατέμιξας, πρὸς τὰς ἀρχὰς πυκτεύουσα, τοῦ πονηροῦ κοσμοκράτορος.

Τὸ χαῦνον τοῦ θήλεος ἀνδρείως, ἠλλάξω τῇ κλήσει ἀληθῶς, καὶ τῷ καινῷ τοῦ σχήματος, τοῖς ἔργοις δῶρον τίμιον, καὶ τῷ Θεῷ ποθούμενον, σαυτὴν Ὁσία ἀνέδειξας.

Φρονήματι τεταπεινωμένῳ, καὶ τρόποις χρηστοῖς διακονεῖν, σοῦ τὴν ἰσχὺν ἐπέδωκας, τοῖς τοῦ Θεοῦ θεράπουσι· πρὸς ἀπαθείας ὕψος σε· ὅθεν αὐτὸς ἀνεβίβασε.

Θεοτοκίον.

Χειμάζει με κλύδων ἁμαρτίας, καὶ σάλος ἀτόπων λογισμῶν, σπλαγχνίσθητι Πανάμωμε, καὶ χεῖρα βοηθείας μοι, ὡς συμπαθὴς ἐπέκτεινον, ὅπως σωθεὶς μεγαλύνω σε.

Τοῦ Ἁγίου.

Ἐστερεώθη ἡ καρδία μου.

Τοὺς διωγμούς σου, λιθασμοὺς καὶ τὰς ἐκκεντήσεις, καὶ αἱμάτων ποταμηδὸν ἐκχύσεις, τὰ δεσμὰ τὰς φυλακὰς τὸν θάνατον, Μάρτυς ἀναμέλπω, Ἱεράρχα Αὐτόνομε.

Αὐτομολίᾳ, καθελὼν τὴν παρανομίαν, ταῖς ῥανίσι τῶν σῶν αἱμάτων Μάρτυς, Ἱεραρχίας τὴν στολὴν ἐλάμπρυνας, καὶ συμβασιλεύεις, τῷ Βασιλεῖ τῶν αἰώνων Χριστῷ.

Τὰ κατὰ τύπον, ἀριστεύματά σου μὴ φέρων, ὁ διώκτης ἀντίπαλος Παμμάκαρ, διαφόρους πειρασμοὺς σοι ἤγειρεν· ἀλλ' αὐτὸν τῷ ὅπλῳ, τῷ τοῦ Σταυροῦ ἀπενέκρωσας,

Θεοτοκίον.

γιωτέραν, τῶν Ἀγγέλων καὶ πλατυτέραν, Θεοτόκε τῶν οὐρανῶν εὑρών σε, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ἀχώρητος φύσει, ἐν σοὶ χωρεῖται καὶ σῴζει με.

Ὁ Εἱρμὸς.

στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ δίδοντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν.

Κάθισμα τῆς Ὁσίας.

Ἦχος δ

Ταχὺ προκατάλαβε.

σκήσει ἐλάμπρυνας, τὴν Ἱεράν σου στολήν, καὶ δῶρον προσήνεξαι, τῷ σαρκωθέντι Θεῷ, Θεοδώρα θεόπνευστε· χάριν δὲ ἰαμάτων, πρὸς αὐτοῦ εἰληφυῖα, νόσων ἀποδιώκεις, τὴν ἀχλὺν μακαρία, πρεσβεύουσα τοῦ σωθῆναι, ἡμᾶς τοὺς εὐφημοῦντάς σε.

Δόξα... Τοῦ Ἁγίου, ὅμοιον.

Διπλοῦν σοι τὸν στέφανον, τῆς ἀφθαρσίας Χριστός, παμμάκαρ δεδώρηται, ὡς Ἀθλητῇ καὶ σεπτῷ, Ἱεράρχη Αὐτόνομε· τούτῳ γὰρ προσηγάγω, ἀναιμάκτους θυσίας· τούτου τὸ θεῖον πάθος, ἀψευδῶς ἐμιμήσω· αὐτοῦ καὶ τῆς ἀγήρω, τρυφᾷς μακαριότητος.

Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον.

