The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΑΠΡΙΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΑ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀντίπα, Ἐπισκόπου Περγάμου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν

Χάριν, ἀπαντλήσας δαψιλῶς, γνώσεως Χριστοῦ Ἱεράρχα, ἐξ ἀκενώτου πηγῆς, τοῦ Ἐπιστηθίου τε καὶ θείου Κήρυκος, ταύτης πᾶσι μετέδωκας, ἀνθρώποις ἀφθόνως, δρόμον ἰσαπόστολον ἀνύων Ὅσιε· ὅθεν, σὺν αὐτῷ παρρησίαν, ἔχων πρὸς Θεὸν ὑπὲρ πάντων, τῶν σὲ εὐφημούντων καθικέτευε.

Βίον, διανύσας εὐκλεῆ, καὶ τῶν ἀρετῶν συναθροίσας, τὸν πλοῦτον Ὅσιε, πλήρης δι' ἀθλήσεως, καλῶν πρὸς Κύριον, ὡς ὁ πρὶν ἐξεδήμησας, Ἀβραὰμ Ἀντίπα· ὅθεν καὶ τῆς κρείττονος δόξης ἠξίωσαι, χαίρων, τοῦ Χριστοῦ σὺν τοῖς μύσταις, καὶ ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν πιστῶς τιμώντων σου τὴν ἄθλησιν.

χων, ἐξ ἀφθόνων δωρεῶν, σὺ τοῦ Παρακλήτου τὴν χάριν, τὴν τῶν ἰάσεων, πάθη τὰ τοῦ σώματος, καὶ τῶν ψυχῶν ἡμῶν, ἐπισκέψει σου ἴασαι, ὀδύνας κοιμίζων, πόνους παύων ἅπαντας, καὶ ἐκλυτρούμενος, πάντας συμφορῶν καὶ κινδύνων, τοὺς τὴν σὴν Ἀντίπα τιμῶντας μνήμην, καὶ δοξάζοντας τὸν Κύριον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

χεις, συμπαθείας οἰκτιρμούς, ἔχεις εὐσπλαγχνίας ἀβύσσους, θεοχαρίτωτε, τούτοις μου συγκάλυψον τὰ ἁμαρτήματα, καὶ ἀπόπλυνον ἅπαντα, τὸν ῥύπον Παρθένε, ἐξ ἀπροσεξίας μου τὸν προσγινόμενον, ὅπως, ἀπὸ βλάβης παντοίας, Δέσποινα σωθεὶς μεγαλύνω, τὸ σὸν εἰς αἰῶνας θεῖον ὄνομα.

Ἢ Σταυροθεοτοκίον

τε, προσηλώθης τῷ Σταυρῷ, ἄκακος ἀμνὸς ὥσπερ Σῶτερ, καὶ ἐκεντήθης πλευράν, ἥλιος ἐσκότασε, καὶ γῆ ἐτρόμαξε, καὶ αἱ πέτραι ἐσχίσθησαν, ναοῦ δὲ ἐρράγη, θεῖον καταπέτασμα ἀπὸ τοῦ φόβου σου· ὅθεν, ἡ τεκοῦσά σε Μήτηρ, θρήνοις κοπτομένη ἐβόα· Δόξα τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου.

Καὶ ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες, ὡς σύνηθες, καὶ τοῦ Ἁγίου ὁ Κανών, οὗ ἡ, Ἀκροστιχίς.

Τὸν φαιδρὸν ἐν Μάρτυσιν Ἀντίπαν σέβω.

Ποίημα Ἰωσήφ.

δὴ α' Ἦχος δ' Εἱρμὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Τῷ φέγγει, τῆς τρισηλίου χάριτος, καταλαμπόμενος, τοὺς τὴν φαιδράν σου ταύτην ἑορτήν, ἐκτελοῦντας καταύγασον, τῆς τῶν παθῶν λυτρούμενος, Μάρτυς Ἀντίπα ἀμαυρώσεως.

Λόγος ὁ τοῦ Θεοῦ σου Πάνσοφε, μάρτυρα γνήσιον τῶν ἑαυτοῦ ἀνέδειξε παθῶν, τὴν δυσσέβειαν τρέποντα, καὶ τῶν δαιμόνων ἅπασαν, τὴν πονηρίαν ἀφανίζοντα.

