The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΑ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 Μνήμη τῶν όσίων καὶ Θεοφόρων πατέρων ἡμῶν Νόμωνος καὶ Βηχιανοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.

Εἰς τό, Κύριε ἐκἐκραξα, ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. δ'. ῍Ω τοῦ παραδόξου θαύματος!

Πάτερ Νόμων θεσπέσιε, τοῦ ᾽Αβραὰμ μιμητής, ἀψευδὴς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας· ᾽Ιὼβ ἐκτήσω, τὸ ἐν τοῖς πόνοις στεῤῥόν, Δαυῒδ τὸ πρᾶον, ὄντως ἐζήλωσας, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας· τῶν ὀρεκτῶν, ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν.

Πάτερ Νόμων πανένδοξε, οἰ σὲ τιμῶντες πιστοί, τῶν κακῶν τὴν ἐπήρειαν, καὶ ἐχθροῦ τὰς μάστιγας, ἱκετεύομεν δίωξον, καὶ τῶν κινδύνων λύτρωσον, ῞Οσιε, τοὺς μετὰ πόθου, ἐκδυσωποῦντάς σε· ἴασιν δώρησαι, τοῖς νοσοῦσι δούλοις σου, καὶ τὰς ψυχάς, πάντων τῶν τιμώντων σε, σῶσον, μακάριε.

Πάτερ Νόμων μακάριε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατᾶν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας, καὶ τῶν ὁσίων, βίον διήνυσας. Ὦ παμμακάριστε, ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.

Νόμων, Βηχιανέ, ὑμεῖς, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει διαιτώμενοι, τὸν Θεὸν ἐζητήσατε· ῞Ον καὶ εὑρόντες, ὡς ἐποθήσατε, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενοι, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε, τῶν μοναστῶν, μέτοχοι γεγόνατε, θεομακάριστοι.

Δόξα. ῏Ηχος πλ. β'.

Δεῦτε ἅπαντες πιστοί, ἀξίως τιμήσωμεν Νόμωνα καὶ Βηχιανόν, νέμοντας ἰάματα τοῖς πιστῶς προσκυνοῦσιν αὐτούς. Οὗτοι γὰρ τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῦ Βελίαρ τὰ βέλη κατέαξαν, τὰς μηχανὰς δὲ αὐτοῦ καὶ τὰ τοξεύματα, εἰς οὐδὲν λογισάμενοι· διὸ καὶ τὴν οὐράνιον τρίβον εὐχερῶς βαδίσαντες, τανῦν σὺν ᾽Αγγέλοις εὐφραίνονται, τρανῶς τὸν Χριστὸν ἐνοπτριζόμενοι, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τὴν ἁγίαν μνήμην τελούντων αὐτῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ῾Αγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ανάγνωσμα.

(Κεφ. γ'. 1- 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα ὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. ῾Ως χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν· καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος έν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ανάγνωσμα.

(Κεφ ε'. 15 ς' 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὑτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. ᾽Ενδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. ᾽Αγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. ᾽Αντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτοὺς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾽Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν·ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφία Σολομῶντος τὸ Ανάγνωσμα

(Κεφ. δ'. 7 - 15)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. ῾Ηρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γαρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσε ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοί, ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν.

Στιχηρὰ ᾽Ιδιόμελα.

῏Ηχος α'.

Τῶν Κυπρίων πιστοί, πόθῳ συνδράμετε, σήμερον ἐν τῷ τεμένει, Νόμωνος καὶ Βηχιανοῦ τῶν ἀκεστόρων· νέμουσι γὰρ ἰάματα δαψιλῶς, τοῖς αἰτοῦσιν αὐτοῖς, καὶ ψυχικῶν νοσημάτων, παρέχουσιν ἴασιν τοῖς νεκρώσασι σάρκα, τῆς τοῦ Κυρίου στοργῆς.

Ὁ αὐτός.

πὸ νεότητος κόσμον, Πατέρες, λιπόντες, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενοι, τὴν ἔρημον ᾠκήσατε, καὶ μονάζοντα βίον σοφῶς ἐνεφήνατε· διὸ ἐν οὐρανοῖς εὕρετε μισθὸν τῶν καμάτων ὑμῶν, καὶ ἐν οὐρανοῖς ἐσκηνώσατε, ῞Οσιοι. ᾽Αλλὰ πρεσβεύετε τῷ Κυρίῳ ἡμῶν, Νόμων καὶ Βηχιανὲ παναοίδιμοι.

