The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΑΥΓΟΥΣΤΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.

Τῆς ἑορτῆς

Ἦχος πλ. β'

Τριήμερος ἀνέστης

Μορφούμενος δι' οἶκτον Χριστέ, Ἀδὰμ τὸν πρῶτον ἄνθρωπον, ἐκ Παρθένου, ὤφθης δεύτερος Ἀδάμ, ἐν ὄρει δὲ Σωτήρ μου, Θαβὼρ μετεμορφώθης, παραγυμνῶν σου τήν Θεότητα.

ξέστησαν ὁρῶντες τὴν σήν, τῆς χάριτος οἱ πρόκριτοι, καὶ τοῦ νόμου, Μεταμόρφωσιν Χριστέ, ἐν ὄρει τῷ ἁγίῳ, μεθ' ὧν σε προσκυνοῦμεν, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι.

Λαμπρύνεται ἡ κτίσις φαιδρῶς, τῇ σῇ Μεταμορφώσει Χριστέ, ἣν τοῖς θείοις, Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ τε καὶ Ἠλίᾳ, ὑπέδειξας Θεὸς ὤν, ἀρρήτως λάμψας ὑπὲρ ἥλιον.

Τοῦ Ἁγίου

Ἦχος α'

Πανεύφημοι Μάρτυρες

Εὖπλε παναοίδιμε ἐχθροῦ, δυσμενοῦς κατέβαλες, τὰς μηχανὰς ἀνδρειότατε, στερρᾷ ἀθλήσει σου, προσπαλαίσας τοῦτον, καὶ Χριστῷ τῷ Κτίστῃ σου, θυσία καθαρὰ καὶ εὐπρόσδεκτος, καθιερώθης νῦν, τῷ τῶν ὅλων βασιλεύοντι, δι' αἰῶνος συναγαλλιώμενος.

Εὖπλε παναοίδιμε Σταυρῷ τοῦ Χριστοῦ φραξάμενος, τὰ τῆς ψυχῆς αἰσθητήρια, πρὸς τὸν ἀντίπαλον, ἑκουσίᾳ γνώμῃ, καρτερῶς ἐχώρησας, καὶ τοῦτον προφανῶς τροπωσάμενος, συμβασιλεύεις νῦν, τῷ, τῶν ὅλων βασιλεύοντι, δι' αἰῶνος συναγαλλιώμενος.

Εὖπλε παναοίδιμε Χριστόν, ἀρωγὸν κτησάμενος, τῶν ὑλικῶν κατεφρόνησας, καὶ σῶμα δι' αὐτόν, τῷ διώκτῃ Μάρτυς, παραδοὺς εἰς μάστιγας, ἀντέστης ἐναθλῶν μέχρις αἵματος· διὸ στεφάνῳ σε, τῷ τῆς νίκης κατεκόσμησεν, ὁ Δεσπότης καὶ Σωτὴρ καὶ Κύριος.

Δόξα... Καὶ νν... Ἦχος δ'

ρος τὸ ποτὲ ζοφῶδες καὶ καπνῶδες, νῦν τίμιον καὶ ἅγιόν ἐστιν, ἐν ᾧ οἱ πόδες σου ἔστησαν Κύριε· πρὸ αἰώνων γὰρ κεκαλυμμένον μυστήριον, ἐπ' ἐσχάτων ἐφανέρωσεν ἡ φρικτή σου Μεταμόρφωσις, Πέτρῳ Ἰωάννῃ καὶ Ἰακώβῳ, οἵτινες τὴν ἀκτῖνα τοῦ προσώπου σου μὴ φέροντες, καὶ τὴν λαμπρότητα τῶν χιτώνων σου, ἐπὶ πρόσωπον εἰς γῆν κατεβαρύνοντο, οἳ καὶ τῇ ἐκστάσει συνεχόμενοι, ἐθαύμαζον βλέποντες, Μωϋσῆν καὶ Ἠλίαν, συλλαλοῦντάς σοι τὰ μέλλοντα συμβαίνειν σοι. Καὶ φωνὴ ἐκ τοῦ Πατρός ἐμαρτύρει λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε, ὅστις καὶ δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

Φύσιν τὴν ἐξ' Ἀδάμ, Χριστὲ ἀμεῖψαι θέλων, ἐν ὄρει νῦν ἀπαίρεις, Θαβὼρ παραγυμνώσων, τοῖς Μύσταις τὴν Θεότητα.

