The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ι ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Mνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Καππαδόκου.

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

 

Ες τό· Κύριε κέκραξα, στμεν στίχους δ΄, κα ψάλλομεν Στιχηρ Προσόμοια. χος α΄. Πανεύφημοι Μάρτυρες.

σίων τν πάλαι μιμητής, σιε ρσένιε, τ καθαρ πολιτεί σου, σχάτοις τεσιν, ληθς δείχθης, κα γίου Πνεύματος, τν θείαν εσεδέξω νέργειαν· δι ατομέν σε· τν Σωτρα καθικέτευε, πρ πάντων τν νευφημούντων σε.

σκήσει σίων ρετν, σιε ρσένιε, τν σν ψυχν κατελάμπρυνας, κα πλείστοις θαύμασι, Πάτερ διαπρέψας, πολλος εηργέτησας, σωμάτων κα ψυχν τ νοσήματα, τν προσιόντων σοι, θεραπεύων θεί χάριτι, ς θεράπων Χριστο νθεώτατος.

ψώσας τν νον πρς τν Θεόν, σιε ρσένιε, παντς το κόσμου πέρτερος, φθης τ βί σου, κα τν ορανίων, ραστς γενόμενος, μετέσχηκας εκλείας τς κρείττονος, ε δεόμενος, δωρηθναι τας ψυχας μν, τν ερήνην κα τ μέγα λεος.

Λειψάνων σου Πάτερ τν σορόν, θείαν χάριν βλύζουσαν, ς κιβωτν γιάσματος, καταπλουτήσαντες, τν σεπτήν σου μνήμην, πόθ ορτάζομεν, ρσένιε γγέλων μόσκηνε, κα κβομέν σοι· τν Μονν ταύτην διάσωζε, π πάσης βλάβης το λάστορος.

Δόξα. χος β΄.

Τς γκρατείας τος πόνοις, ποπιάζων τ σμα, ν τ καρδί δέξω, τν θείαν λλαμψιν σιε Πάτερ· κα τος πάλαι μιλλώμενος Πατράσιν, σων πάθλων τυχες, ρσένιε μακάριε, χθρο πατήσας τν φρύν· ο τς πάτης κα μς πάλλαξον, τας πρς Θεν πρεσβείαις σου.

Κα νν. Θεοτοκίον.

Τν πσαν λπίδα μου ες Σ νατίθημι, Μτερ το Θεο, φύλαξόν με π τν σκέπην Σου.

Ες τν Στίχον. χος β΄. Οκος το φραθ.

Βίον σκητικόν, ν τος σχάτοις χρόνοις, ρσένιε βιώσας, τς τν γγέλων δόξης, μετ τ τέλος τυχες.

 

Στιχ. Τίμιος ἐναντίον Κυρίου, θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

νθος νεοθαλές, ἐκ τῆς Καππαδοκίας, Ἀρσένιε ἀνθήσας, ἡμᾶς εὐωδιάζεις, τοῖς μυστικοῖς χαρίσμασι.

 

Στιχ. Μακάριος ἀνὴρ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Φύλαττε τὴν Μονήν, ταύτην ἐγκαυχωμένην, τοῖς θείοις σου λειψάνοις, Ἀρσένιε τρισμάκαρ, ἐκ πάσης περιστάσεως.

Δόξα. Τριαδικόν.

Δέδωκας ὦ Τριάς, τῷ θείῳ Ἀρσενίῳ, ἰσχὺν καὶ θείαν χάριν, δι ὧν παρέχει πᾶσιν, ἰάματα σωτήρια.

Καὶ νῦν. Θεοτοκίον.