Ὁ αὐτός.

παρνηθέντες τὸν κόσμον, καὶ τὰ ἐν κόσμῳ ῞Οσιοι, τῆς τοῦ Κυρίου στοργῆς, τὸν γὰρ Σταυρὸν αὐτοῦ, ἐπ' ὤμων ἀράμενοι, εὐαγγελικῶς Χριστῷ ἠκολουθήσατε, ὡς ἐν παραδείσῳ μυστικῶς, τῷ σπηλαίῳ διαιτώμενοι, καὶ νῦν ἐν οὐρανοῖς αὐλιζόμενοι, Νόμων καὶ Βηχιανὲ ὅσιοι, πρεσβεύετε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... ῏Ηχος πλ. α'.

σιοι πατέρες, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσαντες, τὸν κόσμον κατελίπετε, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενοι· ὅθεν πᾶσιν ἐβοᾶτε· ᾽Αγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον· μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, εὕρητε ἀνάπαυσιν μετὰ πάντων τῶν ῾Αγίων· ὧν ταῖς ἱκεσίαις, Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον.

Στιχηρὰ Προσόμοια.

῏Ηχος α'. Πανεύφημοι Μάρτυρες.

Νόμων πανεύφημε, καλῶς, τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ πνεύματι, οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὸχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄῤῥητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἐλεος.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Τῆς Κύπρου τὰ πέρατα ὑμῶν, νῦν κηρύττει θαύματα. Βηχιανέ, Νόμων, ὅσιοι, θαυματουργίαις γάρ, καταστέψας ὑμᾶς, ὁ Χριστὸς ἐκόσμησε· τὴν σάρκα δι' αὐτὸν ἐνεκρώσατε, καὶ μετὰ θάνατον, ἀθανάτου κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Νόμων παναοίδιμε, πυκνάς, ἀῤῥωστίας σώματος, καὶ ἀσθενείας, μακάριε, ψυχῶν ἰώμενος, εὐχερῶς διἐλυσας, τὸν δεσμὸν τοῦ ὄφεως· τῇ θείᾳ δυναστείᾳ Χριστοῦ ἡμᾶς, καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς ἐν πίστει τιμῶντας τὴν μνήμην σου.

Δόξα... ῏Ηχος πλ. β'.

Σήμερον τῶν ᾽Ορθοδὁξων τὰ συστήματα, τῷ ναῷ τῶν Ὁσίων μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα ψυχῆς τε καὶ σώματος· παρέχουσι, γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν· διὸ καὶ ἡμεῖς μετὰ πόθου ὑμῖν κράζομεν· Χαίρετε, ὅσιοι Νόμων καὶ Βηχιανὲ παμμακάριστοι, τῆς Κύπρου τὰ θρέμματα, οἱ τὸν Χριστὸν ἐγκολπωσάμενοι, καὶ τὰ τερπνὰ τοῦ κόσμου, εἰς οὐδὲν λογισάμενοι, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ ἀπολάβητε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν Θεοτοκίον.

Τριήμερος ἀνέστης, Χριστέ.

Μεγάλων χαρισμάτων, ἁγνή, Παρθένε Θεομῆτορ σεμνή, ἠξιώθης ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον.

῏Ηχος α'. Τῆς ἐρήμου πολίτης.

Τῶν Κυπρίων τὸ κλέος καὶ Ὁσίων ἀγλάϊσμα, πατέρες ἡμῶν Νόμων καὶ Βηχιανέ, νηστείᾳ κατετήξατε σαρκός, ἀλόγους ἐνθυμήσεις πανσθενῶς· ὅθεν χάριν ἰαμάτων, ἐξ οὐρανῶν ἐδέξασθε, ὅσιοι. Δόξα τῷ δεδωκότι ὑμῖν ἰσχύν· δόξα τῷ ὑμᾶς στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.

Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε, τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυ ΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῳ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Τοὺς ἀσκητὰς τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντας πάσας τὰς προσβολὰς τῶν παθῶν, δι' ἐγκρατείας καὶ στεῤῥᾶς ὑπομονῆς ὡς ἀληθῶς, καὶ καταισχύναντας σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις· καὶ νῦν πρεσβεύοντας τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, πύλη Κυρίου ἡ άδιὁδευτος, ἣν προεκήρυξαν πάντες οἱ δικαιότατοι, καὶ ὁ Προφήτης Δανιήλ ῎Ορος ἀλάξευτον, καὶ Δαυΐδ ὁ μελῳδός, σὺν Μωϋσεῖ καὶ τοῖς λοιποῖς, Βάτον καὶ Στάμνον καὶ ῾Ράβδον, Νεφέλην, Πύλην καὶ Θρόνον, μέγα Ὄρος ἀναδειχθεῖσαν ἡμῖν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.

῏Ηχος δ'. ᾽Επεφάνης σήμερον.

Τῷ φωτὶ λαμπόμενοι, τῷ ἀπροσίτῳ, ὡς ἀστέρες λάμψαντες, ἐν τοῖς Κυπρίοις διδαχαῖς, καταφωτίζετε ἅπαντας, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας ὑμῖν.

Δόξα. ῞Ομοιον.

Τῶν πιστῶν ἀστράψαντες, ὡς ἑωσφόροι, καὶ τῆς Κύπρου λάμψαντες ἀκτινοβόλοις ἀρεταῖς, ὦ Νόμων σὺν τῷ Βηχιανῷ παρέχοντες πᾶσι νοσοῦσι τὴν ἵασιν.

Καὶ νῦν... Θεοτοκίον.

πελεύσει Πνεύματος, τοῦ παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἁγνή, Ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα.

῏Ηχος γ'. Θείας πίστεως.

Μέγα ὄνομα ὑμῶν πατρίδι, προεξένησαν, θεῖαι ἀσκήσεις, ὑμῶν, Νόμων, Βηχιανέ, μακάριοι· Οὐκ ἀφανὴς οὖσα γὰρ οὐδὲ πρότερον, νῦν δι' ὑμᾶς ἐπὶ πλέον πεφήμισται, ὦ μακάριοι. Διὸ εὐχαρίστως ἤθροισται, ἐπιτελέσαι ὑμῶν τὰ μνημόσυνα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

῏Ηχος γ'. Τὴν ὡραιότητα.

Τῆς συμπαθείας σου πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου κράτος τὸ ἅμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζων ἐκ βαθέων μου, τῆς καρδίας τοῖς δάκρυσι, Παρθένε Θεοτόκε, βοῶ σοι· Σῶσόν με, σῶσον τὸν ἀνάξιον.

Τὸ α´ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ´ ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα.

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ [καθάρσει] ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

Καὶ νῦν.

γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. ῏Ηχος δ'.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Τὸ Εὐαγγέλιον.

(Ζὴτει τῇ Παρασκευῇ τῆς Β΄Ἑβδομάδος Λουκᾶ).

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 6: 17-22

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Ν Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Ταῖς τῶν σῶν Ὁσίων...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου

Στίχ. λέησόν με, ὁ Θεός...

Τὸ ᾽Ιδιόμελον.

῏Ηχος πλ. β'.

Σήμερον τῶν ᾽Ορθοδόξων τὰ συστήματα, τῷ ναῷ τῶν Ὁσίων μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα ψυχῆς τε καὶ σώματος· παρέχουσι γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν· διὸ καὶ ἡμεῖς μετὰ πόθου ὑμῖν κράζομεν· Χαίρετε, ὅσιοι Νόμων καὶ Βηχιανὲ παμμακάριστοι, τῆς Κύπρου τὰ θρέμματα, οἱ τὸν Χριστὸν ἐγκολπωσάμενοι, καὶ τὰ τερπνὰ τοῦ κόσμου, εἰς οὐδὲν λογισάμενοι, ἵνα τὴν ὄντως ζωήν, παρὰ Χριστοῦ ἀπολάβητε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Κανὼν τῶν Ὁσίων.

 

Ὠδὴ α'.

῏Ηχος πλ. δ'. Ὑγρὰν διοδεύσας.

