The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΑ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, καὶ τῆς Ἁγίας Μάρτυρος Στεφανίδος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Στουδίτου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων.

Ἦχος πλ. δ

Ὢ τοῦ παραδόξου θαύματος.

Πάθος Μηνᾶ ἐκμιμούμενος, τοῦ ἀπαθοῦς σεαυτόν, ὡς ἀρνίον παρέδωκας, πρὸς σφαγὴν ἑκούσιον, Ἀθλοφόρε πανεύφημε· θυμὸν ἀρχόντων οὐκ ἐδειλίασας· σαρκὸς αἰκίσεις οὐ κατενάρκησας· Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ὧν πρὸς γῆν, Μάρτυς καταβέβληκας, τὸν ὑπερήφανον.

Μάστιξι καταξαινόμενος, καὶ ἐπὶ ξύλου ὡς πρίν, ὁ Δεσπότης τεινόμενος, καὶ σιδήρῳ πάντοθεν, τὰς πλευρὰς δαπανώμενος, οὐκ ἐξηρνήσω Χριστοῦ τὸ ὄνομα, πρός τοῦτο ἔχων ψυχῆς τὰ ὄμματα, ᾧ συντονώτατα, ἀτενίζων Ἅγιε, τὰ τῆς σαρκός, ἔφερες ἐπίπονα, Μηνᾶ μακάριε.

Μάρτυς Μηνᾶ παναοίδιμε, σὺ τὴν τοῦ κόσμου ἀχλύν, καὶ στρατείαν ἐπίκηρον, καὶ εἰδώλων σκότωσιν, ἀσεβῶν τε συνέδρια, τῇ ἀγαπήσει Χριστοῦ κατέλιπες, στρατολογίᾳ συναριθμούμενος, τῶν ἐκλεκτῶν αὐτοῦ· ὅθεν καὶ ἀήττητος, παναληθῶς, Μάρτυς ἀνεδέδειξαι, ὑπὲρ αὐτοῦ ἐναθλῶν.  

Καὶ τοῦ Ὁσίου, ὅμοια.

Πάτερ ἀληθῶς φερώνυμε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσι Θεόδωρε, καὶ πλεονάσας μάκαρ τὸ τάλαντον, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον καλούσης σε, τοῦ νυμφῶνος, ἔνθα νῦν , περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἐμφανιζόμενος.

Πάτερ Πατέρων Θεόδωρε, σὺ Μοναζόντων πληθύν, τῷ Χριστῷ προσενήνοχας, σωτηρίας αἴτιος, γεγονὼς χριστομίμητος, διδασκαλίαις ἀγλαϊζόμενος, καὶ προστασίαις ψυχῶν κοσμούμενος, στόμα δεικνύμενος, τοῦ Κυρίου πάνσοφε, προφητικῶς, ᾧ νῦν παριστάμενος, ἡμῶν μνημόνευε.

Χάρις δαψιλὴς τοῦ Πνεύματος, ἱερομύστα σαφῶς, ἐξεχύθη σοῖς χείλεσι, καὶ πηγὴν ἀνέβλυσε, διδαγμάτων Θεόδωρε, τῆς εὐσεβείας δείξασα πρόμαχον, τῆς ἀληθείας σφοδρὸν συνήγορον, στῦλον ἑδραίωμα, ὀρθοδόξου πίστεως, μοναδικοῦ, βίου ἀκριβέστατον, κανόνα πάνσοφε.

Δόξα... Ἦχος πλ. β  Βυζαντίου.

Πάλιν ἡμῖν ἡ ἐτήσιος μνήμη, τῶν τοῦ κόσμου φωστήρων ἀνέτειλε, Μηνᾶ τε καὶ Βίκτωρος καὶ Βικεντίου, τῶν πιστῶν τὰς καρδίας φωτίζουσα, τοῖς ὑπὲρ Χριστοῦ διὰ σταυροῦ αὐτῶν ἀγωνίσμασι, διὸ τὸν ἐν δόξῃ καὶ τιμῇ στεφανώσαντα αὐτούς, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐν ὕμνοις τιμήσωμεν.

Καὶ νῦν ... Θεοτοκίον.

Τριήμερος ἀνέστης.

Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε μόνη Μήτηρ Θεοῦ, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἢ Σταυροθεοτοκίον.

Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος καὶ ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ ἐτιτρώσκετο.

Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια τῶν Μαρτύρων.

Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τοῖς τριβόλοις κεντούμενος, τοῖς βουνεύροις τυπτόμενος, τῷ  πυρὶ τὸ σῶμά σου δαπανώμενος, οὐκ ἐξηρνήσω τὸ ὄνομα, Χριστοῦ τὸ σωτήριον, οὐχ ἡττήθης λογισμῷ οὐ ξοάνοις ἐπέθυσας, ἀλλὰ γέγονας, ἐθελόθυτον θῦμα καὶ θυσία, καθαρά τε καὶ τελεία, Μάρτυς Μηνᾶ τῷ  Δεσπότῃ σου.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ  λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