Πίστει τῷ Σῷ Υἱῷ, Ἀρσένιος ὁ θεῖος, λατρεύων Θεοτόκε, τῆς σῆς κατηξιώθη, εὐνοίας καὶ λαμπρότητος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον, τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

φθης, ὡς ἀστὴρ νεοφανής, ἐκ Καππαδοκίας ἐκλάμψας, ἐσχάτοις ἔτεσιν, Ὅσιε Ἀρσένιε, Ἀγγέλων σύσκηνε, καὶ ἀκτῖσι τοῦ βίου σου, ἡμᾶς καταυγάζεις, λύων τὴν σκοτόμαιναν, παθῶν καὶ θλίψεων· ὅθεν, τὴν ἁγίαν σου μνήμην, ἐν ἀγαλλιάσει καρδίας, Πάτερ ἑορτάζομεν τιμῶντές σε.

Πόνοις, ἐγκρατείας τὴν ψυχήν, Πάτερ φρονημάτων γηΐνων, ὡς ἀπεκάθηρας, τότε ταύτην ὄργανον, τοῦ θείου Πνεύματος, ἀπετέλεσας Ὅσιε, καὶ θαυμάτων χάριν, ἔβλυσας Ἀρσένιε, εἰς σωτηρίαν πολλῶν· πάθη γὰρ ἰᾶσαι ποικίλα, καὶ δαιμόνων σμήνη διώκεις, ἐκ τῶν εὐλαβῶς προσερχομένων σοι.

Λόγῳ, καὶ σοφίᾳ θεϊκῇ, καὶ πνευματικῆς πολιτείας, τοῖς προτερήμασιν, Ὅσιε Ἀρσένιε, κατακοσμούμενος, ἐμφανῶς πᾶσιν ἔδειξας, τῆς θείας ἀγάπης, Πάτερ τὴν λαμπρότητα, καὶ τὰ χαρίσματα· τύπος γὰρ ζωῆς ἐναρέτου, ὤφθης καὶ τῶν θείων Πατέρων, ἀκριβὴς εἰκὼν καὶ ἰσοστάσιος.

Πίστει, τοὺς προστρέχοντας εἰς σέ, πάσης ἀσθενείας καὶ βλάβης, θᾶττον ἀπήλλαττες, θείαις σου ἐντεύξεσι, πρὸς τὸν Σωτῆρα Χριστόν, φυτοκόμος δεικνύμενος, ἠθῶν ἐναρέτων, ὡς πᾶσιν αἰδέσιμος, καὶ πλήρης χάριτος, πάντων ἀτακτούντων τὸν βίον, Πάτερ ἐν Κυρίῳ παιδεύων, καὶ καθοδηγῶν θεοπρεπέστατα.

Βίον, διανύσας ἱερόν, ἴχνεσι τῶν πάλαι Ὁσίων, βαδίσας ἄριστα, Ὅσιε Ἀρσένιε, ἀπὸ νεότητος, τῶν θαυμάτων ἐπλούτησας, πλουσίαν τὴν χάριν· ὅθεν, αἱ προστρέχουσαι, ἐν τοῖς λειψάνοις σου, λύονται δεσμῶν ἀτεκνίας, καὶ μητέρες τέκνων ὁρῶνται, καὶ καρκίνου πάθος θεραπεύεται.

Δόξης, ἀπολαύων θεϊκῆς, καὶ ἐν μετοχῇ μακαρίᾳ, Πάτερ θεούμενος, πρέσβευε Ἀρσένιε ὡς συμπαθέστατος, ὑπὲρ ταύτης ἑκάστοτε, τῆς Μάνδρας πλουτούσης, τὰ σεπτά σου λείψανα, ὡς δῶρον ἔνθεον, πᾶσι δὲ τοῖς σὲ εὐφημοῦσιν, αἴτει τῶν πταισμάτων τὴν λύσιν, καὶ παθῶν παντοίων ἀπολύτρωσιν.

Δόξα. Ἦχος πλ. β΄.

νατεθεὶς τῷ Κυρίῳ, Αὐτῷ ἀμέμπτως ἠκολούθησας, ἀσκητικῇ πολιτείᾳ, Ἀρσένιε Ὅσιε· τὸ γὰρ θεῖον πῦρ δεξάμενος, ὃ βαλεῖν ἐπὶ τῆς γῆς, ἦλθεν ὁ Σωτήρ, ἐμφρόνως τῶν γηΐνων ἀπέστης, καὶ ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, ζῶν οἷάπερ ἄγγελος· καὶ τῶν θείων δωρεῶν, ταμεῖον γεγονώς, θαυμάτων ὤφθης αὐτουργός, καὶ τύπος ἐναρέτων πράξεων, ἐν τῇ καθ ἡμᾶς γενεᾷ. Διὸ τῶν πόνων τὰς ἀμοιβὰς δρεπόμενος, μὴ διαλίπῃς πρεσβεύων Πάτερ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. 

(Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.

Τῷ φωτὶ τῶν ἀρετῶν, καταλαμπρύνας τὸν νοῦν, ὡς υἱὸς φωτὸς ἐπορεύθης, τὴν τρίβον τῆς ζωῆς, Ἀρσένιε Ὅσιε· ἐν τῷ νόμῳ γὰρ τοῦ Θεοῦ, ἡμέρας καὶ νυκτὸς μελετήσας, τοῦ Ἁγίου Πνεύματος, τοὺς καρποὺς ἐξήνεγκας· δι ὧν τῶν μὲν πιστῶν τὰς διανοίας εὐφραίνεις, τῆς ἐν Χριστῷ δὲ οἰκειώσεως, τὰς χάριτας ἐκφαίνεις, καὶ πάντας διεγείρεις, βοᾷν τῷ Σωτῆρι· Κύριε, δόξα Σοι.

Ἦχος β΄.

σκητικῶς ἀγωνιζόμενος, ἐν ἐγκρατείᾳ καὶ προσευχῇ καὶ συντόνοις ἀγρυπνίαις, τὴν σάρκα ἐνέκρωσας, Ὅσιε Πάτερ· καὶ θείαις ἀναβάσεσι, Θεῷ ἀναγόμενος, τὴν ζωοποιὸν ἐνέργειαν, περιεβάλου ὡς ἱμάτιον· τοὺς δερματίνους γὰρ χιτῶνας, νουνεχῶς ἀπεξεδύσω· καὶ τῆς ἐν σοὶ σκηνούσης χάριτος, προσεφαπλῶν τὰς δωρεάς, νοσοῦντας θεραπεύεις, καὶ τὴν θείαν χρηστότητα, πᾶσιν ὑποδηλῶν, τῷ Κυρίῳ προσάγεις, τοὺς προσιόντας σοι Ἀρσένιε· διὸ τὴν ἁγίαν σου μνήμην ἑορτάζομεν.

Ἦχος γ΄.

ς ἄστρον νεόφωτον, τῇ καθαρωτάτῃ ἀσκήσει σου, ἡμῖν ἀνατέταλκας, θεοφόρε Ἀρσένιε· τῶν γὰρ πάλαι Ὁσίων, ἀναζωγραφήσας τὰς ἀρετάς, τῆς κατ ἐκείνου δόξης τετύχηκας, καὶ τῶν ἴσων βραβείων, παρὰ Θεοῦ ἠξίωσαι· ὁ γὰρ βίος σου ἄμεμπτος, καὶ ἡ κοίμησις ὁσία, ἐναντίον Κυρίου γέγονεν· ὅτι πάντα τὰ σὰ αὐτῷ ἀνέθου, παρ οὗ καὶ τὸν στέφανον, τῆς ἀφθαρσίας εἴληφας, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος δ΄.

Τὴν τοῦ Σωτῆρος νέκρωσιν, ἐνδεδυμένος Πάτερ, ὡς ξένος καὶ πάροικος, ἐπολιτεύσω ἐν κόσμῳ, τῆς σαρκὸς πρόνοιαν μηδόλως ποιούμενος· καὶ τῶν ὑπερκοσμίων ἀγαθῶν, τὴν εἰκόνα προορώμενος, τῆς μελλούσης ζωῆς πᾶσι προφαίνεις τὸν θησαυρόν, ἐν ταπεινώσει ἀνύων τὸν βίον, καὶ πολλῇ ἀκτησίᾳ, καὶ πλούτῳ ἀγάπης· ἀλλ ὦ Ἀρσένιε μακάριε, ἀδιαλείπτως πρέσβευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Δόξα. Ὁ αὐτός.