Νομίμως, τὸ ἱερόν σου ποίμνιον, ὄντως ἐποίμανας, καὶ ἐπὶ χλόην Πάτερ τῶν Χριστοῦ, διδαγμάτων ἐξέθρεψας, νῦν δ' ἐποπτεύεις ἄνωθεν, στέφει Μαρτύρων κλεϊζόμενος.

Θεοτοκίον

Φωτός σου, ταῖς ἀστραπαῖς καταύγασον, Κόρη πανάμωμε, τὴν ἐν νυκτὶ παθῶν καὶ συμφορῶν, συσχεθεῖσαν καρδίαν μου, δικαιοσύνης Ἥλιον, πᾶσιν ἀρρήτως ἀνατείλασα.

δὴ γ' Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

νέβλυσας ποταμούς, διδασκαλίας τοὺς πιστοὺς ἄρδοντας, καὶ θολερὰ νάματα, τῆς πολυθεΐας ξηραίνοντας.

σχὺϊ δυναμωθείς, τοῦ τὴν ἀσθένειαν ἡμῶν ἄραντος, δαιμονικὴν ἔθραυσας, Ἔνδοξε ἰσχὺν δι' ἀθλήσεως.

Δαιμόνων τοὺς λατρευτάς, σέβειν Θεὸν ἀληθινὸν ἔπεισας, σάρκα θνητὴν Ὅσιε, πλούτῳ εὐσπλαγχνίας φορέσαντα.

Θεοτοκίον

υόμενον τοὺς βροτούς, αἰχμαλωσίας τοῦ ἐχθροῦ Ἄχραντε, τὸν Λυτρωτὴν τέτοκας· ὅθεν εὐσεβῶς σε δοξάζομεν.

Κάθισμα Ἦχος γ'

Θείας πίστεως

Θείοις ἄνθραξι, θείας ἀγάπης, ἀναπτόμενος, μάρτυς, Ἀντίπα, τῆς ἀθεΐας τὴν φλόγα κατέσβεσας, καὶ πυρωθέντι βληθεὶς χαλκουργήματι, πρὸς τὸ ἀνέσπερον φῶς ἐξεδήμησας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον

Παραμύθιον, τῶν θλιβομένων, ἱλαστήριον, ἁμαρτανόντων, σὺ ἀνεδείχθης Μητροπάρθενε Δέσποινα· τὴν γὰρ βροτῶν σωτηρίαν γεννήσασα, πύργος ἰσχύος πιστοῖς μόνη γέγονας· Ὅθεν κράζομεν, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

Σταυρουμένου σου, ἡ γῆ ἐσείσθη, νεκρωθέντος σου, τὸ φῶς ἐκρύβη, καὶ οἱ νεκροὶ τῶν δεσμῶν ἀπελύθησαν, ἡ δὲ πανάχραντος Μήτηρ σου Δέσποινα, δακρυρροοῦσα πικρῶς ἀπεφθέγγετο· Τέκνον φίλτατον, ὑμνῶ σου τὸ μέγα ἔλεος· τοῦ σῶσαι γὰρ βροτοὺς ταῦτα πέπονθας.

δὴ δ' Ὁ Εἱρμὸς

παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Οὐ κατέσεισε τὸν πύργον τῆς σῆς καρδίας, παρανομούντων ἔνστασις, Μάρτυς ἀθλοφόρε· ὅθεν πυρακτούμενος, τῷ ζήλῳ τῆς πίστεως, ὤφθης τοῦ πυρὸς δυνατώτερος.

Νυσταγμῷ τῆς ἀθεΐας τοὺς κρατουμένους, ἐπαγρυπνῶν Πανεύφημε, ταῖς διδασκαλίαις τοῦ Ἅγίου Πνεύματος, πρὸς γνῶσιν ἐξήγειρας, τῆς ἀληθινῆς ἐπιγνώσεως.

νεπλήσθης τῶν τοῦ Πνεύματος χαρισμάτων, ἐκ θεολόγου στόματος, τοῦ Ἐπιστηθίου· ὅθεν καὶ ἀνέβλυσας, τὰ θεῖα διδάγματα, πᾶσι τοῖς πιστοῖς Πάτερ Ὅσιε.

Θεοτοκίον

Μετὰ τόκον ὡς πρὸ τόκου διεφυλάχθης, Παρθενομῆτορ ἄφθορος· τὸν Δημιουργὸν γάρ, πάντων ἀπεκύησας, ἐκ σοῦ τὸ ἀνθρώπινον, σῶμα ἑκουσίως φορέσαντα.