φθαλμοὺς ἐκκεντούμενος, καὶ ἐν ξύλῳ κρεμάμενος, καὶ λαμπάσι πάντοθεν φλογιζόμενος, καὶ ἀπηνείᾳ δικάζοντος, τὰ νεῦρα τεμνόμενος, καὶ τῷ  ξίφει κεφαλήν, ἀφαιρούμενος ἔχαιρες, Βίκτωρ ἔνδοξε, Ἀθλητὰ τοῦ Σωτῆρος ὁ νικήσας, τοῦ ἐχθροῦ τὰς παρατάξεις, τῇ συνεργείᾳ τοῦ Πνεύματος.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

στεφάνωσε Κύριος, τῶν χαρίτων στεφάνῳ σε, Στεφανὶς πολύαθλε· ἑκουσίως γάρ, σαυτὴν βασάνοις ἐκδέδωκας, ψυχῆς γενναιότητι, προσδεθεῖσα δὲ δυσίν, ἐμερίσθης τοῖς φοίνιξι, καὶ ἐπέτασας, πρὸς Θεὸν ὡς στρουθίον τὸ σαρκίον, ἐν χερσὶ καταλιποῦσα, τῶν θηρατῶν ἀξιάγαστε.

Δόξα... Ἦχος πλ. β

σιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμων.

Καὶ νῦν ... Θεοτοκίον.

Τριήμερος ἀνέστης.

Τὸ ὄμμα τῆς καρδίας μου, ἐκτείνω πρὸς σὲ Δέσποινα, μὴ παρίδῃς, τὸν πικρόν μου στεναγμόν. Ἐν ὥρᾳ ὅταν κρίνῃ, ὁ σὸς Υἱὸς τὸν κόσμον, γενοῦ μοι σκέπη καὶ βοήθεια.

Ἢ Σταυροθεοτοκίον.

ρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα. Τὶ τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγὲ;

Ἀπολυτίκιον τοῦ Ἁγίου Μηνᾶ.

Ἦχος δ  Ταχὺ προκατάλαβε.

Στρατείαν κατέλιπες τὴν κοσμικήν, ἀθλητά, οὐράνιον εἴληφας τὴν κληρουχίαν, σόφε, καὶ στέφος ἀμάραντον, δόξαν ἀποδιώξας βασιλέως γηΐνου, ἄθλους δὲ διανύσας μαρτυρίου γενναίου. Διό, μεγαλομάρτυς Μηνᾶ, πρέσβευε σωθῆναι ἡμᾶς.

Τῶν Μαρτύρων.

Ἦχος δ  Ταχὺ προκατάλαβε.

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ τοῦ Ὁσίου  Ἦχος πλ. δ

ρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Θεόδωρε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, Λύρα τοῦ Πνεύματος· πρέσβευε Χριστῷ τῷ  Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμών.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, ἀναγινώσκονται οἱ Κανόνες, εἰς τῆς Ὀκτωήχου, καὶ οἱ παρόντες δύο τῶν Ἁγίων.

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.

Ὠδὴ α   Ἦχος δ

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ    Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Τιμῶντι τὴν μνήμην σου, καὶ τοὺς γενναίους ἀγῶνάς σου, Μηνᾶ παναοίδιμε, αἴγλην ἐξ ὕψους μοι, φωτοδότιδα, πεμφθῆναι ἐκδυσώπει, τὸ νέφος διώκουσαν τῆς ἀγνωσίας μου.

δεῖν ἐφιέμενος, ἀθανασίαν τὴν μέλλουσαν, θανεῖν τιμωρούμενος, Μάρτυς ἠγάπησας, τοῦ τὸν θάνατον, θανάτῳ καθελόντος, τὸ πάθος μιμούμενος, Μηνᾶ Μακάριε.

Μὴ φέρων Ἀοίδιμε, Θεὸν ὁρᾶν ὑβριζόμενον, ἐμάκρυνας ὄρεσιν, ἐνδιαιτώμενος, καὶ πρὸς ἄθλησιν, σαυτὸν καὶ πρὸς ἀγῶνας, γυμνάζων οὓς ἤνυσας, γνώμης στερρότητι.

Θεοτοκίον.

ς ἔμψυχος τράπεζα, ἄρτον χωρεῖς τῆς ζωῆς ἡμῶν, ὡς βάτος βαστάσασα, οὐ κατεφλέχθης τὸ πῦρ, καὶ ὦς ἄμπελος, ἀπότιστος βλαστάνεις, τὸν βότρυν Πανάμωμε, τόν ἀγεώργητον.

Ὁ Κανὼν τοῦ Ὁσίου, ἔχων Ἀκροστιχίδα

Τὸν κλεινὸν Θεόδωρον ἐν ᾄσμασι τοῖσδε γεραίρω.

Θεοφάνους.

Ὠδὴ α   Ἦχος πλ. δ

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ  Θεῷ ἀναμέλποντα.

Ταῖς φωτοβόλοις ἀστραπαῖς τοῦ Πνεύματος, καταλαμπόμενος, ὁλολαμπὴς στῦλος, Πάτερ ἐχρημάτισας, καθοδηγῶν Θεσπέσιε, πρὸς τὴν γῆν θεοφρόνως, ἐπαγγελίας τούς σπεύδοντας, μύστα τῶν ἀρρήτων Θεόδωρε.

λοσχερῶς ταῖς ἀνενδότοις νεύσεσι, πρὸς τὸν Θεὸν ἐκδημῶν, πρὸ τελευτῆς ὤφθης, ζωηφόρον νέκρωσιν, ἐνδεδυμένος Ὅσιε, καὶ ζωὴν τὴν ἀγήρω, νῦν ἐπαξίως ἀπείληφας, Πάτερ θεοφόρε Θεόδωρε.