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Σέλας τὸ τριλαμπές, ἀστράψαν ἀπορρήτως, τῆς θεϊκῆς σου δόξης, Θαβὼρ ἐν ὄρει Σῶτερ, τὴν σύμπασαν ἐφαίδρυνεν.

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Αἴφνης οἱ Μαθηταί, τὸ ἔξαλλον ἰδόντες, τὸ τῆς στολῆς καὶ πάσης, διαρτίας σου Λόγε, πρηνεῖς εἰς γῆν κατέπιπτον.

Δόξα... Καὶ νῦν ... Ἦχος δ'

Εἰς ὄρος ὑψηλὸν μεταμορφωθεὶς ὁ Σωτήρ, τοὺς κορυφαίους ἔχων τῶν Μαθητῶν, ἐνδόξως ἐξέλαμψας δηλῶν ὅτι οἱ ἐν ὕψει τῶν ἀρετῶν διαπρέψαντες, καὶ τῆς ἐνθέου δόξης ἀξιωθήσονται. Συλλαλοῦντες δὲ τῷ Χριστῷ, Μωϋσῆς καὶ Ἠλίας ἐδείκνυον ὅτι ζώντων καὶ νεκρῶν κυριεύει, καὶ ὁ πάλαι διὰ νόμου, καί, Προφητῶν λαλήσας ὑπῆρχε Θεός, ᾧ καὶ φωνὴ τοῦ Πατρός, ἐκ νεφέλης φωτεινῆς ἐμαρτύρει λέγουσα· Αὐτοῦ ἀκούετε, τοῦ διὰ Σταυροῦ τόν, ᾍδην σκυλεύσοντος, καὶ νεκροῖς δωρουμένου ζωήν τὴν αἰώνιον.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Μετεμορθώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον

ορτὴ ὑπέρλαμπρος ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ, Χριστὸν ἐποψόμενοι.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτο

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον

ὁμότιμος Λόγος Πατρὶ καὶ Πνεύματι, σαρκωθεὶς ἐκ Παρθένου εἰς σωτηρίαν ἡμῶν, ἀνεστράφη τοῖς ἐν γῇ καθάπερ γέγραπται, καὶ ἀνελθὼν ἐν τῷ Θαβώρ, σὺν προκρίτοις Μαθηταῖς, ἐνδόξως μετεμορφώθη· διὸ ὑμνοῦμεν αὐτοῦ τὴν θείαν, καὶ παναγίαν συγκατάβασιν.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ

Εἶτα ὁ πρῶτος Κανὼν τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Τὸν κλεινὸν Εὖπλον εὐσεβῶς ἐπαινέσω. Ἰωσήφ.

Ὠδὴ α' Ἦχος δ'

Τριστάτας κραταιοὺς

Τῷ ὅπλῳ τοῦ Σταυροῦ, εὐπλοήσας εἰσῆλθες, εἰς λιμένα τῆς ζωῆς, ἐν ᾧ περιχαρῶς, αὐγαζόμενος ἔνδοξε, κόπασόν μου τῆς καρδίας, πολυτάραχον κλύδωνα, γαληνῶς τοῦ δοξάζειν τὴν μνήμην σου.

λόφωτος ἀστήρ, ἀρετῶν δᾳδουχίαις, καταυγάζων τοὺς πιστούς, ἀνέτειλας σοφέ, τῷ σεπτῷ στερεώματι, Εὖπλε τῷ τῆς Ἐκκλησίας, καὶ τὸν ζόφον ἀπήλασας, τῶν δαιμόνων δυνάμει τοῦ Πνεύματος.

Νευρούμενος σοφέ, θεϊκῇ δυναστείᾳ, θαρσαλέῳ λογισμῷ, Θεὸν τὸν ἐκ Θεοῦ, γεννηθέντα ἐκήρυξας, σταύρωσιν ἐθελουσίως, ὑπομείναντα ἔνδοξε, καὶ θανάτῳ τὸν θάνατον λύσαντα.

Κινείσθω πρὸς τὴν σήν, εὐφημίαν πᾶν στόμα, ὅτι στόματος ἐχθροῦ, ἐνθέοις διδαχαῖς, θεοφόρε ἐξήρπασας, πάντας τοὺς εὐπειθεστάτως, δεξαμένους τοὺς λόγους σου, ἀθλοφόρε Χριστοῦ γενναιότατε.