ούδα μεγαλύνθητι, καὶ κραταιούσθω Δαυΐδ· Ἀδὰμ ἀνακαινίσθητι, καὶ εὐφραινέσθω Λευΐ, ἐξ ὧν μοι ἐτέχθη Χριστός. Τεῖνόν σου τὴν κινύραν, ὑμνογράφε καὶ λέγε· Τὶς ἐστιν ἡ τεχθεῖσα, ἣν καλεῖς θυγατέρα; Τροφὸς ἐστι τῆς ζωῆς μου, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Τῆς Ὁσίας.

Ὠδὴ δ

Τὴν ἀνεξιχνίαστον θείαν.

σκεις πολυήμερον καρτερικῶς· Ἔνδοξε νηστείαν ὡς ἄσαρκος, τὸ ἀσθενές σου, νευρουμένη τοῦ Χριστοῦ, τῷ πανσθενεῖ βουλήματι, θείᾳ τρεφομένη τε χάριτι.

Θείαν ἐπεπόθησας περιβολήν, καὶ καταστολὴν ἀδιάφθορον· ὅθεν τριχίνοις, περιστέλλεις σεαυτήν, εὐτελεστάτοις ῥάκεσι, πόνοις τὸ σαρκίον σου θλίβουσα.

δε τὴν ταπείνωσιν καὶ τὸν κλαυθμόν, ἴδε μου τὴν θλίψιν καὶ κούφισον, τῆς ἁμαρτίας, τὸν βαρύτατον κλοιόν· ἡ Θεοδώρα ἔκραζε, πρὸς τὸν μόνον σῴζειν δυνάμενον.

Θεοτοκίον.

πανυπερθαύμαστος Μήτηρ Θεοῦ, λάμψον μετανοίας ἀκτῖνά μοι, λῦσον τὴν ζόφον, τῶν ἀμέτρων μου κακῶν, τοὺς πονηροὺς ἐπέλασον, Κόρη λογισμοὺς τῆς καρδίας μου.

Τοῦ Ἁγίου.

Εἰσακήκοα ὁ Θεὸς.

Δεδεμένος τῇ τοῦ Χριστοῦ ἀγάπῃ Πάτερ, τοὺς δεδεμένους τῇ ἀπάτῃ λύεις ἔνδοξε, ταῖς πλοκαῖς τῶν λόγων σου, καὶ προσηλοῖς τῷ πόθῳ τῆς ὄντως ζωῆς.

μπειρότατος ἰατρὸς ὑπάρχων Μάρτυς, τοὺς φαρμαχθέντας τῷ ἰῷ τῆς ματαιότητος, τῶν εἰδώλων πάνσοφε, καταγλυκαίνεις λόγοις τῆς πίστεως.

Τῶν Μαρτύρων ἡ καλλονή, Ἀρχιερέων ἡ ὡραιότης, Ἐκκλησίας τὸ ἑδραίωμα, καὶ τῶν πιστῶν τὸ στήριγμα, ὁ θαυμαστὸς τιμάσθω Αὐτόνομος.

Θεοτοκίον.

Τῷ πελάγει τῶν οἰκτιρμῶν, σοῦ τῆς τεκούσης τὴν ζωὴν τῷ κόσμῳ, νεκρωθεὶς τοῖς παραπτώμασι, καταφεύγω Ἄχραντε· ταῖς σαῖς πρεσβείαις σῶσόν με Δέσποινα.

Τῆς Ὁσίας.

Ὠδὴ ε

Ἐξέστη τὰ σύμπαντα.

ξέστησαν τάξεις σε, τῶν Ἀσωμάτων βλέπουσαι, σώματι ἐνύλῳ μιμουμένην, τούτων τὸν βίον, καὶ τὴν σεπτὴν ἀρετήν, καὶ καταπαλαίουσαν ἐχθρόν, πάλαι τὸν πτερνίσαντα, Θεοδώρα ἀπάτῃ σε.

Θηρίων ὁρμήματα, Θεὸς σοὶ καθυπέταξε, χάριν ἰαμάτων δεδωκώς σοι, τοῦτο κηρύττει ὁ τῇ χειρί σου σωθείς, βρώσεις ἀγρίου τοῦ θηρός, ὃν περ ἐθεράπευσας, συντριβέντα Ἀοίδιμε.