Νενικηκὼς τὰ τῶν παθῶν σκιρτήματα, τὰς τῶν τυράννων ὁρμάς, νεανικῶς Μάκαρ, πάσας ἐξεφαύλισας, πεπαρρησιασμένῃ ψυχῇ, τοῦ Χριστοῦ τὴν εἰκόνα, τιμᾶν διδάσκων Θεόδωρε, καὶ τὰ τῶν Ἁγίων μορφώματα.

Κεκαθαρμένῃ διανοίᾳ πάνσοφε, ταῖς θεοπνεύστοις Γραφαῖς, προσομιλῶν πλοῦτον, ἀρετῶν συνήθροισας, καὶ εὐσεβείας δόγματα, θεωρίαν πλουτήσας, καὶ βίου μάκαρ λαμπρότητα, λάμψας ἀμφοτέρωθεν Ὅσιε.

Θεοτοκίον.

Λόγον Θεοῦ σωματωθέντα τέτοκας, τὸν πρὶν ἀσώματον, θεανδρικῶς κόσμῳ, συναναστρεφόμενον, ὑπερφυῶς πανάμωμε, Θεοτόκε Παρθένε· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.

Τῶν Μαρτύρων.

Ὠδὴ γ

Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου Φιλάνθρωπε.

Σεσοβημένος, τοῖς πανσόφοις σου λόγοις ὁ τύραννος, σὲ μαστίζει ἀφειδῶς, ὠμοῖς βουνεύροις οἰόμενος, τούτοις κατακάμπτειν σε, Μηνᾶ μακάριε.

νατενίζων, νοεροῖς ὀφθαλμοῖς πρὸς τὸν Κύριον, τῆς σαρκὸς τὰ δυσαχθῆ, βασάνων βάρη ὑπέφερες, γνώμης γενναιότητι, Μηνᾶ θαυμάσιε.

Μὴ δειλιάσας, τῶν βασάνων τὸ λίαν ἐπίπονον, πνέων ζήλου θεϊκοῦ, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, κράζων· Μὴ ζητούμενος, ἦλθον αὐτόκλητος.

Θεοτοκίον.

δου πυλῶν με, ὁ ἐκ σοῦ σαρκωθεὶς ἀνηγάγετο, ξύλου βρώσει πονηρᾷ, θανατωθέντα Πανάμωμε, θάνατον ἑκούσιον, καταδεξάμενος.

Τοῦ Ὁσίου.

Ὁ στερεώσας κατ' ἀρχὰς.

Νενευρωμένος τοῦ Χριστοῦ, Παμμάκαρ τῇ παντευχίᾳ, τῶν πληγῶν τὰς ἀλγηδόνας ὑπέστης, μαστιζόμενος δεινῶς, καὶ σκότει καθειργνύμενος, ὡς κοινωνὸς δὲ πάθους, καὶ βασιλείας γεγένησαι.

Θεοφορούμενος σαφῶς, καὶ ζήλῳ πεπυρσευμένος, τὰς βεβήλους διδαχὰς τῶν ἀφρόνων, διαλέλυκας ταῖς  σαῖς, διδασκαλίαις Πάνσοφε, τὴν ἐκ Θεοῦ χάριν, Θεόδωρε κατεπλούτησας.

ν θεωρίαις πρακτικός, ἐν πράξεσι θεολόγος, ἐχρημάτισας Θεόδωρε Πάτερ, ἀσκητὴς διδακτικός, Ἱερομάρτυς ἔνδοξος, ὀρθοδοξίας στῦλος, τῆς Ἐκκλησίας ἑδραίωμα.

Θεοτοκίον.

συναΐδιος Πατρί, καὶ Πνεύματι Θεός, Λόγος, ἀναπλάσαι βουληθεὶς τὸν γενάρχην, καθ' ὑπόστασιν αὐτόν, ἐκ σοῦ Ἁγνὴ συνέλαβεν, ἁγιωτέραν πάντων, σὲ Θεομῆτορ εὑράμενος.

Ὁ Εἱρμὸς.

στερεώσας κατ' ἀρχάς, τους οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν  ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε φιλάνθρωπε.

Κοντάκιον τοῦ Ὁσίου.

Ἦχος β  Τὰ ἄνω ζητῶν.

Τὸν ἀσκητικόν, ἰσάγγελόν τε βίον σου, τοῖς ἀθλητικοῖς, ἐφαίδρυνας παλαίσμασι, καὶ Ἀγγέλοις σύσκηνος, θεομάκαρ ὤφθης Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ  Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Κάθισμα τοῦ Μάρτυρος.

Ἦχος πλ. δ  Τὴν Σοφίαν.

τὸ πρὶν ἀγνωσίας σκότει δεινῷ, κρατουμένη θεόφρον, Μάρτυς Μηνᾶ, Αἴγυπτος ἀνέτειλε, σὲ φωστῆρα παγκόσμιον, ἀθεΐας νύκτα, συντόνως ἐλαύνοντα, ταῖς βολίσι Μάκαρ, τῶν θείων ἀγώνων σου· ὅθεν τὴν φωσφόρον, καὶ σεπτήν σου ἡμέραν, φαιδρῶς ἑορτάζοντες, ἐκτενῶς σοι κραυγάζομεν, Ἀθλητῶν ἐγκαλλώπισμα, πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Τοῦ Ὁσίου.

