The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΟΚΤΩΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΑ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Νικαίας, τοῦ Ποιητοῦ καὶ Γραπτοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου τρία.

Ἦχος δ

Ὁ ἐξ ὑψίστου κληθεὶς.

Διακόνοις ἑπτὰ κατειλεγμένος, ὡς πλήρης σοφίας τε καὶ θείας χάριτος, διακονεῖν μάκαρ Φίλιππε, ταῖς τῶν Ἁγίων, ἅμα Στεφάνῳ χρείαις προκέχρισαι· ὅθεν ἀναιρούμενον, τοῦτον θεώμενος, ἐπὶ Σαμάρειαν ἕδραμες, προστάξει θείᾳ, Θεοῦ τὸν Λόγον κηρύττων ἔνδοξε, καὶ καταυγάζων τοὺς ὑπάρχοντας, ἐν τῷ σκότει τὸ πρίν, οὓς ἐτέλεσας, διὰ Πνεύματος θείου, τῆς ἡμέρας υἱοὺς πάνσοφε.

Θεοσημείας χειρί σου τελουμένας, οἱ δῆμοι θεώμενοι, τυφλῶν ἀνάβλεψιν, καὶ παρειμένων ἀνόρθωσιν, καὶ ἀκαθάρτων, οὗπερ κατῴκουν πνευμάτων δίωξιν, ἐξίσταντο Φίλιππε, καὶ συνηλαύνοντο, πρὸς τὴν σωτήριον κάθαρσιν, ἐξ ἀπιστίας, πιστοὶ ἐξαίφνης ἀποδεικνύμενοι, ἅπερ ὁ θεῖος ὡς ἀκήκοεν, Ἀποστόλων χορὸς ἐπευφραίνετο, ὅτι καὶ Σαμαρείας, ἡ πληθὺς Θεῷ προσήνεκται.

ρμα τοῦ Λόγου ὑπάρχων Θεηγόρε, ἐφ' ἅρματος βλέψας τε, προσεποχούμενον, καὶ τὰς ζητήσεις ποιούμενον, τὸν τῆς Κανδάκης, φθάνεις εὐνοῦχον τὸν ἀξιάγαστον, καὶ τούτῳ τὴν δήλωσιν, καὶ τὴν σαφήνειαν, τῶν ποθουμένων Μακάριε, καθυποδείξας, πείθεις τὴν θείαν αἰτῆσαι κάθαρσιν, ἧς μετασχόντα, θεῖον κήρυκα, ὁ παντουργός Θεὸς ἀπειργάσατο, πάσης Αἰθιοπίας, καὶ Μαρτύρων ἀκροθίνιον.

Καὶ τοῦ Ὁσίου τρία. 

Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Αὐτοκίνητον ὄργανον, ταῖς πνοαῖς ὑπηχούμενον, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας· τῇ πυριφθόγγῳ γὰρ γλώττῃ σου, τὰ θεῖα ἑβρόντησας, καὶ κατέφλεξας ἐχθρῶν, δυσσεβῶν τὰ ζιζάνια, τῶν μὴ χρώμασιν, ὑλικοῖς προσκυνούντων τοῦ Κυρίου, καὶ Θεοῦ ἡμῶν τὸ εἶδος, καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ.

ς φωστὴρ διαυγέστατος, τῷ πυρσῷ τῶν δογμάτων σου, καταλάμπεις ἅπασαν τὴν ὑφήλιον. Δαυϊτικῶς τὴν κινύραν σου, κινῶν ἐμελῴδησας, τῶν Ἁγίων τοῦ Χριστοῦ, ἀξιέπαινα ᾄσματα, καὶ ἐξέπεμψας, εἰς τὴν ἤπειρον πᾶσαν, διὰ τοῦτο, ἐδοξάσθης ἐπαξίως· Ἱερομύστα Θεόφανες.

ερέων ἐν τάγμασιν, Ἀσκητῶν ὁμηγύρεσι, καὶ χοροῖς Μαρτύρων σὺ καταλέλεξαι, ὑπὲρ Χριστοῦ μέχρις αἵματος, στερρῶς ἀνθιστάμενος, παρανόμου δικαστοῦ, διελέγχων ἀπόνοιαν, καὶ προστάγματι, ἀσεβοῦς Βασιλέως τῷ  μετώπῳ , ὡς ἐν τίτλῳ διεγράφης, σημειωθεὶς θείᾳ χάριτι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

