The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ι’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

     Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνοδώρας, Μητροδώρας καὶ Νυμφοδώρας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῷμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’.

Ἦχος β’

Ποίοις εὐφημιῶν στέμμασιν.

Ποίοις οἱ εὐτελεῖς χείλεσιν, εὐφημήσωμεν νῦν τὴν τεχθεῖσαν; τὴν ἁγιωτέραν τῆς κτίσεως, καὶ Τιμιωτέραν ὑπάρχουσαν, Χερουβίμ, καὶ πάντων τῶν Ἁγίων· τὸν θρόνον, τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ κόσμου, τὸ Θεοῦ ἁγίασμα· τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ γεννήσει αὐτῆς, τὸ μέγα ἔλεος.

Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία; τῇ γὰρ ἐκ τῆς στείρας κυήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ Ἀδὰμ δεσμῶν ἀπελυτρώσω, καὶ Εὔαν, ἐκ τῶν ὠδίνων ἠλευθέρωσας, Ἀγγέλων· διὸ χοροὶ συνεορτάζουσιν, ὁ οὐρανὸς τῇ γῇ χαίρει, καὶ ἐπικροτοῦσιν, αἱ ψυχαὶ Δικαίων ᾠδάς, πιστῶς ἀνακράζουσαι, εἰς δόξαν τῶν γενεθλίων σου.

Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ σου τεχθείσης ἱστάμεναι, κόραι χαρμοσύνως χορεύουσαι, καὶ θαμβητικῶς ἀναβοῶσαι· Ἐτέχθη, τοῦ Βασιλέως τὸ παλάτιον, ἐκλάμπει, ἡ κιβωτὸς τοῦ ἁγιάσματος, πύλαι ἠνοίχθησαν στεῖραι· τοῦ Θεοῦ γὰρ πύλη, εὐτεκνίαν τῶν ἀρετῶν εἰσάγει βραβεύουσα, εἰρήνην καὶ μέγα ἔλεος.

Καὶ τῶν Ἁγίων γ’

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, ἑαυτὰς ὡραΐσασαι, τῷ ὡραίῳ κάλλει, κόραι νεάνιδες, ἀδιαφθόρως συνήφθητε, Χριστῷ τῷ Θεῷ ἡμῶν, συντηροῦντι τὴν ὑμῶν, παρθενίαν ἀμόλυντον, εἰς ἀκήρατον, ἀφθαρσίας νυμφῶνα, εἰς θαλάμους, οὐρανίους εἰς παστάδα, ἀχειροποίητον Μάρτυρες.

τελεῖ ἐν τῷ σώματι, καὶ τελείῳ φρονήματι, παλαμναῖον δράκοντα, τὸν ἀρχέκακον, κατεπαλαίσατε ἔνδοξοι, δυνάμει τοῦ Πνεύματος, καὶ ἀνίσχυρον αὐτοῦ, τὴν ἰσχύν ἀπεδείξατε· ὅθεν ἤρατε, τοὺς στεφάνους τῆς νίκης, Μηνοδώρα, Μητροδώρα, Νυμφοδώρα, αἱ τῆς Τριάδος ὑπέρμαχοι.

Καὶ τὰ μέλη στρεβλούμεναι, καὶ πυρὶ δαπανώμεναι, σιδηροῖς τε ὄνυξι σπαραττόμεναι, καὶ ἐπὶ ξύλου κρεμάμεναι, καὶ ξίφει τεμνόμεναι, οὐκ ἠρνήσασθε Χριστόν, ἀθληφόροι πανεύφημοι· ὅθεν εὕρατε, τοὺς στεφάνους τῆς νίκης, Μηνοδώρα, Μητροδώρα, Νυμφοδώρα, αἱ τῆς Τριάδος ἰσάριθμοι.