δὴ ε' Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

νῆλθες ἀρετῶν, εἰς τὸ ὄρος Μακάριε, καὶ γνώσεως ὑπεισῆλθες, τὸν ἀκρότατον γνόφον, καὶ τῷ Θεῷ ὡμίλησας.

ημάτων σου πλοκαῖς, ἐκ βυθοῦ ἀθεότητος, ἐζώγρησας Ἱεράρχα, πλανωμένους ἀνθρώπους, καὶ χάριτι διέσωσας.

Τὸ μέγα τῆς Θεοῦ, παρουσίας μυστήριον, κηρύττων Ἱερομάρτυς, κατεσμίκρυνας ὕψος, εἰδώλων ἀθεώτατον.

Θεοτοκίον

πάρχων ἐν μορφῇ, τοῦ Θεοῦ ὁ ὑπέρθεος, ἐσκήνωσεν ἐν γαστρί σου, τὴν μορφήν μου φορέσας, ὁ Κύριος Πανάμωμε.

δὴ ς' Ὁ Εἱρμὸς

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Σταυρώσας, ἐγκρατείᾳ τὰ μέλη Μακάριε, τοὺς ἐν ἀσκήσει ἀγῶνας, τοῖς ἀγῶσιν ἔστεψας τῶν Μαρτύρων, οὓς ὑπέστης, διανοίας Ἀντίπα στερρότητι.

στασο, πρὸ βημάτων κηρύττων τὴν σάρκωσιν, τοῦ διὰ σὲ κενωθέντος, καὶ Πιλάτου βήματι παραστάντος, Ἀθλοφόρε, καὶ Σταυρῷ τὸν ἐχθρὸν θανατώσαντος.

Νέκρωσιν, τοῦ Σταυρῷ νεκρωθέντος θεσπέσιε, ποθῶν Ἀντίπα εἰσέδυς, τῷ πεπυρωμένῳ βοῒ χαλκείῳ καὶ θυσίᾳ, νεκρωθεὶς τῷ Κυρίῳ προσενήνεξαι.

Θεοτοκίον

γιος, ὁ σκηνώσας ἐν μήτρᾳ σου Κύριος, ὁ ἐν Ἁγίοις Παρθένε, ἐπαναπαυόμενος καὶ δοξάζων, τους ἐν πίστει, ἀληθεῖ τοῦτον Κόρη δοξάζοντας.

Κοντάκιον Ἦχος πλ. δ'

Τῇ ὑπερμάχῳ

Τὸν ἱεράρχην καὶ κλεινὸν μεγαλομάρτυρα, τὸν πολιοῦχον τῆς Περγάμου τὸν πανάριστον, καὶ κοινοῦ ἐχθροῦ ἀντίπαλον τὸν Ἀντίπαν, κατὰ χρέος εὐφημήσωμεν ἐν ᾄσμασιν, ὡς τοὺς πάσχοντας ὀδόντας θεραπεύοντα, πόθῳ κράζοντες· χαίροις, Πάτερ τρισόλβιε.

Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.

Συναξάριον

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀντίπα, Ἐπισκόπου Περγάμου.

Στίχοι

Ταύρῳ παλαίεις, καλλιμάρτυς, Ἀντίπα,

ς σε φλογίζειν, οὐ κερατίζειν ἔχει.

Χάλκεον ἑνδεκάτῃ βληθεὶς φλέγῃ, Ἀντίπα, εἰς βοῦν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Τρυφαίνης τῆς ἐν Κυζίκῳ.

Στίχοι

Χωρίζεται Τρύφαινα σαρκὸς πηλίνης,

πηλὸν αὐτῆς τὰς τρυφὰς ἡγουμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φαρμουθίου.

Στίχοι

ξῆλθε Φαρμούθιος ἐκ τῶν ἐνθάδε,

Φαρμουθὶ μηνί, δῆλον ὡς Ἀπριλίῳ.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ' Ὁ Εἱρμὸς

ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Νέους τρεῖς Παῖδας, ἐξεικονίζων Μάρτυς ἔνδοξε, μέσον ὡς καμίνου ἔστης τοῦ δολερῶς, πυρωθέντος χαλκουργήματος· Εὐλογημένος εἶ, ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.

Τῇ θείᾳ δρόσῳ, περικυκλούμενος πάντοθεν, ὅλως οὐκ ἐφλέχθης μέσον ὢν τοῦ πυρός, οὐδὲ δαίμοσιν ἐπέθυσας· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.