χθρὸς ὁ πανοῦργός σοι, πολυειδεῖς ἐξήγειρε, Μῆτερ πειρασμούς, ἀλλὰ τῷ ξίφει, τοῦτον Ὁσία τῆς ταπεινώσεως, ἔτρωσας συντρίψασα αὐτοῦ, κάραν πολυμήχανον, Θεοδώρα θεόπνευστε.

κτρέφεις τὸ νήπιον, τελείῳ τῷ φρονήματι, φέρεις τὴν δεινὴν συκοφαντίαν, εὐχαριστοῦσα τῷ Παντοκράτορι, τῷ σοὶ χορηγήσαντι ἰσχύν, τῷ σὲ θαυμαστώσαντι, Θεοδώρα πανεύφημε.

Θεοτοκίον.

σχύς τε καὶ στήριγμα, τῆς ἀσθενοῦς καρδίας μου, σὺ εἶ ἀπειρόγαμε Παρθένε, ἄρρηκτον τεῖχος, ἀπὸ προσώπου ἐχθροῦ, σῴζουσα παντοίων με δεινῶν, τρέπουσα τάς φάλαγγας, τοῦ δεινοῦ πολεμήτορος.

Τοῦ Ἁγίου.

Ἀνάτειλόν μοι Κύριε.

ς ἥλιος ἀνέτειλας, λαμπρὸς τῷ στερεώματι, τῆς Ἐκκλησίας καὶ φωτίζεις, ἀκτῖσι τῶν ἀγώνων, Μάρτυς καὶ θαυμάτων σου, τοὺς πιστοὺς Αὐτόνομε, λύων δαιμόνων τὴν ἀχλύν.

ραῖος ὥσπερ κάλαμος, εὖ τεθηγμένος Πνεύματι, τῷ παναγίῳ ἀνεδείχθη, ἡ γλῶσσά σου τὸν νόμον, τοῦ Χριστοῦ Αὐτόνομε, ἐν πλαξὶ χαράττουσα, καρδιῶν τῶν εὐσεβῶν.

Τὸ Πνεῦμα τὸ πανάγιον, δοχεῖόν σε εὑράμενον, καὶ καταγώγιον τῆς τούτου, ἀΰλου παρουσίας, θείων χαρισμάτων σε, ἀληθῶς ἐνέπλησεν, Ἱερομάρτυς τοῦ Χριστοῦ.

Θεοτοκίον.

νάτειλόν μοι Δέσποινα, ἀκτῖνα τοῦ ἐλέους σου, τῷ ἐν τῷ σκότει τῶν πταισμάτων μου, ἀεὶ συνεχομένῳ, καὶ πρὸς φῶς ὁδήγησον, μετανοίας ἄχραντε, ἵνα πίστει σε ὑμνῶ.

Τῆς Ὁσίας.

Ὠδὴ ς

Τὴν θείαν ταύτην.

Πηγὴν δακρύων προσφέρουσα, ἀπαύστως τρυχομένη καὶ στένουσα, τὴν ἐπιτίμησιν, καὶ μοναστῶν τὴν διάζευξιν, εὐχαριστοῦσα φέρεις, θεομακάριστε.

Ποτὸν θαλάσσιον ἔχουσα, ἀγρίαις τρεφομένη βασάνοις τε, μετὰ θηρίων δέ, αὐλιζομένη τὴν ἔρημον, ὡς οὐρανὸν κατῴκεις, Ἀξιοθαύμαστε.

Φλογμὸν ἡλίου ὑπήνεγκας, νυκτὸς τὸν παγετὸν ἐκαρτέρησας, τοῦ θείου Πνεύματος, συνθαλπομένη τῇ χάριτι· ὅθεν τρυφᾷς τῆς ἄνω, μακαριότητος.

Θεοτοκίον.

Τὴν θείαν στάμνον καὶ τράπεζαν, τὸν ἄρτον τῆς ζωῆς τὴν βλαστήσασαν, τὴν ἀγεώργητον, χώραν τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον Κόρην, ὕμνοις τιμήσωμεν.

Τοῦ Ἁγίου.

Ζάλη με λογισμῶ.