Δόξα... Καὶ νῦν... Ἦχος δ’

Δι᾿ Ἀγγέλου προρρήσεως, γόνος πάνσεπτος, ἐξ Ἰωακεὶμ καὶ Ἄννης τῶν δικαίων, σήμερον προῆλθες Παρθένε, οὐρανὸς καὶ θρόνος Θεοῦ, καὶ δοχεῖον καθαρότητος, τὴν χαρὰν προμηνύουσα παντὶ τῷ κόσμῳ, τῆς ζωῆς ἡμῶν πρόξενε, κατάρας ἀναίρεσις, εὐλογίας ἡ ἀντίδοσις· διὸ ἐν τῇ γεννήσει σου Κόρη θεόκλητε, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β’

Οἶκος τοῦ Εὐφραθᾶ.

Χορὸς τῶν Προφητῶν, ἀγάλλεσθε· ἰδοὺ γάρ, στεῖρα καρπὸν ἐκφύει, ἐν ᾧ αἱ προφητεῖαι, ὑμῶν περαιωθήσονται.

Στίχ. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Σκίρτα Ἰωακείμ, ὁρῶν Ἄνναν κοιλίας, καρπὸν ἐκφύουσάν σοι, ἐξ οὗ ζωὴ τῷ κόσμῳ, καὶ λύτρωσις τεχθήσεται.

Στιχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Γῆρας, Ἰωακείμ, καὶ στείρωσις τῆς Ἄννης, σκιρτάτωσαν ὡς πάλαι, γηράσασαν τὴν φύσιν, τὴν βρότειον καινίζοντα.

Δόξα... Καὶ νῦν... Ὅμοιον.

μνον ἐκ ῥυπαρῶν, χειλέων Θεοτόκε, προσδέχου καὶ τὴν λύσιν, δίδου μοι τῶν πταισμάτων, καὶ τῶν κακῶν διόρθωσιν.

Ἀπολυπίκιον τῆς Ἑορτῆς.

Ἀπολυτίκιον.  Ἦχος δ’

γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάση τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν.

Κάθισμα  Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ.  

ναβόησον Δαυΐδ, τὶ ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον, ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεὺς ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Μετὰ τὴν β’ Στιχολογίαν.

Κάθισμα, ὅμοιον.

κ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται ἡ σύμπασα, καὶ θεουργεῖται· Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ ἡ γῆ, αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα, πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Τριῶν ἀδελφῶν γνησίων ἄθλους σέβω, Ἰωσήφ.

Ὠδὴ α’  Ἦχος δ’

Ἀνοίξω τὸ στόμά μου.

Τριάδα τὴν ἄκτιστον, ἣν εὐσεβῶς ἐκηρύξατε, ἡμῖν ἱλεώσασθε, Μάρτυρες ἔνδοξοι, νῦν γεραίρουσιν, ὑμῶν τους θείους ἄθλους, καὶ τὰ κατορθώματα, θεομακάριστοι.

ημάτων ἠλόγησαν, τοῦ δυσμενοῦς αἱ Νεάνιδες, τῷ θείῳ φραττόμεναι, ὅπλῳ τῆς πίστεως, καὶ ὑπέστησαν, βασάνων τρικυμίαν, καὶ θάνατον ἄδικον, διὰ τὴν πάντων ζωήν.

σχὺϊ ῥωννύμεναι, παντοδυνάμῳ τοῦ κτίσαντος, ἀνδρείαν ἀνέλαβον, γνώμην αἱ πάνσεμνοι, καὶ τὸν δράκοντα, τὸν σκολιὸν τὸν μέγαν, ποσὶ κατεπάτησαν, καὶ κατηδάφισαν.

Θεοτοκίον.

ς ἔμψυχον θάλαμον, ὡς ἀδιάφθορον σκήνωμα, ὡς πύλην οὐράνιον, ὡς θείαν τράπεζαν, ὡς παλάτιον, καὶ θρόνον τοῦ Δεσπότου, Μαρίαν τὴν ἄχραντον, ὕμνοις τιμήσωμεν.