Πατέρων ἐξάρχοντες θαυμαστοί, καὶ τῶν ἀσθενούντων, καὶ νοσούντων οἱ ἰατροί, τὴν ἐζοφωμένην μου καρδίαν, ἀχλύος πάσης φωταγωγήσατε.

πολάβετε, Ἅγιοι, ἀμοιβάς, τῶν πόνων καὶ γέρα, τῶν ἀγώνων τῶν ἐπὶ γῆς, τὴν μετὰ Ἀγγέλων χαρμοσύνην, καὶ κληρουχίαν τὴν σωτήριον.

Μακάριοι ὄντες ὡς ἀληθῶς, καὶ τῶν μακαρίων, ἐκληρώσασθε ἄνω γῆν, Βηχιανὲ καὶ Νόμων, δικαίως, εἰλήφατε τὴν χάριν ἰάσεων.

Θεοτοκίον.

Λύτρωσαι γεέννης καὶ τῆς φλογός, τῆς αἰωνιζούσης, Παναγία, ἡ τὸν Θεόν, γαστρὶ συλλαβοῦσα, Θεοτόκε, ὃνπερ δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ὠδὴ γ΄.

Οὐρανίας ἁψῖδος.

Μετριόφρονες, πρᾶοι, εὐθεῖς, ἁπλοῖ καὶ ἄκακοι· διὸ δυσωποῦμεν, ἀπὸ παντοίας ἀνάγκης, ῥύσασθαι ἡμᾶς, Παμμακάριστοι.

Μαθηταὶ τοῦ Σωτῆρος, καὶ τῶν αὐτοῦ πράξεων, ἀγγελικῶς βιώσαντες, τρόπων χρηστότητι ὅθεν μετάρσιοι, εἰς οὐρανοὺς μεταβάντες, ᾽Αγγέλων γεγόνατε σύσκηνοι.

πὸ πάσης ἀνάγκης, φθοροποιοῦ, ῞Οσιοι, νόσου καὶ δεινῆς ἀῤῥωστίας, σπεύσατε, σώσατε, πάντας ἡμᾶς δεομένους, καὶ κινδύνων ῥύσασθε, ῞Αγιοι πανένδοξοι.

Θεοτοκίον.

Οὐρανῶν πλατυτέρα, καὶ Χερουβίμ, ῎Αχραντε, καὶ ἐνδοξοτέρα τῶν ἄνω, πασῶν Δυνάμεων· Παρθένε ἄμωμε, σεσαρκωμένον τὸν Λόγον, ἐν κοιλίᾳ φέρουσα, μόνη Πανύμνητε.

Κάθισμα.

῏Ηχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν Σταυρὸν τοῦ Κυρίου ἄραντες δή, καὶ αὐτῷ μέχρι τέλους ὄντες πιστοί, τὸν νοῦν οὐχ ἐστρέψατε, ἐν τῷ κόσμῳ, Θεόσοφοι, Βηχιανὲ καὶ Νόμων· τὰ πάθη νεκρώσαντες, ναοὺς ἡτοιμάσατε, ἑαυτοὺς τῷ Θεῷ ὑμῶν· ὅθεν χαρισμάτων, ἀμοιβὴν εἰληφότες, ἰᾶσθε νοσήματα, καὶ διώκετε πνεύματα, Θεοφόροι μακάριοι. Εὔχεσθε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως, Μήτηρ Θεοῦ, ἀφράστως ἐκύησας, τὸν κόσμον συνέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα κατέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα. ῞Οθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε παράσχου μοι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις, Πανάμωμε.

Ὠδὴ δ'.

Εἰσακήκοα, Κύριε.

Κατανύξεως πέφυκε, ὅλος ὁ χῶρος τῆς ὑμῶν ἀσκήσεως, τὰς ἰάσεις νῦν καὶ πάντοτε, ἐπιδαψιλεύετε, Μακάριοι.

πὸ πάσης λυτρώσασθε, βλάβης τοῦ ἀλάστορος, ὦ τρισόλβιοι, Βηχιανὲ καὶ Νόμων ὅσιοι, καὶ παντὸς κινδύνου ἡμᾶς διασώσατε.

ωμαλέον ἱμάτιον, ῞Οσιοι, ἐσχήκατε, καὶ ἀνυπόδητοι, ἐπατήσατε τοὺς ἄνθρακας, βίου τοῦ γεώδους τὸ δοξάριον.