Τῇ θείᾳ κυβερνώμενος παλάμῃ, ἀβλαβῶς διέπλευσας, τὸ πέλαγος τῆς ἀπάτης, καὶ προσώρμησας ὅρμῳ γαληνῷ, τῆς ἄνω βασιλείας, Ἱερομάρτυς Αὐτόνομε.

Πλευράν σου κεντηθεὶς λόγχῃ θεόφρον, Χριστοῦ ἐξεικόνισας τὸ πάθημα, καὶ τῶν λίθων συγχωννύμενος Μάκαρ νιφετοῖς, τὸν πρῶτον τῶν Μαρτύρων, ὡς ἀληθῶς παρεζήλωσας.

Τελοῦντες τὴν σεβάσμιον ἡμέραν, τῆς σῆς τελειώσεως, δεόμεθά σου ἐν πίστει· Παρρησίαν ἔχων πρὸς Θεόν, ἀπαύστως ἐκδυσώπει, ὑπὲρ ἡμῶν Παναοίδιμε.

Θεοτοκίον.

ζάλη τῶν πολλῶν μου ἐγκλημάτων, εἰς βυθὸν καθείλκυσε, τῆς ἀπογνώσεως Κόρη· ἀλλ' αὐτῇ με χειρὶ πρεσβευτικῇ, ἀνάγαγε καὶ σῶσον, ἵνα ὑμνῶ σε πανύμνητε.

Ὁ Εἱρμὸς.

Ζάλη με λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων ἁμαρτημάτων· ἀλλὰ σὺ Κυβερνῆτα ἀγαθέ, προφθάσας ἀνάγαγε, ὡς τὸν Προφήτην καὶ σῶσόν με.

Κοντάκιον  Ἦχος α

Χορός, Ἀγγελικὸς.

Τὴν νύκτα τῶν παθῶν, ἐκφυγοῦσα θεόφρον, προσῆλθες νοητῶς, τῷ Ἡλίῳ τῆς δόξης, ἀσκήσει νεκρώσασα, τῆς σαρκὸς τὰ σκιρτήματα· ὅθεν γέγονας, ὑπογραμμὸς μοναζόντων, καὶ ἀνόρθωσις, τῶν πεπτωκότων ἐν βίῳ" διὸ σε γεραίρομεν.

Ὁ Οἶκος.

πογραμμὸς ἀναδέδεικται πεπτωκόσιν ὁ βίος σου, καὶ βουλομένοις προσέρχεσθαι διὰ μετανοίας, τῷ εἰδότι τὰ πταίσματα συγχωρεῖν, καθὼς γέγραπται· αὐτῷ γὰρ πιστεύσασα, καθάπερ ἡ πόρνη, ἀντὶ μύρου προσήγαγες ὄμβρους δακρύων· ἐν οἷς τὸν ὄφιν ποντίσασα καθεῖλες, καὶ τὴν νίκην ἀνεδήσω, Θεοδώρα τρισόλβιε· διὸ τὸ θηρίον νεκρώσασα εὐχαῖς σου, νεκρὸν ἐξανέστησας δυνάμει τοῦ Κτίστου σου, ὑπὲρ οὗ σὺ νενέκρωσαι· διὸ σε γεραίρομεν.

Συναξάριον.

Τῇ ΙΑ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ.

Στίχοι

Καὶ σχῆμα καὶ νοῦν ἀρρενοῖ Θεοδώρα,

Καὶ τὸν μέγαν νοῦν αἰσχύνει πρὸ τοῦ τέλους.

νδεκάτῃ πύματον Θεοδώρη ὕπνον ἰαύει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐφροσύνου τοῦ μαγείρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου, Διομήδους καὶ Διδύμου.

Στίχοι

Διόδωρος μάστιξι σὺν τοῖς συνάθλοις,

Τὴν σάρκα δόντες, μαστιγοῦσι τὴν πλάνην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος, Ἴας, πρεσβύτιδος τὴν ἡλικίαν.

Στίχοι

σμὴν μύρων ἔπνευσεν ἡ Μάρτυς, Ἴα,

ρυθροβαφῶν αἱμάτων ἀτμοπνόων.