πορῶ καὶ ἐξίσταμαι, τὶ ποιήσω ὁ ἄθλιος, ὅταν τέλος φθάσῃ, τὸ τῆς ζωῆς μου λοιπόν, ποῦ μοι ὁ δρόμος ὁ ἄκαιρος; ποῦ τὰ ἀξιώματα; ποῦ ὁ πλοῦτος, ποῦ τρυφή; ποῦ ἡ δόξα ἡ πρόσκαιρος; ποῦ τῆς φύσεως, τὸ καινότατον ἄνθος; Ἀλλὰ δεῦρο, πρὸ τοῦ τέλους ὧ ψυχή μου, τῇ Θεοτόκῳ προσπέσωμεν.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἀμνὰς ἡ κυήσασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

Ἀπολυτίκιον τοῦ Ἀποστόλου.  Ἦχος γ

πόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ  ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ τοῦ Ὁσίου.   Ἦχος πλ. δ

ρθοδοξίας Ὁδηγέ, εὐσεβίας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Θεόφανες σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος, πρέσβευε Χριστῷ τῷ  Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, ἀναγινώσκονται οἱ Κανόνες, εἰς τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων οἱ δύο παρόντες.

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.

Τὸ τοῦ Φιλίππου αἰνέσω κλέος.

Ἰωσήφ.

Ὠδὴ α   Ἦχος πλ. β

Ὡς ἐν ἠπείρῳ.

Ταῖς φανοτάταις ἀκτῖσι ταῖς τοῦ Χριστοῦ, ἀστραφθεὶς Θεότητος, κατὰ μέθεξιν σοφέ, φῶς ὡράθης δεύτερον πιστούς, ἱερῶς φωταγωγῶν, ἔνδοξε Φίλιππε.

ὑπερούσιος Λόγος οὐσιωθείς, ὅλον τὸ ἡμέτερον, ἱερὸν σε Μαθητήν, ἱερῶς προβάλλεται Σοφέ, ἀνιέρου σκοτασμοῦ, ἔθνη λυτρούμενον.

Τῇ τῶν χειρῶν ἐπιθέσει τῶν ἱερῶν, Μαθητῶν ἐκλέλεξαι, σὺν Στεφάνῳ καὶ λοιποῖς, ἱερὸς Διάκονος ὡς ὤν, πλήρης Πνεύματος Θεοῦ, πάνσοφε Φίλιππε.

Θεοτοκίον.

ἐκ μὴ ὄντων τὰ πάντα δημιουργῶν, ὡς αἰτίαν ἔσχε σε, τῆς σαρκώσεως αὐτοῦ, Θεομῆτορ ἄχραντε, διό, κατὰ χρέος οἱ πιστοί, σὲ μακαρίζομεν.

Ὁ Κανὼν τοῦ Ὁσίου.

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς.

Τὸν τῆς ἐμῆς διανοίας ταῖς σαῖς  λιταῖς , ζόφον ἐξαφάνισον, Ἱεράρχα τοῦ Χριστοῦ, ὅπως μέλπω ἔνδοξε τὴν σήν, φωτοφόρον ἑορτήν, Πάτερ Θεόφανες.

Ταῖς θεϊκαῖς λαμπηδόσι τὴν σὴν ψυχήν, αὐγασθεὶς Θεόφανες, τῶν παθῶν τὰς ἡδονάς, ἐγκρατείας ἔφλεξας πυρί, μελῳδῶν εἰλικρινῶς· ᾌσωμεν ᾄσμα Χριστῷ.

Οἷά περ ἄνθραξ ἐν κόσμῳ ἐκ τῆς Σιών, ἀνατείλας δέδειξαι, καὶ κατέφλεξας πυρί, ἐξαφθεὶς ἐν Πνεύματι Θεοῦ, τῶν αἱρέσεων Σοφέ, τὴν ὕλην ἅπασαν.

Θεοτοκίον.

Φαεινοτάταις ἀκτῖσι τοῦ σοῦ Υἱοῦ, Θεοτόκε φώτισον, τὴν ζοφώδη μου ψυχήν, καὶ παθῶν τὸν τάραχον τῇ σῇ, μεσιτείᾳ πρὸς τὸν Θεόν, κόπασον Δέσποινα.

Τοῦ Ἀποστολου  Ὠδὴ γ

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ.

Υἱοὺς ἐτέλεσας φωτός, τοὺς ἐν σκότει ἀγνοίας, ἐνυπάρχοντας Μάκαρ, ἐν σημείοις φοβεροῖς, ὡς οὐρανὸς ὑψηλός, τὴν τοῦ Λόγου, δόξαν διηγούμενος.

Φυλῆς Ἰούδα τὸν Χριστόν, ἀνατείλαντα μάκαρ, ἱερῶς καταγγέλλων, τῷ  τῆς χάριτος φωτί, ὑπέδειξας ὃν Μωσῆς, καὶ Προφῆται, πάλαι προκατήγγειλαν.