Ὠδὴ γ’

Οὐκ ἐν σοφίᾳ.

Νενεκρωμένῳ, λογισμῷ ὁ παράνομος τύραννος, τὴν ζωὴν ἡμῶν Χριστόν, δεινῶς ἀρνεῖσθαι ἠνάγκαζε, Μάρτυς Μηνοδώρα σε, καταικιζόμενος.

τενιζούσης, πρὸς Θεὸν δικαστὴς οὐκ ἐφείσατο, ἀλλὰ ῥάβδοις ἀπηνῶς, συνθλᾷ τὰ μέλη σου στέφος σοι, πλέκων ὡς οὐκ ᾤετο, Μάρτυς ἀμάραντον.

Διὰ βασάνων, αἱ τρισόλβιοι ἅγιαι Μάρτυρες, θησαυρὸν ἐν οὐρανοῖς, καὶ αἰωνίζουσαν εὔκλειαν, εὕραντο τρανότερον, Θεῷ ἐγγίζουσαι.

Θεοτοκίον.

πιφανεῖσα, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον, ἁμαρτίας τὰς σειράς, ἁγνὴ Παρθένε διάρρηξον, σῶσόν με κυήσασα, τὸν πανοικτίρμονα.

Ὁ Εἱρμὸς.

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.

Κάθισμα τῶν Μαρτύρων.

Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ.

Κατεπλάγησαν ὑμῶν, τὴν καρτερίαν τὴν πολλήν, ἐπουράνιοι χοροί, τῶν ἀσωμάτων Λειτουργῶν, ὥς περ γὰρ ἄλλου πάσχοντος διέκεισθε, τὰ σκέλη τοῖς μοχλοῖς συντριβόμεναι, θάνατον πικρὸν ὑπομένουσαι, καὶ γυναικείῳ σώματι, τὸν δράκοντα τὸν ἀποστάτην συντρίβουσαι, παρθένοι Νύμφαι, τοῦ Ζωοδότου, πίστεως αἱ ὑπέρμαχοι.

Δόξα... Καὶ νῦν.... Τῆς Ἑορτῆς.

Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται, εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδάμ, κατακρίνεται· ἡ Εὔα τῶν δεσμῶν, ἀπολέλυται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παρρησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.

Ὠδὴ δ’

Ὁ καθήμενος ἐν δόξῃ.

Λαμπομένη ταῖς ἀκτῖσι, τοῦ Σταυροῦ ἡ ἀοίδιμος, Μητροδώρα ξύλῳ, ἀπαιωρουμένη ὑπέφερε, τὴν τοῦ πυρὸς τιμωρίαν, πλάνης ἄνθρακας, δροσισμῷ ἀγάπης, τοῦ Χριστοῦ ἀποσβέσασα.

Φανοτάτῃ θεωρίᾳ, λογισμῷ ἀτενίζουσα, καὶ φανταζομένη, κάλλος τοῦ Νυμφίου ἀμήχανον, κατεαγεῖσα μοχλῷ τε ἡ ἀοίδιμος, Μηνοδώρα, φέρει καρτερῶς τὰ ἐπίπονα.

ραιώθητε παρθένοι, καὶ φαιδρῶς ἐδοξάσθητε, τὸν δεδοξασμένον, Λόγον ὁλικῶς ἀγαπήσασαι, οὗ τετρωμέναι τῷ πόθῳ ὑπεμείνατε, παθημάτων, τὰς ἐπαγωγὰς καρτερώτατα.

Θεοτοκίον.

Νεκρωθέντα με κακίᾳ, τοῦ δολίου Πανάχραντε, ἡ ζωὴν τεκοῦσα, ζώωσον· πρὸς σὲ γὰρ κατέφυγον, καὶ ἐμπεσόντα εἰς βάθη παραπτώσεων, ἐπανάγαγε, ὡς συμπαθὴς Παναμώμητε.

Ὠδὴ ε’

Σὺ Κύριέ μου φῶς.