Θεοτοκίον

Λαμπρύνας σου Χριστός, τὴν νηδὺν τὴν φωσφόρον, τῇ καθόδῳ τῇ φρικτῇ, ὡς ἥλιος Ἁγνή, τοῖς ἐν κόσμῳ ἀνέτειλε, λύων τῆς πολυθεΐας, τὴν ἀχλὺν τὴν καχέσπερον, καὶ φωτίζων τοῦ κόσμου τὰ πέρατα.

Ὠδὴ γ'

Ὅτι στεῖρα ἔτεκεν

αυτὸν ἐξέδωκας, ὥσπερ ἀμνὸς ἑκουσίως, σφαγιασθῆναι θέλων, ὑπὲρ Χριστοῦ τοῦ διὰ σέ, ἐθελοντὶ πτωχεύσαντος καὶ σφαγέντος, Εὖπλε παμμακάριστε.

ερεῖον ἄμωμον, εὐωδεστάτη θυσία, καὶ προσφορὰ τελεία, προσανηνέχθης τῷ Θεῷ, περιχαρῶς μακάριε, ἀναμέλπων· Ἅγιος εἶ Κύριε.

Νόμοις κρατυνόμενος, Εὐαγγελίου θεόφρον, μέσον ἀνδρῶν ἀνόμων, ἐπέστης κράζων ἐμφανῶς· Τοῖς μὴ ζητοῦσι πάρειμι, διελέγξαι τούτων τὴν δυσσέβειαν.

Θεοτοκίον

Θεὸς ἐν μέσῳ σου, κατασκηνώσας, οὐδόλως τῆς παρθενίας κλεῖθρα, τῆς σῆς ἐσάλευσεν Ἁγνὴ ὃν ἐκτενῶς ἱκέτευε, στηριχθῆναι πάντας τους ὑμνοῦντάς σε.

Ὁ Εἱρμὸς

τι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Τοὺς νόμους τοῦ Χριστοῦ, ἐν χερσὶ περιφέρων, ἐπέστης ἐκβοῶν, τοῖς ἐχθροῖς ἐν σταδίῳ. Αὐτόκλητος πάρειμι, ἐναθλήσων στερρότατα· ὅθεν κλίνας σου, περιχαρῶς τὸν αὐχένα, ὑποδέδεξαι, τὴν ἐκτομὴν τὴν τοῦ ξίφους, τελέσας τὸν δρόμον σου.

Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς

Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ

Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καί, Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.

Ὠδὴ δ'

Δι' ἀγάπησιν Οἰκτίρμον

Ναὸς ἔμψυχος Τριάδος τῆς παναγίας, ὡς ἀληθῶς ἐδείχθης καὶ ναοὺς τῶν εἰδώλων, Εὖπλε κατηδάφισας, τῷ ὅπλῳ τῆς πίστεως.

νηδόμενος τῷ κάλλει τῷ θείῳ Εὖπλε, τῶν αἰκισμῶν καὶ πόνων, τῶν ἀπείρων βασάνων, μάκαρ κατεφρόνησας, καὶ χαίρων ἐνήθλησας.

ψηλόφρονα καρδίαν τοῦ παλαμναίου, ταπεινωθεὶς θεόφρον, ἐταπείνωσας μάρτυς, καὶ πρὸς τὸν ὑψώσαντα, βροτοὺς ἀνελήλυθας.

Πυρακτούμενος τῷ φίλτρῳ τῷ τοῦ Δεσπότου, πᾶσαν τὴν πλάνην μάρτυς, ἐνεπύρισας ὄντως, καὶ πρὸς τὸ μαρτύριον, προθύμως ἐχώρησας.

Θεοτοκίον

Λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου, σὲ τὴν Τεκοῦσαν Κόρη, τὸν πλουτίσαντα πάντας, θείαις ἐπιγνώσεσι, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Ὠδὴ ε'

Ἀσεβεῖς οὐκ ὄψονται

λικῶς ταῖς νεύσεσι, ταῖς θείαις λαμπρυνθείς, καὶ ἀνδρείᾳ ὀχυρωθείς, ὥσπερ λέων ἄριστε, σὺ πρὸς τὸ στάδιον, πεποιθὼς εἰσέδραμες, τὴν δυσσέβειαν τροπούμενος.

Νέμει σοι τὴν ἄλυπον, ζωὴν ὁ λυτρωτής, δι' αὐτὸν θάνατον πικρόν, ἀθλοφόρε ἔνδοξε, καθυπομείναντι, καὶ χοροῖς συνάπτει σε, τῶν μαρτύρων ἀριστεύσαντα.

