The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΟΚΤΩΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

11-17

Aκολουθία τῶν Ἁγίων Πατέρων τῆς Ζ' οἰκουμενικῆς Συνόδου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τό, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ’ καὶ Ἀνατολικὸν α’ καὶ τῶν Ἁγίων Πατέρων Στιχηρὰ Προσόμοια ς’.

Ἦχος πλ. β’

Ἡ ἀπεγνωσμένη.

Τὰς ἑπτὰ Συνόδους τὰς τῶν Πατέρων, κατὰ διαφόρους καιροὺς συστάσας, εἰς ἕνα συνήθροισεν ἑνὶ Κανόνι τῷ δέ, μάλα καλῶς ὁ Πατριάρχης, ὁ Γερμανὸς ὁ νέος, γράφων ὁμοῦ τε καὶ κρατύνων, τὰ δόγματα τὰ τούτων, ὃς καὶ πρέσβεας αὐτοὺς ἀγρύπνους, τῆς σωτηρίας τῷ Κυρίῳ προβάλλεται, καὶ τοῦ ποιμνίου συμποίμενας.

Τὸ τοῦ Νόμου γράμμα παισὶν Ἑβραίων, ἔθετο τιμίαν τὴν ἑβδομάδα, σκιᾷ προσανέχουσι, καὶ λατρεύουσι ταύτῃ, ἣν περ Πατέρες συνδραμόντες, ἐν ἑπτάδι Συνόδων, νεύσει Θεοῦ τοῦ ἐν ἐξάδι, ἡμερῶν σύμπαν τόδε, ἀπαρτίσαντος, καὶ τὴν ἑβδόμην εὐλογήσαντος, σεμνοτέραν εἰργάσασθε, ὅρον ἐκθέμενοι Πίστεως.

Τὴν Τριάδα πᾶσιν ἐκ τῶν πραγμάτων, τῆς κοσμογενείας οὖσαν αἰτίαν, τρανῶς παρεδώκατε, τρισόλβιοι Πατέρες· τρεῖς γὰρ καὶ τέσσαρας Συνόδους, μυστικωτάτῳ λόγῳ θέντες, καὶ ἔκδικοι φανέντες, τοῦ ὀρθοδόξου λόγου, τὰ στοιχεῖα τὰ τέσσαρα ὄντα, καὶ τὴν Τριάδα ἐνεφήνατε, κτίσασαν ταῦτα, καὶ κόσμον ποιήσασαν.

ρκεσε καὶ μία ζωὴν ἐμπνεῦσαι, τῷ κειμένῳ γόνῳ τῆς ὑπουργούσης, Προφήτου ἀνάκαμψις Ἐλισσαιὲ τοῦ πάνυ, ὅμως ἀνέκαμψεν ἑπτάκις, καὶ συνέκυψε τούτῳ, οἷα προόπτης προαγγέλλων, τὰς ὑμῶν συνελεύσεις, αἷς τὴν νέκρωσιν τοῦ Θεοῦ Λόγου ἐψυχώσατε, θανατώσαντες Ἄρειον, καὶ τοὺς ἐκείνῳ συγκὰμνοντας.

Τὸν διῃρημένον Χριστοῦ χιτῶνα, καὶ διερρηγμένον κυσὶν ὑλάκταις, σοφῶς συνερράψατε σεβάσμιοι Πατέρες, βλέπειν τὴν γύμνωσιν τὴν τούτου, μηδαμῶς ἐνεγκόντες, ὥσπερ ὁ Σήμ τε καὶ Ἰάφεθ, τὴν πατρῴαν τὸ πάλαι, καταισχύναντες τὸν πατραλοίαν, καὶ τοὺς ἐκείνῳ συμφρονήσαντας Ἄρειον, τόν της μανίας ἐπώνυμον.

Τοὺς Μακεδονίους καὶ Νεστορίους, καὶ τοὺς Εὐτυχέας καὶ Διοσκόρους, Ἀπολλιναρίους τε Σαβελλιοσεβήρους, λύκους βαρεῖς ἀποδειχθέντας, ἐν δέρμασι προβάτων, πόρρω τῆς ποίμνης τοῦ Σωτῆρος, ὡς ἀληθεῖς Ποιμένες, ἀπηλάσατε γυμνοὺς κωδίων, τοὺς τρισαθλίους καταστήσαντας ἄριστα· ὅθεν ὑμᾶς μακαρίζομεν.