Γνώμην καρτερικήν, καὶ ἀήττητον φρόνημα, αἱ Μάρτυρες πρὸ βημάτων, ἐνδεικνύμεναι νίκης, στεφάνους ἀνεπλέξαντο.

Νῦν φέρει σιδηρῶν, ἐξ ὀνύχων σπαράγματα, στερρότατα κρεμαμένη, Νυμφοδώρα Νυμφίον, ποθοῦσα τὸν ἀθάνατον.

τρίφωτος λαμπάς, τὸ τριώροφον οἴκημα, τὸ σκήνωμα τῆς Τριάδος, εὐφημείσθωσαν ὕμνοις, Παρθένοι αἱ θεόφρονες.

Θεοτοκίον.

Σὲ μόνην ἐκλεκτήν, καὶ καλὴν καὶ ἀμώμητον, εὑράμενος σωματοῦται, ὁ ὑπέρθεος Λόγος, ἐκ σοῦ Θεοχαρίτωτε.

 

Ὠδὴ ς’

Θύσω σοι, μετὰ φωνῆς.

δεῖν σου, ἐφιέμεναι κάλλος ἀμήχανον, αἱ τετρωμέναι τῷ πόθῳ, σοῦ τῷ γλυκυτάτῳ ἄναρχε Λόγε, τῶν βασάνων, τὴν πικρίαν γενναίως ὑπήνεγκαν.

ς κρίνα, ἀθλητῶν ἐν λειμῶνι ἐξήνθησαν, αἱ πανοίδιμοι Κόραι, καὶ τὴν Ἐκκλησίαν πνοαῖς βασάνων, τῶν ποικίλων, εὐωδίασαν Πνεύματος χάριτι.

Νυμφίον, τὸν ἀθάνατον μόνον ποθήσασαι, τοῦ ὀρωμένου θανάτου, ἀοράτῳ σθένει νευρούμεναι, ἀριδήλως, οὐκ ἐφρόντισαν Κόραι νεάνιδες.

Θεοτοκίον.

γιος, ὁ σκηνώσας ἐν μήτρᾳ σου Κύριος, ἁγιωτέραν εὑρών σε, καὶ καθαρωτέραν κτίσεως πάσης, Θεομῆτορ, κυριώνυμε ἄχραντε Δέσποινα.

Ὁ Εἱρμὸς.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Kοντάκιον  Ἦχος δ’

Ὁ ὑψωθεὶς.

πὲρ Τριάδος καρτερῶς ἐναθλοῦσαι, τὸν πολυμήχανον ἐχθρὸν ἐτροπώσασθε, ἀδελφικῶς τῷ πνεύματι συνδούμεναι· ὅθεν εἰσῳκίσθητε, σὺν ταῖς πέντε Παρθένοις, πρός τὸν ἐπουράνιον, Ἀθληφόροι νυμφῶνα, καὶ σὺν Ἀγγέλοις τῷ παμβασιλεῖ, ἐν εὐφροσύνῃ ἀπαύστως παρίστασθε.

Ὁ Οἶκος.

ερωτάτην συγκροτεῖ, πανήγυριν ἐν πίστει, ἡ Χριστοῦ Ἐκκλησία, αὐταδέλφων Μαρτύρων ἐπιτελοῦσα εὐσεβῶς, μνήμην ὑμῶν τὴν φωσφόρον, καὶ λαμπρὰν καὶ παμφαῆ, πανεύφημοι ὁμότροποι· στερρῶς γὰρ ἐπὶ τῆς γῆς, τὸν ἀντίπαλον νοῦν καταπατήσασαι, ἀνεδήσασθε στεφάνους ἐκ χειρὸς τοῦ παμβασιλέως· παρ᾿ οὗ μοι φωτισμὸν αἰτήσασθε, ὄντως εὐφημῆσαι τὴν ὑμῶν μνήμην ἀξίως, καὶ τὰς θαυμαστὰς καὶ θείας ἀνδραγαθίας· ὑμεῖς γὰρ τῷ παμβασιλεῖ, ἐν εὐφροσύνῃ ἀπαύστως παρίστασθε.