ὸν ψυχόλεθρον φυγεῖν, καὶ σωτήριον χάριν, ὑποδέξασθαι πείθεις, μελιρρύτοις λαλιαῖς , τοὺς ἀπωσθέντας μακράν, ἀγνωσίᾳ Φίλιππε Θεόπνευστε.

Θεοτοκίον.

Λυχνία ὤφθης μυστική, τὸ λαμπάδιον Κόρη, περιφέρουσα ὄντως, τὸ φωτίσαν τοὺς νυκτί, τῆς ἀγνωσίας τὸ πρίν, συσχεθέντας, ἄκρᾳ ἀγαθότητι. 

Τοῦ Ὁσίου  Ὁ αὐτὸς.

Δογμάτων θείας ἀστραπάς, ἐξαστράπτων παμμάκαρ, ἐφυγάδευσας πᾶσαν, τῆς αἱρέσεως ἀχλύν, τῷ  ζωοδότῃ Χριστῷ, ἀναμέλπων· Ἅγιος εἰ Κύριε.

πάρχων ἔμπλεως Σοφέ, θείου Πνεύματος ὤφθης, διατρέφων πλουσίως, εὐσεβείας γλυκασμῷ, τῷ  λόγῳ τῷ  ζωτικῷ, τὰς καρδίας, τῶν προσανεχόντων σοι.

Εἰς ὄρος θείων ἀρετῶν, ἀνελθὼν ἱεράρχα, καὶ εἰς γνόφον εἰσδύσας, συνανεκράθης Θεῷ, καὶ διανοίας πλαξίν, ἐκομίσω, νόμον τὸν τῆς χάριτος.

Θεοτοκίον.

δοὺ ἡ κλῖμαξ, Ἰακώβ, ἣν ἑώρακε πάλαι, ἱδρυμένην ἐν ᾗ περ, ἐπεστήρικτο Θεός, ἡ φωτοφόρος ἁγνή, Θεοτόκος, ὤφθη παρθενεύουσα.

Ὁ Εἱρμὸς.

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Κοντάκιον τοῦ Ἀποστόλου.

Ἦχος δ   Ἐπεφάνης σήμερον.

Μιμητὴς γενόμενος, τοῦ Διδασκάλου, δι' αὐτὸν Ἀπόστολε, ταῖς τῶν Ἁγίων τῶν αὐτοῦ, χρείαις πιστῶς διηκόνησας· ὅθεν σε πάντες, πιστοὶ μακαρίζομεν.

Ὁ Οἶκος.

Τοὺς σωτηρίους τοῦ Χριστοῦ, καὶ ζωοποιοὺς λόγους, καὶ τὰ θαυμαστὰ ἔργα, ἀκούων τε καὶ βλέπων, φῶς ἐφωτίσθης δι' αὐτῶν τὸ τῆς ἀληθείας, καὶ χαίρων αὐτῷ πεπιστευκὼς μακάριε, προθύμως καὶ τοῖς ἄλλοις ἐκήρυξας, βοῶν· σωτηρία τῶν βροτῶν ἐπεφάνη· Ὁ Ἥλιος ἀνέτειλε τῆς δικαιοσύνης. Διὸ πρὸς τὴν ἐπίγνωσιν αὐτοῦ Σοφὲ καὶ θείαν πίστιν, πλείστοις ἐγένου λύχνος καὶ πυρσός, καὶ φέγγος τῶν ἐν σκότει· ὅθεν σε πάντες πιστοὶ μακαρίζομεν.

Κάθισμα τοῦ Ἀποστόλου.

Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λόγον.

λατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, πιστῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι· Ὦ Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Τοῦ Ὁσίου.

Τῷ τῆς χάριτος λόγῳ τὰς ἀκοάς, τῶν πιστῶν ἐνηδύνων ταῖς διδαχαῖς , ταῖς σαῖς  Παναοίδιμε, ἐτροπώσω τὸν τύραννον, καὶ καλῶς τὸν δρόμον, τελέσας τῆς πίστεως, ἐπὶ τέλει δόξης, Μαρτύρων ἠξίωσαι· ὅθεν κατὰ χρέος, τὴν ἁγίαν σου μνήμην, τιμῶμεν ἀοίδιμε, τὸν Σωτῆρα δοξάζοντες, Θεοφόρε Θεόφανες. Πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ  κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε Ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι, καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανύμνητε.

Ἢ Σταυροθεοτοκίον.