Δόξα... Ἦχος πλ. β’

Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριαδα μίαν ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου, καὶ Ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

τὸ α' τοῦ Ἤχου.

Εἴσοδος, Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ. 14, 14-20)

κούσας Ἄβραμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν, καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μέτ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ  Δαμασκοῦ. Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ ὁ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογόμορ καὶ τῶν βασιλέων τῶν μέτ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβῆ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον, ἦν δὲ Ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν  οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.

Δευτερονομίου τὸ Ἀνάγνωσμα.

(Κεφ. 1, 8-11, 15-17)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ· ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.

Δευτερονομίου τὸ Ἀνάγνωσμα.

(Κεφ. 10, 14-21)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μέτ' αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὃστις οὐ θαυμάζει πρόσωπον, οὐδ' οὐ μὴ λάβῃ δῶρον. Ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου,  ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.

Εἰς τὴν Λιτήν, τὰ συνήθη

Δόξα... Ἦχος γ’

ποστολικῶν παραδόσεων, ἀκριβεῖς φύλακες γεγόνατε, Ἅγιοι Πατέρες· τῆς γὰρ Ἁγίας Τριάδος τὸ ὁμοούσιον, ὀρθοδόξως δογματίσαντες, Ἀρείου τὸ βλάσφημον συνοδικῶς κατεβάλετε. Μεθ' ὃν καὶ Μακεδόνιον πνευματομάχον ἀπελέγξαντες, κατεκρίνατε Νεστόριον, Εὐτυχέα καὶ Διόσκορον, Σαβέλλιόν τε, καὶ Σεβῆρον τὸν Ἀκέφαλον. Ὧν τῆς πλάνης αἰτήσασθε ῥυσθέντας ἡμᾶς, ἀκηλίδωτον ἡμῶν τὸν βίον, διατηρεῖν ἐν τῇ πίστει δεόμεθα.

Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι. Πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος δ’

Τὴν ἐτήσιον μνήμην μερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης, συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας, συνοδικῶς τοῦτον ἐξωστράκισαν, καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν ὁμολογεῖν, ἐν τῷ τῆς Πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι. Ὅθεν καὶ ἡμεῖς τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.

Καὶ νῦν... Θεοτοκίον.   Ὁ αὐτὸς.

Νεῦσον παρακλήσεσι, σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτὴμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον Ἀναστάσιμον. 

Δόξα... Τῶν Πατέρων.

Ἦχος πλ. δ’

περδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον.

Ἦχος πλ. δ’

δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τον θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, ἀντὶ δέ του, Ἀμώμου λέγομεν τὸν Πολυέλεον, Καθίσματα Ἀναστάσιμα, καὶ τὰ λοιπὰ ὁμοίως, κατὰ τὴν συνήθειαν.

Εἶτα οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων Πατέρων εἰς ς’.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Ὑμνῶ μακάρων συνδρομὴν τὴν ἑβδόμην.

Ποίημα Θεοφάνους.

Ὠδὴ α’  Ἦχος πλ. δ’

Ἁρματηλάτην.

μνολογῆσαι τὴν ἑβδόμην ἄθροισιν, ἐφιεμένῳ μοι νῦν, τὴν τῶν ἑπτὰ δίδου, χαρισμάτων σύνοδον, τοῦ Παρακλήτου Κύριε, τὴν σοφίσασαν ταύτην, γλωσσοπυρσεύτως, καὶ βλάσφημον, πᾶσαν γλωσσαλγίαν σιγήσασαν.

Μείζων ἀρχῆθεν ἀριθμῶν ὁ ἕβδομος, δημιουργίας καὶ γάρ· τῆς τοῦ Θεοῦ πάσης, πρωτοτύπως γέγονεν, ἡ παντελὴς κατάπαυσις, εἰς ἑβδόμην ἡμέραν, καὶ νῦν πασῶν τῶν αἱρέσεων, λῆξις εἰς ἰσάριθμον Σύνοδον.

Νενικηκὼς τὸν θεομάχον Ἄρειον, ἐν τῇ Νικαίᾳ τὸ πρίν, ποιμαντικῇ ῥάβδῳ ὀρθοδόξοις ἴθυνε, τὴν Ἐκκλησίαν δόγμασιν, ὁ χορὸς τῶν Πατέρων, καὶ νῦν ἐν ταύτῃ κατῄσχυνε, τοὺς Εἰκονομάχους ὁ σύμμαχος.

Θεοτοκίον.