ἅγιος Δημήτριος καὶ Εὐανθία ἡ σύζυγος αὐτοῦ καὶ Δημητριανὸς ὁ υἱὸς αὐτῶν λιμῷ τελειοῦνται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῆς Ὁσίας.

Ὠδὴ ζ

Οὐκ ἐλάτρευσαν.

φορήτοις σε, πληγαῖς ὁ πολυμήχανος, ἐχθρὸς συνέκοψε, φαντασιούμενος· ἀλλ᾿ αὐτοῦ κατέβαλες, μάταιον φρύαγμα, ἀναμέλπουσα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Ξηροτάτους, λάκκους ἔπλησας ἐντεύξει σου, ὑδάτων Ἔνδοξε, θαυματουργοῦσα σαφῶς, Θεὸν μεγαλύνουσα, τὸν σὲ δοξάσαντα, ᾧ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

πεκκαύματα, παθῶν ἐναπεμάρανας, δακρύων ἐπιρροαῖς, καὶ φρυγανώδεις ἐχθροῦ, κακίας κατέφλεξας, τῆς ἐγκρατείας πυρί, ἀναμέλπουσα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Βασίλισσα, Παρθένος ἡ κυήσασα, τὸν Βασιλέα Xριστόν, οἴκτειρον σῶσόν με νῦν· κλονούμενον πάθεσι, πίστει στερέωσον, καὶ ὁδήγησον, πρὸς σωτηρίας τρίβον με, τῶν πιστῶν ἡ σωτηρία.

Τοῦ Ἁγίου.

Ὁ ἐν τῷ ὄρει τῷ Μωσεῖ.

ν τῇ Χωνείᾳ ἐμβληθεὶς τῶν βασάνων, χρυσίου καθαρώτερος ἀνεδείχθης, ταῖς λαμπηδόσιν Ἅγιε, τῶν θαυμάτων φωτίζων ἡμᾶς.

Λιθολευστοῦντές σε τὸν δίκαιον ὄντως, οἱ λίθους προσκυνοῦντες, πρὸς ὃν ἐπόθεις Χριστόν, τὴν πέτραν Ἔνδοξε, τῆς ζωῆς διεβίβαζον.

Οἱ διωγμοί σου τῶν δαιμόνων διώξεις, θεόφρον ἀνεδείχθησαν, τῶν αἱμάτων οἱ ποταμοὶ δὲ ἔσβεσαν, ἀθεΐας τὴν κάμινον.

Θεοτοκίον.

ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκήσας, καὶ ταύτην οὐρανῶν πλατυτέραν δείξας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῆς Ὁσίας.

Ὠδὴ η

Παῖδας εὐαγεῖς.

Νοῒ καθαρῷ λελαμπρυσμένος, ὁ σὸς ἀρχηγὸς ἀρθεὶς μετάρσιος, εἶδεν ἃ ἡτοίμασεν, ἀγαθὰ σοι Κύριος, φωτοειδῆ Παράδεισον, καὶ ἀνεκλάλητον, νυμφῶνα Θεοδώρα, ἐν ᾧ σε, ὁ ἀγωνοθέτης κατῴκισε νυμφίος.

γγέλων Μαρτύρων καὶ Ὁσίων, χοροὶ τῆς ψυχῆς σου προεξάρχοντες, ταύτην πρὸς οὐράνια, ἔφερον σκηνώματα, πρὸς τὴν ἐκεῖ κατάπαυσιν, εὐφραινομένων ἐν ᾗ, ὑπάρχει κατοικία βοώντων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Πληθὺς μοναστῶν συναθροισθεῖσα, τὸ θεῖον κηδεύει πίστει σῶμά σου, εἶδον δὲ παράδοξα, ἔμαθον ἐξαίσια, ὅπως γυνὴ τῷ σώματι, ἀνδρῶν ἐν μέσῳ οἰκεῖν, ηὐδόκησας χειρὶ σκεπομένη, τοῦ Παντοδυνάμου θεόφρον Θεοδώρα.

Θεοτοκίον.

πίσω σου ἔδραμον γυναῖκες, τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, πάναγνε Θεόνυμφε, Κόρη ἀπειρόγαμε, τοῦ ἐκ γαστρός σου λάμψαντος, μονογενοῦς σου Υἱοῦ, καὶ σοὶ συμβασιλεύουσιν ὄντως, ἀνυμνολογοῦσαι Χριστὸν εἰς τοὺς αἰῶνας.