Τὸν ἐν Ὁσίοις Ὅσιον, καὶ ἐν Ἁγίοις νεοφανῆ ἀστέρα, Ἀρσένιον τὸν θεῖον, τῶν εὐσεβούντων τὰ συστήματα, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν· δοξασθεὶς γὰρ τῷ Πνεύματι, Καππαδοκῶν τὴν χθόνα ἡγίασεν, ἀσκητικοῖς ἱδρῶσι· καὶ τοὺς πιστοὺς στηρίξας, θαυμάτων δυνάμεσι, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, πάντας παιδεύει, οἰκείῳ ὑποδείγματι, αἰτούμενος ἡμῖν, πταισμάτων ἄφεσιν, καὶ τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ὁ ἐν ἐσχάτοις καιροῖς, βίον ἀνύσας ἀληθῶς τὸν ἰσάγγελον, ἀσκήσει συντονωτάτῃ, καὶ ἐγκρατείᾳ πολλῇ, ὡς Χριστοῦ θεράπων ἐνθεώτατος, Ἀρσένιε Ὅσιε, ἀρετῶν ὑποτύπωσις, τῆς ἀπαθείας θεοκίνητον ὄργανον, σκεῦος εὔχρηστον, ἱερῶν ἀναβάσεων· δένδρον ὃ ἄρτι ἤνεγκε, τοῖς ὄμβροις τῆς χάριτος, καρπὸν ζωῆς αἰωνίου, καὶ γλυκασμὸν τὸν οὐράνιον· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στιχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, Καππαδοκίας βλαστός, τῶν ἀπ αἰῶνος Ἀσκητῶν ἰσοστάσιος, ἀγάπης θείας ταμεῖον, τῆς εὐποιΐας πυρσός, καταπονουμένων ἀνακούφισις, Ἀρσένιε Ὅσιε, ὁ τῶν θαυμάτων δυνάμεσι, τοὺς ἐν ἀνάγκαις, καὶ ἐν πόνοις καὶ πάθεσιν, ἰασάμενος, τῇ δοθείσῃ σοι χάριτι· ὅθεν σὲ μακαρίζομεν, ὁσίως βιώσαντα, καὶ τῶν σεπτῶν σου λειψάνων, περικυκλοῦμεν τὴν λάρνακα, ἀφ ἧς πᾶσι δίδως, εὐφροσύνην καὶ εἰρήνην, καὶ θεῖον ἔλεος.

Στιχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα

Χαίροις, ὁ θεοφόρος Πατήρ, ὁ ἐνθεώτατος καὶ πλήρης χρηστότητος, δι ἔργων τῶν ἐναρέτων, ἀναφανεὶς ἐπὶ γῆς, καὶ θαυμάτων χάριν κομισάμενος· πολλοὺς γὰρ ἰάτρευσας, τρυχομένους τοῖς πάθεσι, καὶ δαιμονῶντας, ἐλυτρώσω τῆς μάστιγος, τῇ ἐντεύξει σου, πρὸς Χριστὸν τὸν φιλάνθρωπον· ὅθεν καὶ τὰ ἐσόμενα, προλέγων Ἀρσένιε, πρὸς οὐρανίους σκηνώσεις, χαρμονικῶς ἀνελήλυθας, Χριστὸν ἱκετεύων, ὑπὲρ πάντων τῶν τελούντων, Πάτερ τὴν μνήμην σου.

Δόξα. Ἦχος πλ. δ΄.