Παρθένος καὶ Μήτηρ τοῦ Ἰησοῦ, ἐπὶ ξύλου ὁρῶσα τὸν Ποιητήν, ἔστενε δακρύουσα, καὶ πικρῶς κατετρύχετο, τὴν ψυχὴν καὶ τὸ σῶμα, σπαράττουσα τύπτουσα, καὶ πρὸς αὐτὸν βοῶσα, πικρῶς καὶ κραυγάζουσα· Οἴμοι! ὦ Υἱέ μου, πῶς ἐνέγκω σὸν πάθος, τοὺς ἥλους, τὴν λόγχευσιν, καὶ τὸν ἄδικον θάνατον; ἀλλὰ σπεῦσον ἐγερθῆναι, τοῦ ἰδεῖν σε Υἱὲ καὶ Θεέ, καὶ τοῦ θρήνου παύσασθαι καὶ πόνου, καὶ τοὺς ὑμνοῦντάς σου τὰ πάθη, πταισμάτων λύσιν κομίσασθαι.

Τοῦ Ἀποστόλου   Ὠδὴ δ

Χριστός μου δύναμις.

δὼν τελοῦντά σε, ὁ Σίμων θαύματα, καὶ σημεῖα μεγάλα ὑποκριθείς, Φίλιππε βαπτίζεται, μὴ τὴν κακίαν δὲ φυγών, ἀπωλείᾳ παραδίδοται.

Πολλὰς δυνάμεις σε, τελοῦντα βλέποντες, οἱ τὴν πόλιν οἰκοῦντες κήρυξ Χριστοῦ, Σαμαρείας Φίλιππε, τῆς ἐπιγνώσεως τὸ φῶς, γεγηθότες ὑποδέχονται.

Πορεύου ἔφη σοι, Κυρίου Ἄγγελος, τὰς πορείας εὐθύνων τοῦ ἱεροῦ, Φίλιππε Αἰθίοπος, τοῦ ἐπιγνῶναι τὴν ὁδόν, τῆς τοῦ Λόγου σωματώσεως.

ἱερώτατος, Αἰθίοψ βλέψας σε, συνετίζοντα τοῦτον, σοῦ τῇ χειρί, Φίλιππε βαπτίζεται, καὶ πλήρης Πνεύματος ὀφθείς, κήρυξ θεῖος ἐχρημάτισεν.

Θεοτοκίον.

Υἱοὺς ἐτέλεσε, Θεοῦ πανάμωμε, τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ σὸς Υἱός, ἐξ ἁγνῶν αἱμάτων σου, σωματωθεὶς καὶ γεννηθείς· διὰ τοῦτό σε δοξάζομεν.

Τοῦ Ὁσίου  Ὁ αὐτὸς.

σκήσει πάνσοφε, Πάτερ Θεόφανες, σεαυτὸν ἐκκαθάρας ὅλος φωτός, ἔμπλεως γεγένησαι, ὅλος Θεοῦ χωρητικός, ὅλος Πνεύματος συμμέτοχος.

Λιμῷ τηκόμενος, δειναῖς βαλλόμενος, ἐξορίαις Παμμάκαρ ἀθλητικῶς, πάσχων ἐκαρτέρησας, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἀγαλλόμενος.

στράψας ἔνδοξε, τοῖς κατορθώμασι, τεθηγμένη ἐδείχθης οἷα Θεοῦ, μάχαιρα συγκόπτουσα, αἱρετικῶν τὰς μηχανάς, θείῳ Πνεύματι ῥωννύμενος.

Θεοτοκίον.

Λυχνία πάμφωτος, ἡ θεία τράπεζα, τοῦ Θεοῦ τὸ χωρίον ἡ κιβωτός, ῥάβδος ἡ βλαστήσασα, ἄνθος ἐν κόσμῳ τὸν Χριστόν, σὺ ἐδείχθης Μητροπάρθενε.

Τοῦ Ἀποστόλου.  Ὠδὴ ε

Τῶ θείῳ φέγγει σου.

Θυμὸν ἀνόμων μὴ πτοηθείς, μέσον ὡς ἀρνίον ἀληθῶς, Φίλιππε λύκων πεπόρευσαι, τούτους μεταπλάττων πρὸς τὴν εὐσέβειαν, τῆς χάριτος τῷ λόγῳ μακαριώτατε.

πὶ σφαγὴν ἤχθη ὡς ἀμνός, ὁ Ἐμμανουήλ, καθὼς φησίν, ὁ Ἡσαΐας ὁ ἔνθεος, ὅπερ ἐννοῆσαι μὴ σθένων Φίλιππε, ὁ ἱερὸς Εὐνοῦχος πρὸς σοῦ διδάσκεται.

ερολόγον σε Μαθητήν, ἕνα Διακόνων τῶν ἑπτά, ἐκλελεγμένον ἐπέγνωμεν, καὶ τῆς Ἐκκλησίας θεῖον θεμέλιον, καὶ πάντων τῶν ἐν σκότει, φωστῆρα Φίλιππε.