κλινας αὐχένα σου, προθύμῳ λογισμῷ, καὶ τὴν κάραν ἀφαιρεθείς, τῷ Χριστῷ τρανότερον, καὶ καθαρώτερον, συνεδέθης Ὅσιε, ἀπολαύων τῆς θεώσεως.

Θεοτοκίον

περτέρα πέφηνας, Ἀγγέλων ἀληθῶς, τῶν Ἀγγέλων τὸν ποιητήν, ὑπὲρ νοῦν κυήσασα, τὸν δοξάσαντα τοὺς Ἁγίους μάρτυρας, Παναγία Μητροπάρθενε.

Ὠδὴ ς

Ἦλθον εἰς τὰ βάθη

Σταζόμενος αἵματι παρέστης, τῷ σῷ ἀγωνοθέτῃ, γενναιότατα Εὖπλε θεόφρον, καὶ παρ' αὐτοῦ, τοὺς στεφάνους εἴληφας, τοὺς τῆς νίκης ἀγαλλόμενος.

στης πρὸ τοῦ βήματος ἀνδρείως, τοὺς τοῦ Δεσπότου νόμους, ταῖς ἀγκάλαις σου Εὖπλε κατέχων, καὶ προφανῶς, τοὺς ἀνόμους Ὅσιε, διελέγχων προθυμότατα.

Βασάνων πληθὺν μὴ δειλιάσας, μὴ φοβηθεὶς τὸ ξίφος, τὴν ἀλήθειαν σὺ πρὸ βημάτων δικαστικῶν, εὐσεβῶς ἐκήρυξας, καὶ τὴν πλάνην ἐθανάτωσας.

Θεοτοκίον

θαῦμα παράδοξον, πῶς τίκτεις, πεῖραν ἀνδρὸς μὴ γνοῦσα; πῶς θηλάζεις δὲ Παρθενομῆτορ, τὸν χορηγόν, ἀληθῶς τοῦ γάλακτος, καί τροφέα πάσης κτίσεως;

Ὁ Εἱρμὸς

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων· ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε.

Συναξάριον

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὔπλου τοῦ Διακόνου.

Στίχοι

κ τῆς στολῆς μέν, σεπτὸς Εὖπλος Λευΐτης.

κ τῆς τομῆς δέ, στερρὸς ὄντως ὁπλίτης.

Πλήγη ἑνδεκάτ ξίφει Εὖπλος κοπήεντι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἐγκαινίων τοῦ σεβασμίου καὶ περικαλλοῦς οἴκου καὶ θείου Ναοῦ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Ἐλεούσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις περὶ τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Μνήμη τῶν ἁγίων μαρτύρων Νεοφύτου, Ζήνωνος, Δαΐου, Μάρκου, Μακαρίου καὶ Δαϊανοῦ, διὰ πυρὸς τελειωθέντων.

Ὅσιος Πασσαρίων ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Νέοι τρεῖς ἐν Βαβυλῶνι

Στάξαν σου ἐν γῇ τὸ αἷμα, ἀπέσβεσε τὴν πυράν, τῆς πλάνης πανόλβιε, τὴν δὲ τοῦ Χριστοῦ Ἐκκλησίαν, πλουσιωτάτως ἤρδευσεν, εὐσεβῶς ἀνυμνοῦσάν σε.

χων φρόνημα γενναῖον, καὶ ἄσειστον λογισμόν, τὴν πλάνην κατέσεισας, καὶ προϊσταμένους τοῦ ψεύδους, τοῖς ἀψευδέσιν ἤλεγξας, διδαχαῖς Εὖπλε πάνσοφε.

Πύλη σοι τοῦ Παραδείσου, Εὖπλε μάρτυς τοῦ Χριστοῦ, ἠνοίχθη μακάριε, κεκαλλωπισμένον ἰδοῦσα τῷ θείῳ πάθει, καὶ τῷ νικητικῷ διαδήματι.

νθρακι κεκαθαρμένος, θείῳ μάρτυς τὴν ψυχήν, ἄνθρακας κατέσβεσας, τῆς πολυθεΐας κραυγάζων· Εὐλογητὸς εἶ Κύριος ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Θεοτοκίον

να σου τὴν θείαν μήτραν, κάμινος ἡ Περσική, τυπώσῃ Πανάμωμε, σῴζει Νεανίας ἀφλέκτους ἀναβοῶντας· Κύριε ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η'

Λυτρωτὰ τοῦ παντὸς

Νοσημάτων παντοίων καθάρσιον, καὶ πνευμάτων δεινῶν ἐλατήριον, τὸ σὸν ὑπάρχει Λείψανον, ὃ κυκλοῦντες βοῶμεν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

πὶ σοὶ τῶν πιστῶν δῆμος γέγηθε, πρὸς Χριστὸν σε μεσίτην κτησάμενος, καὶ πρεσβευτην θερμότατον, καὶ προστάτην παμμάκαρ Εὖπλε Λευῖτα, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.