σχὺϊ θείᾳ, τῆς ἡλικίας τὸ ἀνίσχυρον, Πάτερ, ἐνισχύσας ἄκμων ὥσπερ στερρός, πρὸς τὸ στάδιον ἐχώρησας· Εὐλογημένος εἶ, ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.

Πεποικιλμένος, Ἱεραρχίας θεία χάριτι, αὖθις πορφυρίδι αἵματός σου Σοφέ, στολισάμενος ἀνέδραμες, πρὸς τὰ βασίλεια, περιφανῶς τὰ ἄνω γηθόμενος.

Θεοτοκίον

Αἱμάτων Κόρη, παρθενικῶν τῶν σῶν ἐνσεσάρκωται, Λόγος ὁ Πατρὶ συνάναρχος τὴν ἡμῶν, συντριβὴν ἐπανορθούμενος· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.

δὴ η' Ὁ Εἱρμὸς

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νοῦν οὐκ ἐν ἐσόπτροις καθορᾷς, οὐκ ἐν αἰνίγμασι, καλῶν τὸ ἔσχατον, πρὸς δέ γε πρόσωπον πρόσωπον, παρελθόντων τῶν ἐμφάσεων, ἀναβοῶν χαρμονικῶς, τῷ σὲ δοξάσαντι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σὲ τοῦ ἀρχιποίμενος Χριστου, τὸ θεῖον πρόβατον, καλῶς ποιμάναντα, αὐτοῦ τὸ ποίμνιον πάνσοφε, ὡς ἀμνὸν οἱ ἀνομώτατοι, ὁλοκαυτοῦσι τῷ πυρί, Ἀντίπα κράζοντα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ν πέτρᾳ τῶν θείων ἐντολῶν, τὰ τῆς καρδίας σου, ἐρείσας βήματα, δεινῶν κολάσεων πνεύματι, αἰκισμῶν τε ἐπικλύσεσιν, οὐκ ἐσαλεύθης, μελῳδῶν Ἀντίπα πάνσοφε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Βεβαίως τῆς δόξης τοῦ Χριστοῦ, Μάρτυς τετύχηκας, Ἀντίπα πάνσοφε, διπλοῦν δὲ στέφανον ἔλαβες, ὡς ποιμὴν παναληθέστατος, καὶ νικηφόρος ἀθλητής, οἷς καὶ κοσμούμενος ἀνακράζεις· Πάντα τὰ ἔργα εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

ς μήτηρ τοῦ πάντων Ποιητοῦ, ὡς θεῖον τέμενος, τοῦ Παντοκράτορος, ὡς γῆ ἀνήροτος ἄσταχυν, ἀγεώργητον βλαστήσασα, Παρθένε σῷζε τοὺς πιστῶς ἀεί κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

δὴ θ' Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

εραρχικῶς Ἱεράρχα, τὸν ἱερὸν ἀνύσας δρόμον, τὴν ἱερωτάτην ζωήν σου, ἱερωτάτως σὺ καθιέρωσας, τῷ ποιητῇ καὶ πλάστῃ σου, Μάρτυς Ἀντίπα Ἱερώτατε.

ς τῶν ἀρετῶν ταῖς ἰδέαις, περικαλὴς γεγενημένος, δόξῃ μαρτυρίου Παμμάκαρ, καθωραΐσθης καὶ μεταβέβηκας, πρὸς τὸν ὡραῖον Κύριον, θέσει θεούμενος θεόληπτε.

Σήμερον ἡ Πέργαμος χαίρει, ἐπὶ τῇ θείᾳ πανηγύρει, τοῦ ἱερωτάτου ποιμένος, καὶ συγκαλεῖται πόλεις τὰς κύκλῳ αὐτῆς, ᾗ καὶ ἡμεῖς συγχαίροντες, τοῦτον ἐν ὕμνοις καταστέψωμεν.

τῶν Ἱερῶν σου Λειψάνων, ἱερωτάτη Μάκαρ θήκη, μύρον ἰαμάτων πηγάζει, δυσώδη πάθη ἀποδιώκουσα, καὶ τοὺς τὴν σὴν γεραίροντας, μνήμην σαφῶς εὐωδιάζουσα.

Θεοτοκίον

Φῶς ἡμῖν ἀνέτειλε Κόρη, ἐκ φωτοφόρου σου νηδύος, ὁ Δημιουργὸς τοῦ ἡλίου, καὶ τῶν ἀστέρων καὶ πάσης κτίσεως, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς σε.

 

Τὸ Φωταγωγικόν, καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.