Θεοτοκίον.

πὲρ φύσιν ἐκύησας, ἄχραντε Παρθἐνε, τὸν ὑπερούσιον, Θεὸν Λόγον τὸν προάναρχον, Ὃν δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ὠδὴ ε'.

῞Ινα τί με ἀπώσω.

άσατε τὰ πάθη, τὰ παρενοχλοῦντά με ἐξ ἀφροσύνης μου, ἃ ἐσκότισέ με, ἡδοναῖς ὁ Βελίαρ καὶ πέπτωκα· ἀναστήσατέ με, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Κυρίου ἰθύνατε δέομαι.

καινῶν ἀκουσμάτων ὧνπερ ἀκηκόαμεν ἐπὶ τῇ μνήμῃ ὑμῶν, Βηχιανὲ καὶ Νόμων, τῶν θαυμάτων τὰ πλήθη τὰ ἄπειρα· ἰατρεύονται νῦν, περιχαρῶς οἱ ἀσθενοῦντες, ἀρυόμενοι θεῖα ἰάματα.

Νοσῶν εὕρημαι ὅλως, καὶ κατακαμπτόμενος βάρει τῶν θλίψεων, τῶν ἁμαρτιῶν μου, τῇ κακῇ προαιρέσει συνέχομαι· ἀναστήσατέ με, τῆς χαλεπῆς καὶ κακοτέχνου, ἀσθενείας, Πατέρες μακάριοι.

Θεοτοκίον.

Κατὰ χρέος σε πάντες, Δέσποινα, κηρύττομεν καὶ μακαρίζομεν· γενεαί σε πᾶσαι, τῶν ἀνθρώπων δοξάζουσιν, ῎Αχραντε. Σὺ γὰρ μόνη πέλεις, χριστιανῶν ἡ προστασία, Θεοτόκε Παρθένε πανάμωμε.

Ὠδὴ ς'.

῾Ιλάσθητί μοι, Σωτήρ.

πόθετα τῷ Χριστῷ, ὀφθέντες σκεύη καὶ τίμια, φωτίζοντες ἀρεταῖς, τοῦ κόσμου τὰ πέρατα, Πατέρες μακάριοι· πάντων ὑμῶν ἐπακούσατε, τῶν τιμώντων τὴν μνήμην ὑμῶν.

Θεμέλιον ἀῤῥαγές, ἐν τῇ ὁδῷ ὑμῶν ἔθετε, τὴν πίστιν καὶ προσευχήν, καὶ τὴν μετριότητα, ἀγρυπνίαν σύντονον, περιπεφραγμένοι, διὰ βίου περαιούμενοι.

ν τοῖς σπηλαίοις, Σοφοί, τὸν βίον ὑμῶν διήλθετε, δακρύων καὶ στεναγμῶν, τοὺς ἄνθρακας σβέσαντες, τοὺς τῆς ματαιότητος, καὶ τὴν τῶν πραέων, ἐκληρώσασθε γῆν, ῞Οσιοι.

Θεοτοκίον.

γίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστὴριον, καὶ κιβωτὸν ἀληθῶς, καὶ στάμνον καί τράπεζαν, καὶ λυχνίαν πάγχρυσον, καὶ σκηνὴν καὶ πόκον, Θεοτόκε, σὲ κηρύττομεν.

Κοντάκιον.

῏Ηχος β΄.

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας.

Τοὺς ἀσκητὰς τῆς ἀληθείας ἅπαντες, άνευφημήσωμεν, πιστοί, ὡς ἀναλάμψαντας, ἰαμάτων ἀκτῖνας καὶ φωτίζοντας, τοὺς ἐν πίστει προσιόντας τῷ ναῷ αὐτῶν· διὰ τοῦτο συμφώνως ἐκβοήσωμεν· Νόμων καὶ Βηχιανέ, μὴ ἐλλείπετε πρεσβεύοντες, ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