Θεοτοκίον.

Οἱ Θεοτόκον σε ἀληθῶς, καθομολογοῦντες πειρασμῶν, καὶ δυσχερῶν ἐξαιρούμεθα, σοῦ ταῖς πρὸς τὸν πάντων Θεὸν καὶ Κύριον, Παρθένε μεσιτείαις Θεοχαρίτωτε.

 

Τοῦ Ὁσίου. Ὁ αὐτὸς.

Ταῖς φωτοβόλοις σου ἀστραπαῖς , Πάτερ ἱερώτατε ἀχλύν, τὴν ζοφερὰν ἐξηφάνισας, τῶν αἱρετιζόντων θεογνωσίας φωτί, αὐγάζων διδαχαῖς σου, κόσμου τὰ πέρατα.

Τῶν δυσσεβῶν οἱ προασπισταί, σὲ τὸν ἀξιάγαστον ὄντα, δειναῖς αἰκίαις ἐτίτρωσκον. ὃν Ἀγγέλων τάξεις περιεπτύσσοντο, Χριστοῦ ὡς ἱεράρχην, καὶ θεῖον Μάρτυρα.

πήρξας Πάτερ φωτοειδής, τῶν πεπλανημένων ὁδηγός, ἀδικουμένων κυβέρνησις, τῶν σαλευομένων Πάτερ Θεόφανες, ἑδραίωμα καὶ τεῖχος ἀκαταμάχητον.

Θεοτοκίον.

καλλονὴ ἡ τοῦ Ἰακώβ, ἣν Θεὸς ἠγάπησε σαφῶς, καὶ κατοικεῖν ᾑρετίσατο, πιστῶν δὲ τὸ κλέος καὶ καταφύγιον, Παρθένε Θεοτόκε σὺ ἀναδέδειξαι.

Τοῦ Ἀποστόλου  Ὠδὴ ς

Τοῦ βίου τὴν θάλασσαν.

Ναμάτων τοῦ Πνεύματος, πληρωθεὶς ὡς ποταμός, θείας Ἐδὲμ πεπόρευσαι, προσεπικλύζων κύματι γαληνῷ, τῆς γῆς τὰ πληρώματα, καὶ ἀρδεύων καρδίας Ἀξιάγαστε.

νοίξας τὸ στόμα σου, ἐπληρώθης Μαθητά, πνευματικῆς συνέσεως, καὶ διανοίξας φάρυγγος πονηροῦ, τὴν πτύξιν ἀνέσπασας, ἀναρίθμητα πλήθη καὶ διέσωσας.

σχὺς καταβέβληται, ἀοράτου δυσμενοῦς, καὶ παντελῶς ἠφάνισται, σοῦ ἐν ἰσχὺϊ Πνεύματος τὸν Χριστόν, κηρύττοντος Φίλιππε, σταυρωθέντα καὶ ἔθνη προσκαλούμενον.

Θεοτοκίον.

Νομίμων τῆς φύσεως, δίχα τέτοκε Χριστόν, τὸν πλαστουργὸν τῆς φύσεως, καὶ ὑπὲρ φύσιν ἔμεινεν ἀληθῶς, παρθένος ἀμίαντος, ἡ Ἁγία σου Μήτηρ Ὑπεράγαθε.

Τοῦ Ὁσίου. Ὁ αὐτὸς.

πάρχων ὡς ἥλιος, θεαυγεὶς μαρμαρυγάς, παμμάκαρ ἐξαπέστειλας, ἀνυμνῶν τῶν Μαρτύρων τοὺς αἰκισμούς, στρεβλώσεις καὶ μάστιγας, καὶ τοὺς ξένους ἀγῶνας ἱεράρχα Χριστοῦ.

Τὴν πάναγνον Δέσποιναν, εὐφημῶν εἰλικρινῶς, τῇ γλώσσῃ σου Θεόφανες, ἐκελάδησας λόγους φωτοειδεῖς, πιστῶν τὰ συστήματα, καὶ σοφῶν τὰς καρδίας ἱλαρύνοντας.

Γραφείς σου τὴν πάνσεπτον, καὶ σεβάσμιον Σοφέ, ὄψιν τυράννων γράμμασιν, ἐξαλείφεις τὰ τούτων θεοστυγῆ, καὶ ἄθεα δόγματα, καταγγέλλων, τιμᾶσθαι τὴν εἰκόνα Χριστοῦ.

Θεοτοκίον.

πάντα βουλήματι, συστησάμενος Θεός, καὶ περιέχων Πάναγνε, περιγραφῇ τοῦ σώματος ἐν ταῖς σαῖς, ἀγκάλαις βαστάζεται, ὁ τῇ θείᾳ οὐσίᾳ ἀπερίγραπτος.