Τοῦ Ἁγίου.

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ. 

Γῆ τὸ αἷμά σου τὸ σεπτόν, ἐδέξατο χυθὲν διὰ Χριστόν, οἱ οὐρανοὶ δὲ τὴν ψυχήν, μετὰ δόξης ἀνερχομένην, Ἀγγέλων χορεῖαι, καὶ Δικαίων ἁπάντων τὰ πνεύματα, ἐν ἀγαλλιάσει ὑπήντησάν σοι Μάρτυς.

Τῶν ἱδρώτων σου οἱ κρουνοί, κατέσβεσαν τὸ πῦρ τῶν ἀσεβῶν οἱ τῶν θαυμάτων ποταμοί, ἀπεξήραναν τὰς θαλάσσας, Αὐτόνομε Μάρτυς, τῶν παθῶν ἡμῶν μάκαρ τῶν πίστει σε, ἀνυμνολογούντων εἰς πάντας τοὺς αἰῶνας.

Διερχόμενος πανταχοῦ, ἐκήρυξας τὸ ὄνομα τοῦ Χριστοῦ, πλάνης κατέρραξας βωμούς, τοὺς ἐν σκότει τῆς ἀγνωσίας ἐφώτισας Πάτερ, καὶ ναοὺς ἀπειργάσω τοῦ Κτίστου σου· ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Γῆ Ἁγία ἐν ᾗ Χριστός, ἐσκήνωσεν ἡ πέτρα τῆς ζωῆς, πύλη φωτὸς τοῦ νοητοῦ, ἀλατόμητον ὄντως ὄρος, Παράδεισος δόξης, καὶ λυχνία χρυσῆ προηγόρευσαι, ἄχραντε Παρθένε, ἀεὶ εὐλογημένη.

Ὁ Εἱρμὸς.

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσα καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοί, τῶν ἀνθρώπων, Ἱερεῖς εὐλογεῖτε τόν Κύριον.

Τῆς Ὁσίας.

Ὠδὴ θ

Ἅπας γηγενὴς.

δυς ὡς ἀστήρ, ἐν κόσμῳ Πανεύφημε, καὶ ἐξανέτειλας, πρὸς τὴν ὑπερκόσμιον, ζωὴν λιποῦσα ὥσπερ ἀκτῖνας ἡμῖν, τὰς ἀρετὰς τοῦ βίου σου, καὶ κατορθώματα, τάς καρδίας, πάντων καταυγάζουσα, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.

Πύλαι οὐρανῶν, φαιδρῶς διηνοίγησαν, ἀπολαβοῦσαί σε, καὶ τῶν πρωτοτόκων νῦν, ἡ Ἐκκλησία ἔχει χορεύουσαν, σὺν ἐκλεκτοῖς ἀοίδιμε, τὴν ἱεράν σου ψυχήν, ἔνθα ἦχος, ἔστιν ἑορτάζοντος, Θεοδώρα καὶ φῶς τὸ ἀνέσπερον.

Εὗρες ἀμοιβάς, τῶν πόνων ὡς ἤλπισας, τὰς οὐρανίους τιμάς· ἔστης τῆς ἐφέσεως, αὐτὴν εὑροῦσα τῶν ἀγαθῶν τὴν πηγήν· κατατρυφᾷς τρανότερον καὶ καθαρώτερον, τοῦ νυμφίου, βλέπεις ἅπερ βλέπουσι, Θεοδώρα Ἀγγέλων τὰ τάγματα.

Θεοτοκίον.

Σῶσόν με ἁγνή, Σωτῆρα κυήσασα, καὶ πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλόν σου· πρὸς μετανοίας ὁδοὺς κατεύθυνον, τοῦ πονηροῦ τὰ σκάνδαλα ἐκ μέσου ποίησον· τῆς αὐτοῦ δὲ λύτρωσαι ἐνέδρας με, Θεοτόκε πιστῶν ἡ βοήθεια.

Τοῦ Ἁγίου.

Ὅτι ἐποίησέ μοι.