σκητικοῖς σου σκάμμασι, τοῦ Παρακλήτου τὸ φῶς δεξάμενος, ὡς ἑωσφόρος νεόφωτος, ἡμῖν ὤφθης Ἀρσένιε· ὑπεράνω γὰρ φθαρτῶν, ἐν σαρκὶ ἐδείχθης, ἀγάπῃ θείᾳ πτερούμενος· καὶ τὸν ἐν Ἁγίοις Ἅγιον, ἁγιοπρεπῶς δοξάσας, μετὰ Ἁγίων συνηριθμήθης, καὶ τῆς ζωῆς τῷ ξύλῳ ἀποκατέστης. Καὶ νῦν τὴν δόξαν θεωρῶν, τοῦ Βασιλέως Χριστοῦ, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Θεοτοκίον

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον, τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

νέτειλας ἡμῖν, ὡς νεόφωτον ἄστρον, ἀσκήσει ἀρετῶν, καὶ ὁσίων καμάτων, Ἀρσένιε μακάριε, καὶ λαμπρύνεις ἑκάστοτε, τὰς ψυχὰς ἡμῶν, ταῖς νοηταῖς φωταυγείαις· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, φαιδρῶς ἑορτάζομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεὸν ὑπερφυῶς, συλλαβοῦσα Παρθένε, καὶ τέξασα σαρκί, εἰς ἡμῶν σωτηρίαν, τῆς Εὔας τὸ κατάκριμα, τῷ Σῷ τόκῳ διέλυσας· ὅθεν λῦσόν μου, τοὺς τῶν πταισμάτων συνδέσμους, καὶ μετάνοιαν, εἰλικρινῆ μοι παράσχου, ὡς Μήτηρ τοῦ Κτίστου.

Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

σίων τοῖς ἴχνεσιν ἀκολουθήσας θερμῶς, ἀσκήσει διέλαμψας καὶ ἀρετῶν τῷ φωτί, Ἀρσένιε Ὅσιε· ὅθεν Καππαδοκία, ἐν σοὶ Πάτερ καυχᾶται, πᾶσα δὲ σὲ γεραίρει, ἡ Χριστοῦ Ἐκκλησία, ἣν φύλαττε πρεσβείαις σου, ἀπαύστως ἀκλόνητον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χριστὸν ὡς ἐκύησας τὸν ἐπὶ πάντων Θεόν, ἐῤῥύσω τὸν ἄνθρωπον ἐκ τῆς ἀρχαίας ἀρᾶς, Παρθένε πανάχραντε· ὅθεν Σε ὡς αἰτίαν, σωτηρίας ὑμνοῦμεν, ἅμα δὲ καὶ κρηπίδα, τῆς ἐλπίδος βεβαίαν· ἀλλ ὦ Θεογεννῆτορ, δίδου ἡμῖν τὰ κρείττονα.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

ξ Ἑώας ὡς ἥλιος νοητός, ἐν ἐσχάταις ἡμέραις ἀναφανείς, ἀκτῖσι τοῦ βίου σου, καὶ τῷ φέγγει τῆς χάριτος, τὴν τῶν παθῶν σκεδάζεις, ὁμίχλην ἑκάστοτε, καὶ πάντας διεγείρεις, πρὸς θείαν ἀγάπησιν· ὅθεν ἀφθαρσίας, δεδεγμένος τὸ γέρας, φθορᾶς πάσης λύτρωσαι, τοὺς ἐκ πόθου τιμῶντάς σε, θεοφόρε Ἀρσένιε, πρεσβεύων ἐκτενῶς τῷ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσιοῦσι, τοῖς θείοις λειψάνοις σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν Δεσπότην τῶν ὅλων καὶ Ποιητήν, συλλαβοῦσα ἀφράστως ἐν Σῇ γαστρί, Αὐτὸν ἀπεκύησας, Θεὸν ἅμα καὶ ἄνθρωπον, ἀτρέπτως ἀσυγχύτως, δι ἔλεος ἄπειρον, λυτρούμενον τὸν κόσμον, τῆς πάλαι κακώσεως· ὅθεν Σε ὑμνοῦμεν, ἀσιγήτοις ἐν ὕμνοις, καὶ πίστει δοξάζομεν, τὸν ἀπόῤῥητον τόκον Σου, Θεοτόκε πανύμνητε· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσιοῦσιν, ἀεὶ τῇ πρεσβείᾳ Σου.

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στιχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα

Εὐαγγέλιον Ὁσιακόν.