ς οἱ Πατέρες εὐσεβῶς ἐδίδαξαν, ὁμολογοῦμεν πιστῶς, Παρθενικὴν μήτραν, ἀνωδίνως τέξασαν, μετὰ σαρκὸς τὸν ἄσαρκον, προσκυνοῦμέν τε τούτου, στηλογραφοῦντες τὴν μόρφωσιν, καὶ τιμητικῶς ἀσπαζόμεθα.

Ὠδὴ γ’

Ὁ στερεώσας κατ' ἀρχὰς.

Μὴ σαλευθῆναι τοῦ Χριστοῦ, τὴν ἀρραγῆ Ἐκκλησίαν, ὑπ' αὐτοῦ μυσταγωγούμενοι θεῖοι, Ποιμενάρχαι τοὺς αὐτήν, παρασαλεῦσαι θέλοντας, ὡς Ἀντιχρίστου μοίρας, τῶν εὐσεβῶν παρεσάλευσαν.

νακαθαίρει θολερούς, καὶ βορβορώδεις χειμάρρους, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλήσας, καὶ διψῶντα τὸν λαόν, τὸν τοῦ Χριστοῦ κορέννυσι, τῶν διδαχῶν τοῖς ῥείθροις, ὁ τῶν Πατέρων κατάλογος.

Κατὰ τῶν ὄντως μισητῶν, Χριστιανοκατηγόρων, συνδρομῇ τῶν φιλοχρίστων ἑβδόμῃ, ἐν τῇ πόλει τῇ λαμπρᾷ, τῶν Νικαέων γέγονεν, ἧς Βασιλεῖς Εἰρήνη, καὶ Κωνσταντῖνος συνήγοροι.

Θεοτοκίον.

πας ἀπέστω δυσσεβής, ὁ τὴν εἰκόνα μὴ σέβων, τὴν σεπτὴν τῆς Θεοτόκου καὶ ταύτην, μὴ κηρύττων τὸν Xριστόν, θεανδρικῶς κυήσασαν, καὶ τῷ πυρὶ πεμπέσθω, κατακαιόμενος ἄπαυστα.

Κάθισμα  Ἦχος δ’

Ταχὺ προκατάλαβε.

Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας σαφῶς, τῷ κόσμῳ ἐδείχθητε, μακαριώτατοι, Πατέρες θεόφθογγοι, τήξαντες τὰς αἱρέσεις, τῶν βλασφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν δυσφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.

Δόξα... Τὸ αὐτὸ.

Καὶ νῦν... Θεοτοκίον.

Ταχὺ ἡμᾶς πρόφθασον, Παρθενομῆτορ ἁγνή, ἐχθρῶν ἡμᾶς λύτρωσαι, τῶν βλασφημούντων εἰς σέ, καὶ μὴ προσκυνούντων σε· θραῦσον τὰς γλωσσαλγίας, τῶν αἱρέσεων πάσας, γνώτωσαν ὅτι μόνη, θεομήτωρ ὑπάρχεις, πρεσβείαις σου Ὀρθοδόξων, τὸ σύστημα σῴζουσα.

Ὠδὴ δ’

Σύ μου ἰσχύς, Κύριε.

ῆμα Θεοῦ, ἔχοντες βέλος καὶ μάχαιραν, πάντας ἄρδην, τούτους κατασφάττουσι, τοὺς δυσμενεῖς, τύπῳ σταυρικῷ, τοὺς μὴ σεβομένους, ἐπίσης τὰ ἐκτυπώματα, Χριστοῦ τῆς Θεοτόκου, τῶν Ἁγίων τε πάντων, οἱ Πατέρες οἱ θεοειδέστατοι.

σπερ ἑπτά, σάλπιγγες Ἱεριχούντια, εἰς ἑβδόμην, τείχη κατηδάφισαν, περιδρομήν, οὕτως αἱ ἑπτά, Σύνοδοι πᾶν στῖφος, κατὰ Θεοῦ ἐπαιρόμενον, κατήγαγον εἰς χάος, συνδρομὴν εἰς ἑβδόμην, τῶν εὐήχων σαλπίγγων τοῦ Πνεύματος.

Νεανικήν, ἔνστασιν ἐπιδεικνύμενος, καὶ τῷ θείῳ, ζήλῳ πυρπολούμενος, ὁ Πατρικὸς δῆμος Ἠλιού, οἷα τῆς αἰσχύνης, τοὺς Ἱερεῖς ἐθανάτωσε· διὸ σὺν παρρησίᾳ, τοῦ Χριστοῦ τὴν εἰκόνα, σχετικῶς προσκυνεῖν ἐδογμάτισε.