Ὁ Εἱρμὸς.

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ  κλύδωνι, τῷ  εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε.

Κοντάκιον τοῦ Ὁσίου.

Ἦχος δ

Ἐπεφάνης σήμερον.

νεφάνης Ὅσιε, τῇ Ἐκκλησίᾳ ὥσπερ ἄλλος ἥλιος, ταύτην φωτίζων ἀστραπαῖς , τῶν σῶν δογμάτων Θεόφανες, ὡς θυηπόλος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Συναξάριον.

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.

Στίχοι

ν περ διηκόνησας ἐν γῇ πραγμάτων,

ν οὐρανοῖς Φίλιππε μισθὸν λαμβάνεις.

Λειτουργὸς λάβε μισθὸν ἐν ἑνδεκάτῃ γε Φίλιππος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους, ἀδελφοῦ τοῦ Ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ.

Στίχοι

Γραπτὸς ἐν γῇ τὴν θέαν Θεοφάνης,

Καὶ κλῆσίν ἐστιν ἐκθανὼν Γραπτὸς πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηναΐδος καὶ Φιλονίλλας τῶν αὐταδέλφων.

Στίχοι

Εἰρηνικῶς ὕπνωσαν εἰρήνης φίλαι,

Φιλονίλλα Ζηναΐς τε αἱ δύο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου.

Στίχοι

Νεκτάριος οὐ τὸ τοῦ μύθου Λόγε,

ληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει.

Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας,

Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσθη πλέον.

σινὲς ἦραν πνεῦμα τὸ Σισινίου,

Οὐ συνιασθὲν μηχαναῖς  τῶν δαιμόνων.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἀποσπόλου  Ὠδὴ ζ

Δροσοβόλον μὲν.

πεβίβασεν ὡς ἵππον σε ταράσσοντα, ἐθνῶν θαλάσσας Φίλιππε, ὁ ὑπέρθεος, κεφαλὰς συνθλῶντα τῶν ἐχθρῶν, καὶ μέλποντα τούτῳ ἐμμελῶς· Εὐλογητὸς εἰ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σαφηνίζων τὸ πρὸ πάντων ἀποκείμενον, αἰώνων σὺ μυστήριον, μυστολέκτης τε, χρηματίσας Φίλιππε σοφέ, ἐμύησας ἔθνη καὶ λαούς, καὶ μυστηρίων ἐναγῶν ἐναπεκάθηρας.

φθης ἔνδοξος ἀστὴρ μέγιστε Φίλιππε, καὶ Τράλλης ἐγκαλλώπισμα, ἐν ᾗ τὸ σῶμα τὸ σεπτόν σου κείμενον τελεῖ, θαυμάτων παράδοξα σοφέ, εἰς φωτισμὸν τῶν εὐσεβῶς μακαριζόντων σε.

Θεοτοκίον.

Κυοφόρον σε Παρθένον ὀνομάζομεν, Μαρία Θεονύμφευτε, οἱ σῳζόμενοι διὰ σοῦ ἡμέρας καὶ νυκτός, ἐχθρῶν ἐπηρείας βλαβεράς, καὶ πειρασμῶν παντοδαπῶν, καὶ ψυχικῶν μολυσμῶν.

Τοῦ Ὁσίου.

Οἱ Παῖδες ἐν Βαβυλῶνι.

ρθοτομήσας τὸν λόγον, μαστίγων πεῖραν ὑπέμεινας, ἐξορίας πικρίας καὶ κακώσεις, κραυγάζων Θεόφανες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Οἱ ποταμοὶ σοι τῶν λόγων, τῶν μελιρρύτων Θεόφανες, τῶν ἀνθρώπων ψυχάς, εὐφροσύνης ἐνθέου ἐπλήρωσαν, ὑμνολογούντων ᾄσμασι, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.

Τον δρόμον σου ἱεράρχα, τετελεκὼς μεταβέβηκας, ἐν ὑψίστοις Χριστῷ, σὺν Ἀγγέλοις κραυγάζων Θεόφανες· Εὐλογητός εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

ν σοὶ τὸ μέγα ἐπράχθη, Παρθενομῆτορ μυστήριον, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν γαστρί σου σκηνώσας ἐπέφανεν, ᾧ γεγηθότες ψάλλομεν· Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τοῦ Ἀποστόλου   Ὠδὴ η

Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Λόγῳ θείῳ Παμμάκαρ καθάπερ ἅλατι, κεχρημένος τῆς πλάνης ἐναπεκάθηρας, σῆψιν χαλεπήν, καὶ καρδίας ὑγιώσας, σέβειν καὶ δοξάζειν, Χριστὸν εἷς τοὺς αἰῶνας.