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 6: 17-22

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Ν Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰδιόμελον. Ἦχος πλ. β΄

Θεοφόρε Ἀρσένιε, τὴν στενὴν καὶ τεθλιμμένην τρίβον βαδίσας, τὰς τοῦ ἐχθροῦ ἀτάκτους πορείας, τῶν ἀρετῶν τῷ πλάτει ἐστένωσας· καὶ πρὸς πλάτος Παραδείσου σκηνώσας, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος γέγονας, τὰ ὑπὲρ λόγον ὁρῶν καὶ ἀπολαύων· διό σου δεόμεθα· μὴ παύσῃ πρεσβεύων Πάτερ, τυχεῖν καὶ ἡμᾶς τῆς αἰωνίου μακαριότητος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τοὺς Ἀρσενίου ἀγῶνας μέλπω. Γερασίμου.

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Τῆς Τρισηλίου καὶ μιᾶς Θεότητος τὸ φῶς δεχόμενος, λῦσον τοῦ νοός μου, Πάτερ τὴν σκοτόμαιναν, πρεσβείαις σου Ἀρσένιε, ὅπως μέλψω ἀξίως, τὰς ἀρετὰς καὶ τὰ θαύματα, τῆς ἀσκητικῆς πολιτείας σου.

λον τὸν πόθον τῆς ψυχῆς Ἀρσένιε ἀπεριτρέπτῳ νοΐ, πρὸς τὸν πάντων Κτίστην, καὶ Θεὸν ἀνέτεινας· ἐντεῦθεν πεπολίτευσαι, ὥσπερ ἄσαρκος Πάτερ, σαρκὸς μισήσας εὐπάθειαν, ὡς τῶν ὑπὲρ νοῦν ἐφιέμενος.

ποπιάζων πόνοις τῆς ἀσκήσεως Πάτερ τὸ σῶμά σου, καὶ παθῶν νεκρώσας, πάντα τὰ κινήματα, τὴν σὴν ψυχὴν ἐτέλεσας, ἀπαθείας δοχεῖον, καὶ τῶν θαυμάτων εἰσδέδεξαι, ἐκ Θεοῦ τὴν χάριν Ἀρσένιε.

Θεοτοκίον.

Σωματοφόρον τὸν πρὶν Λόγον ἄσαρκον Πατρὸς καὶ σύνθρονον, μὴ τραπέντα φύσιν, τὴν οἰκείαν ἄχραντε, ἀνερμηνεύτως τέτοκας, διὰ σπλάγχνα ἐλέους, πρὸς τὸ ἀρχαῖον ἀξίωμα, κόσμου ἐκ φθορᾶς ἐπανάγοντα.

Ὠδὴ γ΄. Ὁ στερέωσας κατ ἀρχάς.

ρας ἐπ ὤμων τὸν Σταυρόν, τοῖς ἴχνεσι τοῦ Σωτῆρος, ἐπορεύθης ἀκλινεῖ διανοίᾳ, τὰ ἐν κόσμῳ ὡς φθαρτά, καταλιπὼν Ἀρσένιε, καὶ πρὸς τὴν ἀφθαρσίαν μετὰ σπουδῆς ἐπειγόμενος.

ήσεις τὰς θείας ἐκπληρῶν, Εὐαγγελίου θεόφρον, συμπαθῶς τοὺς ἀσθενοῦντας ἰᾶσαι, καὶ τοῖς πάσχουσι δεινῶς, παρέχεις ἀνακούφισιν, λόγῳ καὶ ἔργῳ Πάτερ, ὡς μαθητὴς Χριστοῦ γνήσιος.

Συντονωτάταις προσευχαῖς, καὶ ἀγρυπνίαις καὶ πόνοις, ἐγκρατείας θεοφόρε ἐκλάμψας, τῶν ἀφρόνων παιδευτής, καὶ ἅπασιν αἰδέσιμος, Ἀρσένιε ἐδείχθης, δι ἀρετῆς τελειότητα.

Θεοτοκίον.