Θεοτοκίον.

Σύ μου ἐλπίς, Πάναγνε σύ μου καὶ ὕμνησις, σὺ λιμήν μου, σύ μου καὶ κυβέρνησις, ἡ τὸν Θεόν, Λόγον τοῦ Πατρός, σεσωματωμένον, ἀσυνδυάστως κυήσασα· διὸ σου ἀδιστάκτως, προσκυνῶ τὴν εἰκόνα, τῇ ἰσχύϊ σου ἐνδυναμούμενος.

Ὠδὴ ε’

Ἵνα τὶ με ἀπώσω.

ψηλῇ διανοίᾳ, συνδιασκεψάμενοι ἀνεθεμάτισαν, τοὺς Εἰκονομάχους, ὡς ἀλλόκοτα τούτους φρονήσαντας, οἱ σεπτοὶ Πατέρες, καὶ τὴν τιμὴν Χριστοῦ τῷ τύπῳ, ὡς εἰκός ἀπονέμειν ἐθέσπισαν.

Νῦν καιρὸς εὐφροσύνης, ἄρτι σωτηρίας ἡμέρα ἐπέφανεν, εὐφρανθῶμεν τοίνυν, καὶ Χριστῷ εὐφροσύνως βοήσωμεν. Τὴν εἰρήνην δίδου, τὴν σὴν ἡμῖν λιταῖς Πατέρων, τῆς ἑβδόμης Συνόδου Φιλάνθρωπε.

Θεοτοκίον.

Διὰ σπλάγχνα ἐλέους, ἀπὸ τῆς Παρθένου ὁ Υἱὸς γεγέννηται, τοῦ Θεοῦ ἀτρέπτως, τὸ ἀλλότριον φέρων ὡς ἴδιον, καὶ μορφῇ τῇ τούτου, περιγραπτὸς ὁρᾶται θέλων, κατ' οὐσίαν ὁ ὢν ἀπερίγραπτος.

Ὠδὴ ς’

Ἱλάσθητί μοι Σωτὴρ.

ανάτωσαν γλυκασμόν, τὰ ὄρη καὶ ἀγαλλίασιν, αἱρετικῶν ἡ πληθύς· ἀπεσκορακίσθη γάρ, πικρὸν ἡ προχέουσα, ἰὸν τῶν εἰκόνων, τῶν ἁγίων τὴν ἀθέτησιν.

οὐρανὸς καὶ ἡ γῆ, συμφώνως ἑορταζέτωσαν, τῆς θυγατρὸς τοῦ Θεοῦ, τὴν μεγαλειότητα· καὶ γὰρ μεγαλύνεται, καταβαλλομένη τοὺς αὐτὴν κατασμικρύνοντας.

Θεοτοκίον.

Μητρὸς Υἱός, ὁ Πατρὸς ἀμήτωρ τὸ πρίν, ἀπάτωρ δέ, θεοπρεπῶς γεννηθείς, καὶ ἀναγεννήσας με· διὸ τὴν γεννήσασαν, σὺν τῷ γεννηθέντι, εἰκονίζων κατασπάζομαι.

Κοντάκιον.   Ἦχος β’

Xειρόγραφον εἰκόνα.

ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς ἀρρήτως, ἐκ γυναικὸς ἐτέχθη διπλοῦς τῇ φύσει, ὃν εἰδότες, οὐκ ἀρνούμεθα τῆς μορφῆς τὸ ἐκτύπωμα, αὐτὸ δὲ εὐσεβῶς ἀνιστοροῦντες, σέβομεν πιστῶς. Καὶ διὰ τοῦτο, τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.

Ὁ Οἶκος.