Ἦχος γ  Θείας πίστεως.

Θεῖα δόγματα καταπλουτήσας, πίστιν ἔσωσας Ὀρθοδοξίας, προκινδυνεύσας ὑπὲρ ταύτης Θεόδωρε, ἐν ἐξορίαις ἀθλήσας καὶ μάστιξιν, ἐν φυλακαῖς καρτερήσας τὴν κάκωσιν· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Θεοτοκίον.

Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον.

ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομῆτορ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

Τῶν Μαρτύρων.

Ὠδὴ δ

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ    δυνάμει σου.

αντισμῷ σου τῶν αἱμάτων, κατεσβέσθησαν ἄνθρακες, τῆς πολυθεΐας, φάλαγξ τῶν δαιμόνων βεβύθισται, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, κατηρδεύθη δέ, Ἀθλοφόρε παμμάκαρ, Μηνᾶ ἀξιάγαστε.

Τῇ ἐν ξύλῳ ἀναρτήσει, εἰκονίζεις τὸ πάθημα, τοῦ Σταυροῦ τὸν ὄφιν, Μάρτυς τὸν πικρὸν θανατώσαντος, τοὺς δὲ ξεσμοὺς ὑπομένεις, προξενοῦντάς σοι, ἀπολαύσεις, τὰς ἐν οὐρανοῖς γενναιότατε.

πὲρ φύσιν ἀλγηδόνων, Ἀθλητὰ πεῖραν ἔλαβες· ὁ γὰρ θεῖος ἔρως, σοῦ κατακρατήσας τῆς φύσεως, λήθην Μηνᾶ ἐνεποίει, ἐρεθίζων σε, ἐπεκτείνεσθαι, πρὸς αἰκισμούς ἀγαλλόμενον.

Θεοτοκίον.

Σαρκωθέντα ἀπορρήτως, τὸν Θεὸν ἀπεκύησας, ἐκ τῶν σῶν αἱμάτων, οἶκον ἑαυτῷ δομησάμενον, τὸν ἐν δυσὶ ταῖς οὐσίαις καὶ θελήσεσι, γνωριζόμενον, θεοπρεπῶς Ἀπειρόγαμε.

Τοῦ Ὁσίου.

Σύ μου ἰσχὺς.

Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμε, ταῖς  πλουσίαις, χάρισι λαμπόμενος, ὡς τὴν πηγήν, ἔχων ἀληθῶς, τῶν ἀπαυγασμάτων, τῶν τῇ δε μάκαρ Θεόδωρε· ἐντεῦθεν Διδασκάλων, Ἀσκητῶν καὶ Μαρτύρων, συγχορεύειν τοῖς δήμοις ἠξίωσαι.

τῆς στερρᾶς, καὶ καρτερᾶς σου ἐντάσεως! ᾗ τυράννων, θράσος κατεπάτησας, δι' ἦς σαφῶς, σὺ τὴν ὑπὲρ νοῦν, τῆς ἀγαθαρχίας ἐσχάτην μακαριότητα, κατέλαβες θεόφρον, ἀσωμάτοις συμψάλλων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ῆμα Θεοῦ, σοὶ ἐνοικῆσαν φανότατα, τῶν δογμάτων, πάνσοφε Θεόδωρε, τοὺς ποταμοὺς βρύει δαψιλῶς, οἷς νῦν  ἐντρυφῶντες, οἱ φοιτηταί σου θεόπνευστε, βοῶμεν εὐχαρίστως, ἐν φωναῖς ἀσιγήτοις, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Θεοτοκίον.

λον ἐν σοί, ἀνακαινίζει τὸν ἄνθρωπον, ὅλως ὅλῳ, Πάναγνε ἑνούμενος, ὁ πατρικούς, κόλπους μὴ λιπών, καὶ τὴν σὴν γαστέρα, οἰκῆσαι καταδεξάμενος, ὁ πλούτῳ εὐσπλαγχνίας, ἑκουσίως πτωχεύσας, καὶ πλουτήσας τὸν κόσμον Θεότητι.

Τῶν Μαρτύρων.

Ὠδὴ ε

σεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σὲ Μονογενές, Πατρικῆς ἀπαύγασμα δόξης θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε.

Μαρτυρίου ἤστραψας, φαιδρῶς μαρμαρυγαῖς, ἀμαυρώσας τὴν ζοφεράν, ἀθεΐαν πάνσοφε, καὶ κατεφώτισας, τῶν πιστῶν πληρώματα, Ἀθλητὰ Μηνᾶ πανεύφημε.

φανίσθη ἅπασα, ἐπίνοια ἐχθρῶν, τῇ στερρᾷ σου ὑπομονῇ, οὐ λιμὸς οὐ μάστιγες, οὐδὲ κατάφλεξις, οὐ τριβόλων κάκωσις, σοῦ τὸ πρόθυμον ἠμαύρωσε.

Θεοτοκίον.

Νεουργεῖ φθαρέντα με, τικτόμενος ἐκ σοῦ, ὑπὲρ φύσιν ὁ λυτρωτής, παλαιᾶς κατάρας με, ἐκλυτρωσάμενος, Θεομῆτορ ἄχραντε, ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.

Τοῦ Ὁσίου.