Τὴν τοῦ κόσμου σαφῶς ματαιότητα, ἐννοήσαντες Νόμων καὶ Βηχιανός, ἁμαρτίαν ἐκ καρδίας μισήσαντες, καὶ τὰ πάθη δεινῶς χαλινώσαντες, τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενοι, τὴν σάρκα ἐδούλωσαν τῷ πνεύματι· ἔξω γὰρ σαρκὸς καὶ τοῦ κόσμου γενόμενοι, εἰς οὐρανοὺς ἀνέδραμον, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος, καὶ ᾠδὴ καὶ χαρὰ ἀνεκλάλητος, σὺν ᾽Αγγέλοις χορεύοντες ἀγαλλόμενοι. Διὸ βοῶμεν μετὰ πόΘου, Νόμων καὶ Βηχιανέ, μὴ ἐλλείπετε πρεσβεύοντες ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν όσίων καὶ Θεοφόρων πατέρων ἡμῶν Νόμωνος καὶ Βηχιανοῦ.

Στίχοι.

σφὺν νοητὴν ἀρετῶν ἐζωσμένοι,

Νόμων καὶ Βηχιανὸς σπεύδουσι πρὸς πόλον.

Χοῦς ἑνδεκάτῃ Βηχιανὸν καὶ Νόμωνα ἐδέχΘη.

Οὗτος ὁ θαυμάσιος καὶ ἀληθὴς δοῦλος τοῦ Θεοῦ Νόμων ἦτον γέννημα καὶ θρέμμα τῆς περιφήμου νήσου Κύπρου. ᾽Απὸ ποίους δὲ ἐγεννήθη οὐκ ἔχομεν τὸ ἀκριβὲς εἰπεῖν. Μόνον περὶ αὐτοῦ λέγομεν ὅτι ἀπὸ νεότητος αὐτοῦ τὸν κόσμον καταλιπών, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενος, ἐν ἐρήμοις καὶ ὄρεσι διῃτᾶτο. Καὶ εὑρὼν σπήλαιόν τι καὶ ἐν αὐτῷ κατοικήσας, τὸν μονήρη βίον διήρχετο. Εἰς προσευχὰς ιςαὶ ἀκαταπαύστους δεήσεις σχολάζων, τοὺς ἑαυτοῦ πόδας οὐκ ἐκάλυψεν ὑποδήμασι πώποτε, ἀλλ' ἀφῆκεν ἑαυτὸν ἀνυπόδητον τῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους πιέζεσθαι.

Μετὰ τοιούτους καὶ τηλικούτους λαμπροὺς ἀγῶνας, εἰς βαθὺ γήρας ἐλθών, πρὸς Κύριον ἐξεδήμησε. Καὶ ἡ πάντιμος σορὸς τῶν αὐτοῦ λειψάνων ποιεῖ ἄπειρα θαύματα τοῖς εἰς αὐτὴν μετὰ πόθου καὶ εὐλαβείας προσιοῦσι. Διὰ τοῦτο καὶ ἡ πατρὶς αὐτοῦ μέγα ὄνομα ἐξ αὐτοῦ ἐκτήσατο.

Τὸ σχῆμα τοῦ Ἁγίου ἦτον, ὡς φαίνεται έν τῇ εἰκόνι αὐτοῦ, οὐ πολλὰ μακρύς, ἀλλὰ μέτριος, καὶ εἰς τὸ σῶμα ξηρός, ὡς ὁ Μέγας Βασίλειος, εἶχε δὲ τὸ γένειον μακρὺν ἕως τὴν ὀσφὺν αὐτοῦ καὶ λευκότατον.

Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ θείῳ αὐτοῦ ναῷ τῷ ὄντι ἐν τῷ νῦν χωρίῳ ᾽Ανάγυια.

ὅσιος Βησσιανὸς ἢ Βηχιανὸς εἷς ἦν ἐκ τῶν ἐντοπίων ὁσίων τῶν ἀσκήσει διαλαμψάντων ἐν Κύπρῳ, ὅπου τιμᾶται εὑρέως, θεωρούμενος ὡς θεραπεύων τοὺς πάσχοντας ἐκ χρονίου βηχὸς καὶ ἐξ οἱουδήποτε ἅλλου πνευμονικοῦ νοσήματος. Τοιχογραφίαι καὶ εἰκόνες αὐτοῦ ὑπάρχουσιν εἰς πλείστους, ναοὺς Μονῶν, πόλεων καὶ χωρίων τῆς Κύπρου ἀπὸ τοῦ 14ου αἰῶνος.