Θέλων ὁ πανοικτίρμων Θεὸς ἡμᾶς διεγείρειν ἀεὶ πρὸς μνήμην τελείαν τῆς αὐτοῦ ἐνανθρωπήσεως, τὴν ὑπόθεσιν ταύτην παρέδωκε τοῖς ἀνθρώποις, διὰ τῆς χρωματουργίας τῶν εἰκόνων, τὴν σεβάσμιον ἀνατυποῦσθαι μορφήν, ὅπως ταύτην ἐπ' ὄψεσιν ὁρῶντες, πιστεύωμεν, ἅπερ λόγῳ ἀκηκόαμεν, γνωρίζοντες σαφῶς τὴν πρᾶξιν καὶ τὸ ὄνομα, τὸ σχῆμα καὶ τοὺς ἄθλους τῶν Ἁγίων ἀνδρῶν, καὶ Χριστὸν τὸν στεφοδότην στεφάνους παρεχόμενον τοῖς Ἁγίοις Ἀθληταῖς τε καὶ Μάρτυσι, δι' ὧν ἄρτι τρανότερον τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Mνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δεύτερον, ἐπὶ τῶν εὐσεβῶν καὶ φιλοχρίστων Βασιλέων, Κωνσταντίνου καὶ Εἰρήνης, κατὰ τῶν δυσσεβῶς καὶ ἀμαθῶς καὶ ἀπερισκέπτως τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰδωλολατρεῖν εἰπόντων, καὶ τὰς σεπτὰς καὶ Ἁγίας εἰκόνας καταβαλόντων.

Στίχοι

πέρμαχοι σοὶ τοῖς λόγων ὅπλοις, Λόγε,

χθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων.

Ταῖς τῶν Ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ὠδὴ ζ’

Θεοῦ συγκατάβασιν.

ττῶνται τοῖς δόγμασιν, αἱρεσιάρχαι τῶν θεηγόρων ἀνδρῶν, τῶν τὸ σέβας τῶν τύπων, τοῖς ἀρχετύποις μεθαρμοζόντων ὀρθῶς, καθάπερ ἔφη ὁ Μέγας Βασίλειος· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ναοὶ καλλωπίζονται, φαιδραῖς εἰκόσι κατακοσμούμενοι νῦν· διὰ τοῦτο ὁ κόσμος, ἐν ἐκκλησίαις, τῷ ὑπὲρ πάντας βροτούς, ὡραίῳ κάλλει, συμψάλλει τοῖς ψάλλουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὸ φῶς ἀνατέταλκε, μακρὰν τὸ σκότος, οἱ δυσσεβεῖς ἐκποδών· διὰ τοῦτο τὰ πάντα φωτὸς πλησθέντα, τὸν φωτοδότην Χριστόν, μέτ' εὐθυμίας ὑμνοῦσι καὶ λέγουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

παναγνος Δέσποινα, ἡ μόνη πάντων τῆς σωτηρίας ἐλπίς, ἡ φρικτῶς τετοκυῖα, τὸν Βασιλέα τῶν βασιλέων Χριστόν, ἐν ταῖς ὠλέναις αὐτὸν βρέφος φέρουσα, συμπροσκυνεῖται γραπτῶς, ὡς οἱ Πατέρες φασίν.

Ὠδὴ η’

Ἑπταπλασίως κάμινον.

Νομοθετεῖ μὲν ἄριστα, τῶν Πατέρων ὁ σύλλογος, τοῖς θεοσεβέσι, σχετικὴν προσκύνησιν, καὶ τὴν ἀναστήλωσιν, τῆς Ἱερᾶς εἰκόνος Χριστοῦ· οἱ φιλευσεβεῖς δέ, τήν ἐτήσιον μνήμην, ὡς παῖδες ἐκτελοῦμεν, εὐπειθεῖς τὴν ἐκείνων, καὶ πόθῳ τὴν εἰκόνα, Χριστοῦ καταφιλοῦμεν.

πταπλασίως ἔκαμπτον, ταπεινοὺς ὑψηλόφρονες, καὶ τῶν φιλαρέτων, τὰς ὁρμὰς ἀνέκοπτον, δι' ὧν ἐνδιέβαλλον, εἰς τὰς ἐνθέους πράξεις αὐτῶν, ἀλλ' οἱ τῆς ἑβδόμης, συνελθόντες Συνόδου, Πατέρες ἐν Νικαίᾳ τὴν ὀφρὺν τὴν ἐκείνων, αὐτίκα κατασπῶσιν, ἑπταπλασιωτέρως.

Βέλη νηπίων γίνονται, ψαλμικῶς γηραιόφροσι, τῶν νηπιοφρόνων, αἱ πληγαὶ καὶ μάστιγες, τῇ θείᾳ δυνάμει δέ, ἐξασθενοῦσι γλῶσσαι πολλαί, τῶν τὰς βλασφημίας, εἰς τὸ ὕψος λαλούντων, καὶ πᾶς τις τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, Θεὸν ἕνα γινώσκει, πανταίτιον καὶ μονον.

Θεοτοκίον.