Ἵνα τί με ἀπώσω.

Νοῦν ψυχήν τε καὶ σῶμα, λόγῳ καθηράμενος, ναὸς πανέντιμος, τοῦ Θεοῦ τῶν ὅλων, ἐχρημάτισας Πάτερ Θεόδωρε, εὐωδίας θῦμα, ὅλον σαυτὸν Χριστῷ προσφέρων, ἱερεύς καὶ θυσία γενόμενος.

λλαμπόμενος μάκαρ, αἴγλῃ τῇ τοῦ Πνεύματος, πᾶσιν ἀπήστραψας, θεολόγῳ γλώσσῃ, τῆς Τριάδος τὸ φέγγος τὸ ἄχραντον, τῆς σαρκώσεώς τε, τῆς ὑπὲρ νοῦν τοῦ Θεοῦ Λόγου, τὸ ἀπόρρητον Πάτερ μυστήριον.

Νοερῶς τοῖς Ἀγγέλοις, νῦν  συναυλιζόμενος, Χριστὸν δυσώπησον, τῶν παθῶν ῥυσθῆναι, καὶ κινδύνων τοὺς σὲ μακαρίζοντας, καὶ τὴν σὴν τιμῶντας, πανευκλεῆ καὶ θείαν μνήμην, παμμακάριστε μάκαρ Θεόδωρε.

Θεοτοκίον.

νεκφράστῳ Παρθένε, τρόπῳ ἐνοικήσας σοι, ἄνθρωπος γίνεται, ὁ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀναλάμψας τὸν δ' ἄνθρωπον, ἐκ φθορᾶς λυτροῦται, καὶ πρὸς ζωὴν καὶ ἀφθαρσίαν, ἐπανάγει ὡς μόνος φιλάνθρωπος.

Τῶν Μαρτύρων.

Ὠδὴ ς

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

νάλγητος, διαμένεις πυρὶ δαπανώμενος, καὶ τριχίνοις, τὰς πλευρὰς προστριβόμενος ῥάκεσιν· ἡ γὰρ θεία χάρις, συμπαροῦσα Μηνᾶ σε ἐνίσχυσε.

Παρίστασο, πρὸ βημάτων τυράννων κρινόμενος, καὶ τὴν πλάνην, στηλιτεύων Μηνᾶ παναοίδιμε, σεαυτὸν δὲ στήλην, εὐσεβείας πιστοῖς παρεχόμενος.

δρῶτί σου, τῶν ἀφώνων τὴν πλάνην ἐξήρανας, τῶν εἰδώλων, σεαυτὸν δὲ ναὸν ᾠκοδόμησας, τῆς σεπτῆς Τριάδος, Ἀθλοφόρε Μηνᾶ ἀξιάγαστε.

Θεοτοκίον.

άτρευσον, τὰ ἀνίατα πάθη Πανάμωμε, τῆς ψυχῆς μου, τῇ μοτώσει τῆς σῆς ἀγαθότητος, ἀγαθὸν Σωτῆρα, τὸν Χριστὸν τοῖς ἐν κόσμῳ κυήσασα.

Τοῦ Ὁσίου.

Ἱλάσθητί μοι.

Σωφρόνως σου τὴν ζωήν, Θεόδωρε μάκαρ ἤνυσας, δικαιοσύνῃ σαφῶς, ἀνδρείᾳ φρονήσει τε, τερπνότατον ὄχημα, ἀρετῶν ἡρμόσω, σεαυτῷ θεόφρον, Ὅσιε.

Μυρίζουσιν εὐπρεπῶς, δογμάτων οἱ θεῖοι λόγοι σου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, αἱρέσεων ἅπαντας, ἀνάγουσι Πάνσοφε, τῆς ὀρθοδοξίας, πρὸς μετάρσιον ἀκρότητα.

νέτειλέ σοι τὸ φῶς, καὶ τούτου Πάτερ ἡ σύζυγος, νῦν  εὐφροσύνη σαφῶς· ὡς φοίνιξ γὰρ ἤνθησας, Παμμάκαρ Θεόδωρε, καὶ καθάπερ κέδρος, ἐπληθύνθης ἀξιάγαστε.

Θεοτοκίον.

Σωθείημεν διὰ σοῦ, θεογεννῆτορ Πανάμωμε, καὶ τύχοιμεν ἀληθῶς, τῆς θείας ἐλλάμψεως, Θεοτόκε Ἄχραντε, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Ὁ Εἱρμὸς.

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον τοῦ Μάρτυρος.

Ἦχος δ   Ἐπεφάνης σήμερον.

Τῆς στρατείας ἥρπασε, τῆς ἐπικήρου, καὶ ἀφθάρτου ἔδειξε, σὲ Ἀθλοφόρε κοινωνόν, Μηνᾶ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ τῶν Μαρτύρων ἀκήρατος στέφανος.

 Ὁ Οἶκος.