Συναξάριον.

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας.

Στίχοι

γοῦντο Μηνοδώρα καὶ Μητροδώρα,

Καὶ Νυμφοδώρα δῶρα σαρκὸς αἰκίας.

Θεινόμεναι δεκάτῃ δωρώνυμοι ἔκθανον αἱ τρεῖς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρυψαβᾶ.

Στίχοι

Βαρυψαβᾶς δι᾿ αἷμα θεῖον Δεσπότου,

Οἰκεῖον αἷμα συντριβεὶς ξύλοις χέει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Πουλχερία, ἡ Βασίλισσα, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

ντως παρέστη ψαλμικῶς Πουλχερία,

κ δεξιῶν σου Βασίλισσα Χριστέ μου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀπελλοῦ, Λουκᾶ καὶ Κλήμεντος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, ἥτις ξίφει ἐτελειώθη.

Στίχοι

κ γῆς ἐκάρθη κοιλάδων Ἴα ξίφει,

Καὶ σοι προσήχθη Σῶτερ ὡς εὔπνουν Ἴον.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’

Ἀβραμιαῖοι ποτὲ.

Θύειν εἰδώλοις σαφῶς, τοῦ δυσσεβοῦς τυράννου, κελευομένου κατεπτύσατε, βοῶσαι Νεάνιδες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Λελαμπρυσμέναι τὸν νοῦν, θεαρχικαῖς ἀκτῖσιν, ἀχλὺν εἰδώλων ἠμαυρώσατε, βοῶσαι Πανεύφημοι, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Οὐκ ἐκτομαὶ τῶν μελῶν, οὐ διωγμὸς οὐ θλῖψις, Χριστοῦ χωρίσαι ὅλως, ἴσχυσαν, βοώσας τὰς Μάρτυρας· Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

περφυῶς τὸν Θεόν, ἐν τῇ γαστρί σου Κόρη, κυοφορῆσαι κατηξίωσαι, βροτοὺς ἀναπλάττοντα, τοὺς μελῳδοῦντας πιστῶς, Χριστὲ εὐλογητὸς εἶ.

Ὠδὴ η’

Λυτρωτὰ τοῦ παντὸς.

Στομωθεῖσαι ἀγάπῃ τοῦ κτίσαντος, ἀπημβλύνατε κέντρα τοῦ ὄφεως, ἐν γυναικείῳ σώματι, ἀνδρικοὺς διανύουσαι τοὺς ἀγῶνας, καὶ στεφάνοις ἐνθέοις στεφόμεναι.

Συμπλακεῖσαι ἐν μέσῳ τοῦ σκάμματος, ἀοράτοις ἐχθροῖς μετὰ σώματος, τοὺς ἀσωμάτους ἔτρεψαν, αἱ θεόφρονες Κόραι, ἀναβοῶσαι· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

ν Θεῷ τῷ Σωτῆρι νευρούμεναι, ἐν Χριστῷ Ἰησοῦ δυναμούμεναι, τὸ τοῦ ἐχθροῦ ἀνίσχυρον, διωλέσατε κράτος, ἀναβοῶσαι· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Βασιλείας τῆς ἄνω ἐτύχετε, σὺν Χριστῷ Ἰησοῦ βασιλεύουσαι, πεποικιλμέναι στίγμασι, τῶν βασάνων τῷ κάλλει διηνθισμέναι, ἀξιάγαστοι Κόραι νεάνιδες.

Θεοτοκίον.

ς Θεοῦ ἀκηλίδωτον τέμενος, ὑπεδέξω αὐτὸν σωματούμενον, καὶ ἐν δυσὶ ταῖς φύσεσι, γνωριζόμενον Κόρη, ᾧ μελῳδοῦμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

O Εἱρμὸς.