στερέωντο βάσεις χωλῶν τῷ  λόγῳ σου, καὶ βοῶντα μεγάλῃ φωνῇ ἐξήρχετο, πνεύματα Σοφέ, τῶν ἐχόντων ἀκάθαρτα, φέρειν τὴν δοθεῖσαν, μὴ σθένοντά σοι χάριν.

Οἱ Σαμάρειαν πάλαι οἰκοῦντες Φίλιππε, τὸ τῆς χάριτος φέγγος ὑπὸ σοῦ δέχονται, βλέποντες πολλά, ἐκτελοῦντά σε θαύματα, Πνεύματος δυνάμει, πηγῆς τῶν χαρισμάτων.

Θεοτοκίον.

Σαλευθεῖσαν κακίᾳ τοῦ πολεμήτορος, τὴν ψυχήν μου Παρθένε ἁγνὴ στερέωσον, ἡ τὸν θεϊκῇ ἐπιβλέψει σαλεύοντα, πάντα δεξαμένη, καὶ μὴ σαλευομένη.

Τοῦ Ὁσίου.

Νόμων Πατρῴων.

Νόμων πατρῴων παμμακάριστε, τῆς ἀληθείας φέρων τὸν ἐννομώτατον, βασιλεύοντος κατέπτυσας, προσταγῆς ἀλογίστου, τοῦ ἀναιροῦντος Πάτερ τοῦ Κυρίου τὴν μορφήν, εὐσεβῶς κατασπάζεσθαι, ἣν λαβὼν ἐν τῷ κόσμῳ, ἐπέφανεν ἐκ Κόρης Παρθένου, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

νοῦς ὁ θεῖος ἡ τοῦ Πνεύματος, τοῦ παναγίου λύρα ἡ παναρμόνιος, ἀηδὼν ἡ καλλικέλαδος τῶν πιστῶν ἡ ἀκρότης, ὀρθοδοξίας στῦλος, καὶ ἑδραίωμα σοφέ, Ἐκκλησίας τὸ στήριγμα, Μοναζόντων τὸ κλέος Θεόφανες, Πατέρων ἡ δόξα, μέλπων ἀνεδείχθης, Χριστὸν εἰς τοὺς αἰῶνας.

μυροθήκη ἡ τοῦ Πνεύματος, τοῦ παναγίου Πάτερ σὺ ἀναδέδειξαι, προφορὰ τῶν μυριπνόων σου, καὶ σοφῶν διδαγμάτων, ἐξαφανίζεις πλάνης δυσωδεστάτην φθοράν, καὶ μυρίζεις τοῖς λόγοις σου τὴν σεπτὴν Ἐκκλησίαν, κραυγάζων ἀσιγήτως ἐν ὕμνοις· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Θεοῦ τὸ ὄρος τὸ πιότατον, ὃ  ὁ προπάτωρ πάλαι Δαυῒδ προέγραψε, μελῳδῶν προφητικώτατα, σὺ ἐδείχθης Παρθένε, ἐξ οὗ ἐτμήθη, λίθος ὁ ἀκρόγωνος Χριστός, καὶ συνέτριψεν ἅπασαν, τὴν ἰσχὺν τῶν εἰδώλων· αὐτὸν ἀκαταπαύστως ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

Τοῦ Ἀποστόλου   Ὠδὴ θ

Θεὸν ἀνθρώποις.

δων τὰ πάλαι σοὶ ἐλπιζόμενα, καὶ τοῦ Θεοῦ λαβὼν τὴν βασιλείαν ἀσάλευτον, περὶ ἧς τοὺς ἀνθρώπους ἐδίδαξας, Φίλιππε θεηγόρε, τέρπου καὶ χόρευε, θείου ἀπολαύων, φωτισμοῦ καὶ παρακλήσεως.

ς φῶς ὡς ἄστρον ὡς μέγας ἥλιος, φωτιστικαῖς  ἀκτῖσιν οἰκουμένην ἐπέδραμες, διαγγέλλων τὸ ἔνθεον κήρυγμα· Τράλλην δὲ τῆς, Ἀσίας, πόλιν ἐπέφθασας, ἧς ἐπιτροπεύσας, ἐν αὐτῇ Μάκαρ κεκοίμησαι.

Σταυρὸν καὶ θάνατον καὶ τὴν ἔγερσιν, τοῦ Λυτρωτοῦ τοῖς πέλας καὶ τοῖς πόρρω κατήγγειλας, οὐρανὸς χρηματίσας κατάστερος, θείαις φωτοχυσίαις ἀγλαϊζόμενος, Φίλιππε Ἀποστολε, Χριστοῦ ἀξιοθαύμαστε.