Μεγάλης πρόξενος ἡμῖν, ὑπάρχει θυμηδίας, ἡ μνήμη τῶν Μαρτύρων, κατὰ παθῶν ἀνδρείαν, καὶ ἀριστείαν κατ' ἐχθρῶν ἐπιδεικνυμένη, ἐν φαιδρᾷ καὶ προσηνεῖ ὁμολογίας χάριτι· Δεῦτε οὖν ἐν ταύτῃ, φιλέορτοι πάντες εὐφρανθῶμεν, τῆς προσκαίρου εὐφροσύνης τὴν κρείτονα καὶ τελεωτέραν, Μηνᾶ τοῦ Ἀθλητοῦ τὴν μνήμην τελοῦντες, καὶ λαμβάνοντες παθῶν δῶρον τὴν λύσιν, τούτων δὲ δοτήρ, Χριστὸς ὁ Θεὸς ὑπάρχει, ὁ τῶν Μαρτύρων ἀκήρατος στέφανος.

Συναξάριον.

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ ἐν τῷ Κοτυαείῳ.

Στίχοι

Αἴγυπτος ὄντως, εἰ τέκοι, τίκτει μέγα.

Τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει.

Μηνᾶς ἑνδεκάτῃ ἔτλη ξίφος γηθόσυνος κῆρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίκτωρος.

Στίχοι

Οὐ δειλιῶν ἦν οὐδὲ Βίκτωρ πρὸς ξίφος,

Πᾶσαν μακρὰν που καρδίας θεὶς δειλίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βικεντίου Διακόνου.

Στίχοι

Βληθεὶς ὁ Βικέντιος ἐν φρουρᾷ φέρει.

Λυθεὶς δὲ φρουρᾶς σαρκικῆς ἄνω τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Στεφανίδος.

Στίχοι

Δένδροις Στεφανὶς προσδεθεῖσα φοινίκων,

Τῶν Μαρτύρων ἤνθησεν ὡς φοίνιξ μέσον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Θεοδώρου, Ἡγουμένου τοῦ Στουδίου.

Στίχοι

Πολλὰς ἀμοιβάς, Θεόδωρε Τρισμάκαρ,

Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα.

Τοῦ Ἁγίου καὶ μακαρίου Μαξίμου τοῦ διὰ Χριστὸν Σαλοῦ, τοῦ ἐν Μόσχᾳ θαυματουργοῦ Ῥώσσου.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῶν Μαρτύρων.

Ὠδὴ ζ

διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός  εἶ.

Συναπεβάλου ταῖς  πληγαῖς, σὺ τοὺς δερματίνους χιτῶνας, τῆς ἁμαρτίας, καὶ στολὴν ἐνεδύσω μηκέτι παλαίωσιν δεχομένην Μακάριε, ἣν ἐξύφανεν ἡ χάρις ἐπιφανεῖσα.

Τῇ πυρπολήσει τῶν πολλῶν, Μάρτυς καὶ σεπτῶν σου ἀγώνων, ἡ ἀκανθώδης πονηρά, ἀθεΐα τεφροῦται αἱμάτων τε, ταῖς ῥοαῖς ἀποσβέννυται, ἀγνωσίας ἐπηρμένη πυρὰ Παμμάκαρ.

χων ἀφθόνους δωρεάς, καὶ θαυματουργίας πηγάζεις, τοῖς τὴν σεπτήν σου ἑορτήν, ἐκτελοῦσι Μηνᾶ ἀξιάγαστε, καὶ συμπράττεις τοῖς ψάλλουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Θεοτοκίον.

Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν, αἱ Δυνάμεις βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας Εὐλογημένη.

Τοῦ Ὁσίου.

Θεοῦ συγκατάβασιν.

δὼν ὁ προγνώστης σου, τῆς διανοίας τὴν καθαρότητα, λογικῶν σε προβάτων, καθηγεμόνα Πάτερ προβάλλεται, ᾧ νῦν  παμμάκαρ, κραυγάζεις Θεόδωρε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὸ θεῖον εἰκόνισμα, μορφῆς τρισμάκαρ τῆς ἀνθρωπίνης Χριστοῦ, προσκυνῶν διετέλεις, τοῖς θεομάχοις ἀντιταττόμενος, μέχρι θανάτου, καὶ ψάλλων Θεόδωρε· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

λόγος σου ἅλατι, διηρτυμένος ὤφθη Θεόδωρε, καὶ ὁ βίος σου Πάτερ, λελαμπρυσμένος αἴγλῃ τοῦ Πνεύματος, ᾧ νῦν  ἀστράπτων, βοᾷς ἀγαλλόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

δοὺ νῦν  πεπλήρωται, Δαυΐδ τοῦ θείου ἡ θεία πρόρρησις, λιτανεύουσιν ὄντως, τῷ  σῷ προσώπῳ Θεογεννῆτορ Ἁγνή, οἱ κεκτημένοι τὸν πλοῦτον τῆς χάριτος, καὶ εὐλογοῦσι Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.

Τῶν Μαρτύρων.

Ὠδὴ η

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο τότε μὲν τυπούμενος, νῦν  δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ράθης ὡς ἄρτος ἐν τῷ μέσῳ, πυρᾶς ἁπτομένης ἐξοπτώμενος, θῦμα ὡς ἀμώμητον, τέλειον ὡς σφάγιον, ὡς ἱερεῖον ἔμψυχον, ὁλοκαυτούμενος, καὶ θείαν εὐωδίαν ἐκπέμπων, ἣν Θεὸς ὠσφράνθη, Μηνᾶ Θεοῦ θεράπον.