Συνελθόντες ἀρύσασθε ἄνθρωποι, νοσημάτων κατάλληλον ἴαμα, ἐκ τῆς σοροῦ τοῦ μάρτυρος, καὶ βοήσατε πίστει· Πάντα τὰ ἐργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

ραιώθης Ἁγνὴ παναμώμητε, ὑπὲρ πᾶσαν Ἀγγέλων εὐπρέπειαν, τὸν ποιητὴν κυήσασα, τῶν βροτῶν καὶ Ἀγγέλων, ᾧ μελῳδοῦμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντός, Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Ὠδὴ θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς

δεῖν ἠξιώθης ἀληθῶς πανόλβιε, τὰ μακρόθεν σοι ποθούμενα, ἔστης ἐφέσεως ὡς φθάσας, αὐτὸ τῶν ὀρεκτῶν τὸ ἀκρότατον, τοῦ πόθου σου σαφῶς τὸ συμπέρασμα, Εὖπλε Λευΐτα ἀξιάγαστε.

ς σκῆπτρον κατέχων τὸν Σταυρὸν μακάριε, τῇ χειρί σου τὴν πορφύραν δέ, ἣν ἐξ αἱμάτων ἱερῶν σου, ἐφοίνιξας λαμπρῶς περικείμενος, Χριστῷ τῷ Βασιλεῖ νῦν παρίστασαι, Εὖπλε μαρτύρων ἀκροθίνιον.

Σήμερον Κατάνη ἡ σεπτὴ μητρόπολις, πολιοῦχον ταύτης ἄριστον, σὲ κεκτημένη ἑορτάζει, τὴν θείαν ἐκτελοῦσά σου ἄθλησιν, σὺν πάσαις ἐπαρχίαις καὶ πόλεσιν, ἥν περιέποις σαῖς δεήσεσιν.

λιος ὁλόφωτος σαφῶς γεγένησαι, καὶ πρὸς φέγγος κατεσκήνωσας, Μάρτυς τὸ θεῖον τῇ μεθέξει, θεούμενος τῇ θείᾳ μακάριε, καὶ νῦν φωταγωγεῖς τοὺς ὑμνοῦντάς σου, τὴν φωτοφόρον μάκαρ ἄθλησιν.

Θεοτοκίον

Φωτός, τοῦ ἐν σοὶ μαρμαρυγαῖς Θεόνυμφε, τὴν ψυχήν μου φωταγώγησον, κείμενον βόθρῳ ἀπωλείας, ἀνάστησον, ἐχθροὺς καταισχύνουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντάς με.

Ὁ Εἱρμὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

Διόλου ἀνακείμενος, Θεῷ τῷ παντοκράτορι, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, λαμπόμενος ἀθλοφόρε, τῶν ἐκτελούντων μέμνησο, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων Ἅγιε, ὡς τοῦ Χριστοῦ Μυστηρίων, Διάκονον μάρτυς Εὖπλε.

Καὶ τῆς Ἑορτῆς

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τὸν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν κτίσιν.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

Χαίρετε ἡ τριάς, τῶν θείων Ἀποστόλων, ὅτι τῆς Τριάδος εἶδες, τὸν κατ' οὐσίαν ἕνα, εἰς ὄρος τὸ Θαβώριον.

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Εὖγέ σοι τῷ Θαβώρ, τῷ πρὶν ζοφωδεστάτῳ· φωτὸς γὰρ ἠξιώθης, οὐκ αἰσθητοῦ ἡλίου, τῆς ἄνω δὲ λαμπρότητος.

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Φωτὶ μὲν τῷ τοῦ σοῦ, προσώπου ἐλλαμφθέντες, οἱ Μαθηταί σου Σῶτερ, μὴ φέροντες τὴν αἴγλην, εἰς γῆν ἄφνω κατέπιπτον.

Δόξα... Καὶ νῦν ... Ὅμοιον

Εἶδον ἐν τῷ Θαβώρ, Μωσῇς τε καὶ Ἠλίας, τὸν ἐκ Παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.

 

Ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.