γῆ τὸ σῶμά σου τὸ πολύαθλον, μαρμαρυγὰς ἐκπέμπον ἰαμάτων ἐκάλυψεν, οὐρανὸς δὲ τὸ ἅγιον πνεῦμά σου, μετὰ τῶν Ἀποστόλων φέρει γηθόμενον, μεθ' ὧν ἡμῶν μέμνησο Σοφέ, τῶν εὐφημούντων σε.

Θεοτοκίον.

Φωνὴν προσάγει σοι χαριστήριον, πᾶσα πνοὴ βοῶσα χαρμοσύνως καὶ λέγουσα· Χαῖρε θρόνε Ὑψίστου πυρίμορφε· χαῖρε Θεοῦ χωρίον εὐρυχωρότατον, χαῖρε Ἀποστόλων, εὐπρεπὲς Ἁγνὴ στεφάνωμα.

Τοῦ Ὁσίου.

Ἀπορεῖ πᾶσα γλῶσσα.

περμαχοῦντα ὑπὲρ τῆς Χριστοῦ Ἐκκλησίας, ὁ βροτοκτόνος βλέπειν οὐκ ἰσχύων σε, πειρασμοὺς σοι ἐπεκτείνει, ὅμως ἀκλινὴς μεμένηκας, ἀνδρειοφρόνως πρὸς βασιλεῖς σκαιούς, ἀνθιστάμενος καλῶς, πείθων προσκυνεῖν τὴν εἰκόνα Χριστοῦ Θεόφανες.

Τῶν σῶν ἀγώνων εἴληφας ἀξίως τὰ γέρα, καὶ στεφηφόρος, νῦν ἐν Οὐρανοῖς μετ' Ἀγγέλων συνευφραίνῃ, ἔνθα Προφητῶν τὸ σύστημα, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων ὄντως στράτευμα μάκαρ, ἔνθα Πατριαρχῶν αἱ χορεῖαι Πάτερ Θεόφανες.

Μὴ ἐπιλάθῃ ἐν ταῖς πρὸς Θεόν σου πρεσβείαις, τῶν ἐκτελούντων, σοῦ τὴν πανσεβάσμιον ἡμέραν ἱεράρχα, πάσης ἀπειλῆς λυτρούμενος, ἀπαγωγῆς τε δεινῆς τῶν ἐναντίων, καὶ θλίψεων πολλῶν, σῴζων καὶ περιέπων ἐκ βλάβης, Πάτερ Θεόφανες.

Θεοτοκίον.

περμαχοῦσα Ἄνακτι πιστῶς, ἐν πολέμοις κατὰ βαρβάρων, δίδου νικητήρια Παρθένε Θεοτόκε, σκέπουσα παντοίας βλάβης ἐχθρῶν εὐλογημένη, δεδοξασμένη Μῆτερ, ἀπείρανδρε Κόρη, ἵνα τὸν σὸν Υἱὸν ἀνυμνοῦντες, σὲ  μεγαλύνωμεν.

Ὁ Εἱρμὸς.

πορεῖ πᾶσα γλῶσσα εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε   Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Τοὶς Μαθηταῖς.

θυτενεῖς ποιούμενος, ὁ Κανδάκης Εὐνοῦχος, τὰς τρίβους ἐπὶ ἅρματος, Ἡσαῒου τὴν βίβλον, ἀναγινώσκων ἠπόρει, ὃν ὁ Φίλιππος φθάσας, ὑπὸ τοῦ θείου Πνεύματος, τῶν ἀπόρων τὴν λύσιν, μυσταγωγεῖ, καὶ βαπτίσας, κήρυκα ἀποστέλλει, τῆς Ἰησοῦ Θεότητος, πάσῃ Αἰθιοπίᾳ.

Ἕτερον τοῦ Ὁσίου, καὶ Θεοτοκίον, ὁμοῦ.

Τῶ τοῦ Χριστοῦ νῦν βήματι, παρεστὼς ἱεράρχα, μετὰ τῆς Θεομήτορος, καὶ πανάγνου Παρθένου, ἐκδυσωπῶν μὴ ἐλλίπῃς, νίκην κατὰ βαρβάρων, τῷ  σταυροφόρῳ Ἄνακτι, καὶ εἰρήνην τῷ  κόσμῳ, καὶ ψυχικήν, σωτηρίαν πάνσοφε τοῖς τελοῦσι, τὴν μνήμην σου Θεόφανες, δοῦναι τὸν Εὐεργέτην.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Καὶ τὰ ἄλλα κατὰ τὴν τάξιν αὐτῶν, καὶ Ἀπόλυσις.