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

 

Ὠδὴ θ’

Λίθος ἀχειρότμητος.

δεῖν ἐφιέμεναι κάλλος, τὸ τοῦ Νυμφίου ὁλοτρόπῳ, νεύσει πρὸς αὐτὸν θεοφόροι, ἀθανασίαν ἐμελετήσατε, ἐν τῷ θνητῷ τοῦ σώματος· ὅθεν ἀξίως μακαρίζεσθε.

φθητε τυράννων ἐν μέσῳ, οἷά περ λύκων ὠμοτάτων, ἄσπιλοι ἀμνάδες τὴν τούτων, θηριωδίαν καταπαλαίουσαι, καὶ τῷ Χριστῷ εὐπρόσδεκτα, ὡς Ἱερεῖα προσαγόμεναι.

Στέφος ἀνεπλέξασθε ἅμα, μὴ παλαιούμενον παρθένοι, θείας ἐπετύχετε δόξης, καὶ βασιλείαν ὄντως ἀσάλευτον, παραλαβεῖν ὡς Μάρτυρες, μετὰ Μαρτύρων ἠξιώθητε.

ς κατηξιώθητε δόξης, καὶ ἐπετύχετε χορείαις, τοὺς ἐπιτελοῦντας ἐκ πόθου, ὑμῶν τὴν μνήμην τυχεῖν πρεσβεύσατε, ὡς παρρησίαν ἔχουσαι, πρὸς τὸν Δεσπότην Σεμνοπάρθενοι.

Θεοτοκίον.

Φεῖσαί μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν κόσμον μετὰ δόξης, λῦσον τὴν ἀχλὺν τῶν παθῶν μου, ταῖς ἱκεσίαις τῆς κυησάσης σε, καὶ τῶν σεπτῶν Μαρτύρων σου, ὡς ἀγαθὸς καὶ πολυέλεος.

Ὁ Εἱρμὸς.

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀσαλεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Φῶς ἀναλλοίωτον.

Αἱ τρεῖς παρθένοι Τριάδα, Θεὸν ἀφράστως ποθοῦσαι, κηρύττουσι τῶν τυράννων, ἐνώπιον διὰ τοῦτο, βασανισθεῖσαι τοῦ στέφους, τυγχάνουσι τοῦ ἀφθάρτου.

Θεοτοκίον  ὅμοιον.

γλυκασμὸς τῶν Ἀγγέλων, ὁ φωτισμὸς τῶν ἀνθρώπων, ἡ προστασία τοῦ κόσμου, Θεογεννῆτορ Μαρία, τοὺς σὲ ὑμνοῦντας ἐν πίστει, ῥῦσαι πταισμάτων Παρθένε.

Εἰς τὸν Στίχον τῶν Αἴνων Στιχηρά.

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ.

Γόνος Ἰωακείμ, καὶ Ἄννης ἡ Παρθένος, ἐφάνη τοῖς ἀνθρώποις, τῶν δεσμῶν ἀφιεῖσα, τῆς ἁμαρτίας ἅπαντας.

Στίχ. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

ρος ὡς ἀληθῶς, κατάσκιον ἐδείχθη, ἡ στείρωσις τῆς Ἄννης, ἐξ οὗ ἡ σωτηρία, πᾶσι πιστοῖς δεδώρηται.

Στιχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

ήξασα τὰ δεσμά, στειρώσεως τῆς Ἄννης, ἡ πάναγνος Παρθένος, προῆλθε τοῖς ἀνθρώποις, τὴν ἄφεσιν βραβεύουσα.

Δόξα... Καὶ νῦν... Ὅμοιον.

ωμεν οἱ πιστοί, δοξάζοντες τὴν Κόρην· ἐτέχθη γὰρ ἐκ στείρας, τὴν στειρωθεῖσαν φύσιν, ἡμῶν ἀνακαινίζουσα.

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.