Συρόμενος Μάρτυς καὶ τριβόλοις, ὀξέσι κεντούμενος συνέτριψας, κέντρα τοῦ ἀλάστορος, ξίφει δὲ τεμνόμενος, ὡς ἐν ἐκτάσει πίστεως, ὅπλοις διέκοψας, ἀνόμων κεφαλὰς Ἀθλοφόρε, μέλπων, εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Λυθεὶς τῆς σαρκὸς πληγὴ τοῦ ξίφους, στοργῇ συνεδέθης τελειότερον, Μάρτυς τοῦ Δεσπότου σου, πρόσωπον πρὸς πρόσωπον, νῦν  δὲ ὁρᾷς θεούμενος, Μηνᾶ καὶ μέλπεις αὐτῷ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Οἰκεῖ ἐν γαστρί σου ὑπὲρ λόγον, ὁ λόγῳ δημιουργήσας κτίσιν ἅπασαν, βρέφος καθορᾶται δέ, σοῦ ἀποτικτόμενος, ὁ πρὸ αἰώνων ἄχραντε, ἐκ τοῦ Πατρὸς γεννηθείς, ὃν πᾶσα εὐλογεῖ καὶ δοξάζει, κτίσις Θεοτόκε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ὁσίου. 

Ἑπταπλασίως κάμινον.

Σεσοβημένους ἔδειξας, θεοφόρε Θεόδωρε, τοὺς ἐφευρετὰς τῶν δυσσεβῶν αἱρέσεων, διδάσκων τὴν ἄχραντον, τιμητικῶς εἰκόνα Χριστοῦ, σέβειν προσκυνεῖν τε, καὶ τιμᾶν θεοφρόνως, καὶ μέλπειν τῷ  Δεσπότῃ, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

Διὰ παντὸς τοῦ βίου σου, θεοφόρε Θεόδωρε, τῆς ὀρθοδοξίας, ὁδηγὸς γεγένησαι, φωστὴρ φαεινότατος, θεοειδὴς διδάσκαλος, τύπος Μοναστῶν, καὶ ἀκριβὴς νομογράφος, διδάσκων ἀναμέλπειν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

πὶ τῆς γῆς ἠγώνισαι, εὐσεβείας διδάσκαλος, καὶ τῆς ἀληθείας, ἀψευδὴς συνήγορος, Παμμάκαρ γενόμενος, ἐν οὐρανοῖς δὲ δῶρον Θεοῦ, τῆς δικαιοσύνης ἀνεδήσω στεφάνους, τὸν δρόμον ἐκτελέσας, καὶ τὴν πίστιν τηρήσας, Χριστὸν δοξολογήσας, εἰς πάντας τοὺς αἰῶνας.

Γνώσει τὸν νοῦν ἐλάμπρυνας, σωφροσύνῃ τὴν ἔφεσιν, καὶ τὸ θυμικὸν δὲ τῇ ἀνδρείᾳ ἔζωσας, ἰθύνας Θεόδωρε, δικαιοσύνῃ πάνσοφε, ἱεροπρεπῶς τὰς ψυχικάς σου δυνάμεις, συμφώνως ἀναμέλπων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Εὐλογημένη Δέσποινα, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον, Θεὸν ἡ κυήσασα, τῶν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος· ὃν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαὸς ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

 Ὁ Εἱρμὸς.

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν Μαρτύρων.

Ὠδὴ θ

Εὔα μὲν τῷ  τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ  τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Γῆ σου νῦν  τὸ σῶμα τὸ στερρόν, Μακάριε, ἐναθλῆσαν κατεκάλυψε·φέρει τὸ πνεῦμα οὐρανὸς δέ, σὺν πνεύμασι Μαρτύρων γηθόμενον, καὶ φαιδροτάτῃ δόξῃ λαμπόμενον·ὅθεν σε πάντες μακαρίζομεν.

Οἰκεῖς μετ' Ἀγγέλων ἐν φωτί, ἰσάγγελον πολιτείαν ἀσπασάμενος, βλέπεις νοΐ κεκαθαρμένῳ, Μηνᾶ τὴν τοῦ Κυρίου τερπνότητα, πλουσίως ταῖς ἐκεῖθεν λαμπόμενος, φωτοχυσίαις ἀξιάγαστε.

δὼν τὸν ποθούμενον Χριστόν, πανεύφημε ἀπολαύεις τῆς θεώσεως, ἔστης τοῦ πόθου ἐπιφθάσας, Μηνᾶ τῶν ἐφετῶν τὸ ἀκρότατον, ἡμῶν δὲ μνημονεύεις τῶν πόθῳ σου μνήμην τελούντων τὴν πανίερον.

Θεοτοκίον.

Σαρκὶ καθ' ὑπόστασιν ἡμῖν ἐκύησας, Θεὸν Λόγον Μητροπάρθενε· ὅθεν κυρίως Θεοτόκον, καρδίᾳ σε καὶ γλώσσῃ κηρύττοντες, φωνὴν σοι τοῦ Γαβριὴλ προσφθεγγόμεθα· Χαῖρε βοῶντες πάντων Δέσποινα.  

Τοῦ Ὁσίου. 

Ἐξέστη ἐπὶ τούτῳ.

οαῖς σου τῶν δακρύων ὡς Ἀσκητής, καὶ πηγαῖς τῶν αἱμάτων ὡς Μάρτυς Χριστοῦ, ἐκλαμπρυνθείς, λάμπεις ἑκατέρωθεν τηλαυγῶς, δικαιοσύνην Ὅσιε, περιβεβλημένος ὡς ἱερεύς, τῶν θείων ἀνακτόρων, χορεύων ἐνδοτάτῳ, περὶ Θεὸν Πάτερ Θεόδωρε.