Τρανότερον χωρήσας, πρὸς τὸ φῶς τὸ ἄδυτον, λυθέντων τῶν ἐσόπτρων τῆς σαρκός, τελεώτερον ὁρᾷς τὸν ποθούμενον Χριστόν, μάκαρ Αὐτόνομε.

Τελέσας σου τὸν δρόμον, καὶ τὴν πίστιν τετηρηκώς, ἐδέξω τοὺς στεφάνους τῆς ζωῆς, καὶ πρεσβεύεις ἐκτενῶς, ὑπὲρ ἡμῶν τὸν λυτρωτήν, Ἱερομάρτυς Χριστοῦ.

νέτειλέ σοι φέγγος, ἀνεσπέρου διαγωγῆς, τὰ ἔργα δεδρακότι τοῦ φωτός, ἐπὶ γῆς Ἀρχιερεῦ, καὶ συνευφραίνῃ τῷ Χριστῷ, εἰς τοὺς αἰῶνας ἀεί.

Θεοτοκίον.

λπὶς καὶ προστασία, τῶν πιστῶν ὑπάρχουσα, διάσῳζε ἡμᾶς ἐκ τῶν παθῶν, καὶ παντοίων πειρασμῶν, τοὺς Θεοτόκον σε ἀεί, ὁμολογοῦντας Ἁγνή.

Ὁ Εἱρμὸς.

τι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Ἐξαποστειλάριον τῆς Ὁσίας.

Γυναῖκες ἀκουτίσθητε.

Τὸ σχῆμα διαμείψασα, κρυπτοφανῶς ἐσκήνωσας, μέσον ἀνδρῶν μοναζόντων, νύμφη Χριστοῦ Θεοδώρα, τρωθεῖσα θείῳ ἔρωτι, ὢ θαῦμα! πῶς τὴν ἄδικον, συκοφαντίαν ἤνεγκας, τὸν πτερνιστὴν τροπουμένη, τῆς Εὔας Μήτηρ Ὁσία.

Τοῦ Ἁγίου.

Τῶν μαθητῶν ὁρώντων σε.

ν Ἱερεῦσιν ὤφθης κλέος Μαρτύρων, διπλῶν τε τῶν στεφάνων ἔτυχες μάκαρ, τῶν εἰδώλων πλάνην πᾶσαν πατήσας, Ἱερουργὲ Αὐτόνομε, καὶ τὰ βραβεῖα τρισμάκαρ, τῆς νίκης ὅθεν ἐδέξω.

Τῆς Ἑορτῆς.

Ἐν πνεύματι τῷ ἱερῷ.

κ τῆς ἀκάρπου σήμερον, Ἄννης ἄνθος προῆλθεν, ἡ Θεοτόκος ἅπαντα, εὐωδίας ἐνθέου, πληροῦσα πέρατα κόσμου, καὶ χαρᾶς ἀϊδίου, ἐμπιπλῶσα τὴν κτίσιν, ἣν ὑμνοῦντες ἀξίως, εὐφημήσωμεν ὡς οὖσαν, τῶν γηγενῶν ὑπερτέραν.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Ἦχος β

Οἶκος τοῦ Εὐφραθᾶ.

Τύπος θεοπρεπής, τοῦ θείου τοκετοῦ σου, θεόφρον Ἄννα ὤφθη, τοῦ Ἀαρὼν ἡ ῥάβδος, ἀνίκμως ἐκβλαστήσασα.

Στίχ. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

τε τὴν ὑλικήν, οὐσίαν τῶν ἀνθρώπων, ηὐδόκησας φορέσαι, προήγαγες ἐκ στείρας, τὴν σὴν Μητέρα Κύριε.

Στιχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Νέον ὡς οὐρανόν, τὴν μήτραν τῆς Παρθένου, καὶ Θεοτόκου Λόγε, κατῴκησας θεώσας, βροτῶν τὸ γένος Δέσποτα.

Δόξα... Καὶ νῦν... Ὅμοιον.

Δεῦτε οἱ ἐξ Ἀδάμ, τὴν ἐκ Δαυῒδ φυεῖσαν, καὶ τὸν Χριστὸν τεκοῦσαν, ὑμνήσωμεν Παρθένον, Μαρίαν τὴν πανάχραντον.

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.