Εἰς τὰ χωρία ᾽Ανάγυια τῆς Λευκωσίας καὶ Φιλοῦσα τῆς Χρυσοχοῦς συνεορτάζεται μετὰ τοῦ ἁγίου Νόμωνος τὴν 11ην Δεκεμβρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.

Στίχοι

Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,

Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου.

Στίχοι

Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,

Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.

Στίχοι

κεψεῆν βλέπων με πάσχοντα ξίφει,

ειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος.

Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ.

Στίχοι

Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.

νω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας.

Στίχοι

Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία

Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὠδὴ ζ'.

Παῖδες ῾Εβραίων.

ῦσται γεγόνατε προθύμως, τοῖς προστρέχουσιν ὑμῶν τῇ θείᾳ σκέπῃ, ἀπὸ βλάβης ἐχθρῶν, καὶ νόσων καὶ σκανδάλων· Εὐλογητὸς κραυγάζοντες, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

μωμος γέγονεν ὁ βίος, καθαρωτάτη, Σοφοί, ἡ μαρτυρία,καὶ σωτήριος δέ, τοῖς πίστει προσκυνοῦσι, σεπτὴν ὑμῶν εἰκόνα, Βηχιανὲ καὶ Νόμων, θαυμάσιοι.

Πάθη μαράναντες ἐν βίῳ, μετὰ σώματος ᾽Αγγέλους μιμηθέντες, Παραδείσου τρυφῆς, ἀξίως μετασχόντες, ἀκαταπαύστως ψάλλετε· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σύ με διάσωσον, Παρθένε, ἀπὸ θλίψεως καὶ ζάλης καὶ κινδύνων, καὶ δεινῆς συμφορᾶς, καὶ πάσης ἁμαρτίας, ἡ τὸν Θεὸν κυήσασα, ῞Ον ἀσπόρως συλλαβοῦσα.

Ὠδὴ η'.

῾Επταπλασίως κάμινον.

Εὑσεβοφρόνως ζήσαντες, Βηχιανέ τε καὶ Νόμων, τὴν δικαιοσύνην, καὶ ἀνδρείαν, ῞Οσιοι, σὺν τούτοις τὴν φρόνησιν, καὶ τὴν ἀγάπην καὶ προσευχήν, καὶ τὴν σωφροσύνην ἀποκτήσαντες πλήρως, ἐγκράτειαν καὶ πᾶσαν ἀρετὴν ἀσκηθέντες, εἰς οὐρανοὺς ἐλθόντες, νῦν ζῆτε εἰς αἰῶνας.

πὸ τὴν σκέπην, Ὅσιοι, τὴν ὑμῶν καταφεύγοντες, πάντες οἱ νοσοῦντες, οἳ δεινῶς κολάζονται, κραυγάζουσι λέγοντες· σπεύσατε, θεραπεύσατε πάθη, ἃ διττῶς κατακεντοῦσι, τὸ σῶμα καὶ καίουσι δὲ μᾶλλον, τὴν ψυχὴν τὴν ἀθλίαν, ἵνα ὑμᾶς ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σσατε λαν κμνοντα, νοσημτων νιτων, τος προσερχομνους, τ σεπτ να μν, σν πθ κα πστει τε, κα τν δακρων πιῤῥο, πικαλουμνους, τν θερμν μεσιτεαν, μν πρς τν Σωτρα, Νμων κα Βηχιαν, να μς μνμεν, ες πντας τος αἰῶνας.

Θεοτοκον.

Παρθενομτορ Αχραντε, τς ψυχς μου τ τραματα, κα τς μαρτας, τς ολς ξλειψον· νοσοντ με ασον, σν τ ψυχ κα τ σματι· παθν τε κα ζλης, κα κακσεως δαιμνων, ξαρουσ με τχει, δυσωπ σε, Παρθνε, να σ μεγαλνω, τν Κεχαριτωμνην.

δ θ'.

Κυρως Θεοτκον.

βος μν λος, πφυκε δοχεον, τς τρισηλου Θετητος, Οσιοι, ξ ς λαμβνομεν πντες, ταχεαν ασιν.

Νευρομενοι γπ, τ πρς τν Δεσπτην, τς τν δαιμνων νδρας κοφως φγετε, κα ορανν Βασιλεας, νν συμμετχετε.