Δημιουργεῖται νήπιος, ἑκοντὶ διὰ ἔλεος, ὁ Δημιουργὸς ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τηρῶν μετὰ τόκον σε, κεκαθαρμένην ὅλην Ἁγνή, καὶ τὴν ῥυπωθεῖσαν, ἐκκαθαίρων εἰκόνα· διὸ περ ἐν εἰκόσι, συμμορφοῦταί σοι φύσει, βροτὸς γεγενημένος, Θεὸς ὑπάρχων φύσει.

Ὠδὴ θ’

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς.

μέγας τῇ ἰσχὺϊ καὶ τῇ βουλῇ, ὁ τὸ πᾶν συγκρατῶν ἀκατάληπτε, μόνε Θεέ, κράτιστε παντάρχα Παμβασιλεῦ, τὴν Ἐκκλησίαν κράτυνον, τῇ ὀρθοδοξίᾳ σου συντηρῶν, Πατέρων πανενδόξων, παραδειγματισάντων, κακοδοξίαν παρακλὴσεσι.

Μεγάλων ἠξιώθητε τῶν τιμῶν, ἐπὶ γῆς οὐρανόφρονες Ἅγιοι, ὅτι Χριστοῦ, τύπον ἐτιμήσατε σχετικῶς, καὶ νῦν σκιὰν ἐκθέμενοι, καὶ τὸ περικάλυμμα τῆς σαρκός, αὐτὸν αὐτοπροσώπως, εἰς πρόσωπον ὁρᾶτε, καὶ τῶν μειζόνων ἀξιούμενοι.

ν ἵνα παιδευθῶμεν πανστρατιάς, βαρβαρώδους ἱππείας ἠρέθισας, ῥύμην αὐτός, θραῦσον καὶ τὸ θράσος τὸ καθ' ἡμῶν, καὶ Βασιλεῖ συμμάχησον, τῷ τεθαρρηκότι σοι Παντουργέ, ταῖς εὐπαρρησιάστοις, πρεσβείαις τῶν Πατέρων, ὧν ἐκτελοῦμεν τὸ μνημόσυνον.

Θεοτοκίον.

Νοῆσαι τὸ μυστήριον οὐδαμῶς, τῆς φρικτῆς σου λοχείας, δεδύνηται, βρότειος νοῦς, ἀλλ' οὐδ' ὑψηλόνους ἀγγελικός, ὅτι Θεὸν ἐγέννησας, σὺ σεσαρκωμένον ὑπερφυῶς· διὸ σε Θεοτόκον, εἰδότες σὺν ἐκείνῳ, καθιστοροῦντες μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Ἐν πνεύματι τῷ Ἱερῷ.

Πατέρες οὐρανόφρονες, οἱ Συνόδῳ ἑβδόμῃ, συναθροισθέντες δέησιν, ἐκτενῆ τῇ Τριάδι, προσάξατε τοῦ ῥυσθῆναι, ἐκ πάσης αἱρέσεως, καὶ κρίσεως αἰωνίου, Βασιλείας τε τυχεῖν, οὐρανῶν τοὺς τὴν ὑμῶν, σύναξιν θείαν ὑμνοῦντας.

Θεοτοκίον.

Πρεσβείαις ὑπεράγαθε, Κύριε τῆς Μητρός σου, καὶ τῶν ἐν ἑπτὰ Συνόδοις, ἀθροισθέντων Πατέρων, τὴν Ἐκκλησίαν στήριξον, καὶ τὴν Πίστιν κράτυνον. καὶ οὐρανῶν Βασιλείας, δεῖξον πάντας κοινωνούς, ὅταν ἔλθῃς ἐπὶ γῆς, τοῦ κρῖναι πᾶσαν τὴν κτίσιν.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ’ καὶ τῶν Πατέρων Προσόμοια γ’, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος πλ. β’

Ὅλην ἀποθέμενοι.

λην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ οὐράνιον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατᾳ, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν.

λην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, οἱ χρηστοκήρυκες, Εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, Πίστιν θεοδίδακτον.

Στίχ. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ.

λην συλλεξάμενοι, ποιμαντικὴν ἐμπειρίαν, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λυμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται Ἱερώτατοι.

Δόξα...  Ἦχος πλ. δ’

Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς περέδωκε τῇ Ἐκκλησίᾳ. Οὓς εὐφημούντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιών, οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου. Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, οἱ Μακαρισμοὶ τοῦ ἤχου, καὶ ἀπὸ τοῦ Κανόνος τῶν Πατέρων, Ὠδὴ ς’.

Κοινωνικὸν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.