γίως σου τὸν δρόμον διαδραμών, ἐν Ἁγίων ἁγίοις σκηνώμασι, νῦν κατοικεῖς, στέφος ἀφθαρσίας ἀπειληφώς, καὶ βασιλείας ἔνδυμα, μεγαλοπρεπές τε καὶ ἱερόν, ἐν οἷς ἠγλαϊσμένος, Θεόδωρε παρέστης, τῷ  σῷ Δεσπότῃ ἀγαλλόμενος.

δεῖν κατηξιώθης τῶν ἀγαθῶν, τὴν πηγὴν θεοφόρε Θεόδωρε, ὡς μετελθών, βίον ἐνθεώτατον ἀληθῶς, καὶ τῆς τοῦ κόσμου σχέσεως, διὰ πολιτείας εἰλικρινοῦς, τόν νοῦν ἐλευθερώσας, καὶ Μάρτυς στεφηφόρος, γεγενημένος ὤφθης ἄριστος.

ημάτων σου ὁ φθόγγος δῶρον Θεοῦ, ἐπὶ πάσας ἠκούσθη πανεύφημε, οἷα βροντή, τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὡς ποταμοὶ δὲ βρύουσι, τῶν σῶν διδαγμάτων αἱ διδαχαί, Θεόδωρε· διὸ σε, ὡς θεῖον θεηγόρον, νῦν  ἐπαξίως μακαρίζομεν.

Θεοτοκίον.

ράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὁ νῦν  καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

 Ὁ Εἱρμὸς.

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

Ἐξαποστειλάριον τῶν Μαρτύρων.

Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τοὺς οὐρανοὺς ἀστέρες, κατακοσμοῦσιν Οἰκτίρμον, τὴν ἐκκλησίαν Μηνᾶς δέ, Βίκτωρ, Βικέντιος κοσμεῖ, καὶ Στεφανίς, δι' ὧν σῶσον, ἡμᾶς τοὺς σὲ ἀνυμνοῦντας.

Τοῦ Ὁσίου.

πὲρ τῶν θείων εἰκόνων, ὑπέμεινας πᾶσαν θλίψιν, βασάνους καὶ ἐξορίας· διὸ διπλοῦν καὶ τὸ στέφος, ἐκ δεξιᾶς τοῦ Ὑψίστου, ἐδέξω Ὅσιε Πάτερ.

Θεοτοκίον.

ν σοὶ πανάχραντε Κόρη, ἐθεωρήθησαν ὄντως, αἱ τοῦ Κυρίου πορεῖαι, καὶ τοὺς βροτοὺς ὁδηγοῦσιν, ἔνθα χορεῖαι Ἀγγέλων, καὶ πάντων Ἁγίων δῆμοι.

Εἰς τὸν Στίχον τὰ στιχηρὰ τῆς Ὀκτωήχου.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Καὶ ψάλλομεν τὸ παρὸν ἰδιόμελον Ἦχος β'

Δεῦτε φίλαθλοι τὴν τρισαυγῆ τῶν Μαρτύρων τιμήσωμεν χορείαν, Μηνᾶν τε καὶ Βίκτωρα καὶ Βικέντιον, ὅτι αἵματα ἔδωκαν, καὶ ὠνήσαντο τὴν αἰώνιον ζωήν· διὸ καὶ καρτερικῶς ἀντέλεγον τῷ  ἐφευρέτῃ τῶν κακῶν· Οὐ προκρίνομεν τὰ φθαρτὰ τῶν ἀφθάρτων, οὐ στρατευόμεθα βασιλεῖ θνητῷ γηΐνῳ, ἀλλὰ τῷ  ζῶντι βασιλεῖ στρατευόμεθα, τῷ  ἀεὶ βοῶντι τοῖς πιστοῖς· Ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται.

Δόξα... Ἦχος α Ἀνατολίου.

Τὸν ἀριστέα τοῦ Χριστοῦ, Μηνᾶν τὸν ἀοίδιμον, συνελθόντες οἱ πιστοί, ἐγκωμίοις μαρτυρικοῖς, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὗτος γὰρ τὸν πρὸς ἐχθρούς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσας, ἀξίως τὸ τῆς νίκης βραβεῖον ἐδέξατο. Καὶ νῦν  ἐν οὐρανοῖς μετ' Ἀγγέλων, χορεύων τὴν ἀκατάλυτον χορείαν, αἰτεῖται τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Θεοτοκίον.

Πανεύφημοι Μάρτυρες.

Φωτὸς ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρὸς ἀναλάμψαντος· ὅθεν κραυγάζω σοι· Τὴν ἐσκοτισμένην, ψυχήν μου τοῖς πάθεσι, φωτὶ τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοῖς σου κατασκήνωσον, ἐν ἡμέρᾳ τῆς κρίσεως Ἄχραντε.

Ἢ Σταυροθεοτοκίον.

Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; πῶς τῷ  ξύλω κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, εὐεργέτα πολυέλεε, τὴν μητέρα, καὶ δούλην σου δέομαι.

Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, καὶ ἀπόλυσις.