Μεγλως σκηθντες, σιοι Πατρες, τν δωρεν κ Θεο πελασατε, το ατρεειν μσως, πντα νοσματα.

Θεοτοκον.

ξκλινα εθεας, δο τς το Κυρου. Θεομακριστε, Κρη πανμωμε, λλ τ σ μεσιτείᾳ, πρφθασον, σσν με.

Εξαποστειλριον.

Εν Πνεματι τ ερ.

ν σματι π τς γς, τν Αγγλων τν βον, μετλθετε ς σαρκοι, ν τ κσμ δειχθντες, φωστρες περλμποντες, τος πιστος φνητε, Βηχιαν τε κα Νμων, εσεβν πντων κλος, σκητν καλλον, κα τν πατρων δξα.

Θεοτοκον.

λπς το κσμου, Αγαθ, Θεοτκε Παρθνε, τν σν μαχον, Δσποινα, προστασαν ατομεν, ο θλψεσι συσχεθντες, κα κλυδωνιζμενοι, το βου τας τρικυμαις· στσον αρας τν παθν, κα λιμνας πρς Θεο, μββασον θελημτων.

Ες τος Ανους.

Ιστμεν Στχους δ'.

Προσμοια.

Ηχος α'. Τν ορανων ταγμτων.

καθαρτης καρδας, μν νδραμεν, ες ορανους νας, σν ατος το Δεσπτου, τ θρν παριστμενοι κτενς, πρ πντων πρεσβεετε, το λυτρωΘναι κινδνων κα πειρασμν, κα σωθναι τς ψυχς μν. (Δς).

Τν σθενοντων ῥῶσις, τν θλιβομνων χαρ, τν θαυματουργημτων, ο λαμπρο ωσφροι, Νμων σν τ θείῳ Βηχιαν, συγκαλοσι πντας μς, το ατρεσαι τ πθη τ ψυχικ, κα το σματος ο νδοξοι.

Δετε συνχΘητε πντες, π περτων τς γς, π ποικλων νσων, κατεχμενοι πθ, ρσασΘε πλουσως, χριν Θεο· ναργρως παρχουσι, τν νοσημτων τν ασιν δαψιλς, τος νοσοσι νν ο Οσιοι.

Δξα... Ηχος πλ. δ'.

Τν εσεβν τ πλΘη, τος δηγος μν τιμμεν, Βηχιαν κα Νμων, τν κσμον φυγντες, σπηλαοις κσατε, τν σρκα σταυρσαντες, Χριστ κολουθσατε· τν δλιον φιν, τος τν δακρων μβροις, πεπνξατε. ξω γρ σαρκς, κα κσμου λως γενμενοι, τος τς σκσεως θλοις, χρυσου λαμπρτεροι, πηστρψατε, Οσιοι, κα καθαρ δοχεα, γεγνατε Πνεματος, το Αγου, μακριοι· πρεσβεετε τ Κυρίῳ, λεηθναι τς ψυχς μν.

Κα νν... Θεοτοκον.

Δσποινα, πρσδεξαι, τς δεσεις τν δολων σου, κα λτρωσαι μς, π πσης νγκης κα θλψεως.

Δοξολογία Μεγάλη, καὶ ᾽Απόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῶν Ὁσίων ᾠδὴ γ΄ καὶ ς΄.

Ὁ Ἁπόστολος

(Ζήτει τῷ Σαββἀτῳ τῆς Ε' ῾Εβδομάδος ᾽Επιστολῶν).

Προκείμενον. ῏Ηχος βαρύς. (Ψαλμ. ρμθ').

Καυχήσονται ὅσιοι ἐν δόξῃ.

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παὑλου τὸ ᾽Ανάγνωσμα

(Κεφ. η'. 14 - 21)

δελφοί, ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ᾽Αββᾶ ὁ πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν. Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ῾Η γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι ότι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.

λληλούϊα (γ'), ῏Ηχος πλ. β', (Ψαλμ. ρια').

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Τὸ Εὐαγγέλιον.

(Ζήτει τῇ Πέμπτῃ τῆς Δ' ῾ΕΒδομάδος Ματθαίου).

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 11: 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Κοινωνικν.

Ες μνημσυνον αἰώνιον σται δκαιος. Αλληλούΐα.