κ τῆς ἀχράντου Σου γαστρός, ὁ Ὑπερούσιος Λόγος, προσλαβὼν τὴν τῶν ἀνθρώπων οὐσίαν, διὰ σπλάγχνα οἰκτιρμῶν, ἐθέωσε τὸν ἄνθρωπον, Παρθένε Θεοτόκε, πάντων βροτῶν τὸ διάσωσμα.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείῳ ἔρωτι, λελαμπρυσμένος, ἔργοις ἔλαμψας, τῆς ἐγκρατείας, καὶ ἐχθροῦ τὰς μεθοδείας ἠμαύρωσας, καὶ τῶν Πατέρων τῶν πάλαι Ἀρσένιε, τὴν πολιτείαν ἀρτίως ἐζήλωσας· μεθ ὧν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

Θείῳ Πνεύματι, πάλαι προεῖδε, θεῖον ὄρος Σε, ὁ ὑποφήτης, ἀρεταῖς πεποικιλμένον καὶ χάρισι· ἐκ Σοῦ Θεὸς γὰρ προῆλθε πανάχραντε, καὶ ἀπολλύμενον κόσμον διέσωσεν· Ὃν ἱκέτευε, διδόναι ἡμῖν πανύμνητε, πταισμάτων ἱλασμὸν καὶ θεῖον ἔλεος.

Ὠδὴ δ΄. Σύ μου ἰσχύς.

Νόμῳ Θεοῦ, πάντα ῥυθμίζων τὸν βίον σου, ὡς ἐργάτης ἀρετῆς πανάριστος, πλήρης ἐγένου θείου φωτός, καὶ μελλόντων γνῶσιν, πλουτήσας Πάτερ Ἀρσένιε, προέβλεψας τὰ πόῤῥω, ὡς παρόντα θεόφρον, προμηνύων σαφῶς τὰ ἐσόμενα.

λὺν παθῶν, ἀποτινάξας Ἀρσένιε, καὶ καθάρας, ψυχὴν καὶ τὸ σῶμά σου, ῥείθροις δακρύων καὶ προσευχαῖς, ἀπαθείας ὤφθης, λειμὼν μυρίπνοος Ὅσιε, ὀσμὴν ζωῆς παρέχων, καὶ ὀσμὴν ἀποτρέπων, βουλευμάτων κακίστων ἑκάστοτε.

λον τὸν νοῦν, πρὸς τὸν Χριστὸν ἔχων Ὅσιε, ὅλος ὤφθης, θεῖον ἐνδιαίτημα, καὶ τῶν θαυμάτων τὴν δωρεάν, λαβὼν οὐρανόθεν, εὐεργετεῖς τοὺς προστρέχοντας, τῇ χάριτί σου Πάτερ, καὶ παρέχεις ἑκάστῳ, σωτηρίαν ψυχῆς τε καὶ σώματος.

Θεοτοκίον.

δωρ ζωῆς, οἷα πηγὴ χαριτόβρυτε, οὐρανίους, οἰκτιρμοὺς πανάμωμε, βλῦσον ψυχῇ μου τῇ ταπεινῇ, καὶ τὴν φλόγα σβέσον, παθῶν ἁγνὴ τῶν θλιβόντων με, καὶ δίδου μοι Παρθένε, ἀφορμὰς μετανοίας, λογισμῶν ἐμπαθῶν με καθαίρουσα.

Ὠδὴ ε΄. Ἵνα τί με ἀπώσω;

σκητῶν τῶν ἀρχαίων, Ὅσιε Ἀρσένιε ὤφθης ὁμότροπος, τὴν αὐτῶν ζηλώσας, ἀρετὴν καὶ ζωὴν τὴν ἰσάγγελον, ἐν ἐσχάτοις χρόνοις· διὸ Χριστὸς αὐτῶν τῆς δόξης, ἰσοστάσιον Πάτερ σε ἔδειξε.

Γεωργῶν τῷ σῷ λόγῳ, τὰς κεχερσωμένας καρδίας Ἀρσένιε, ταύτας ἐκκαθαίρεις, ἀκανθῶν καὶ τριβόλων τοῦ ὄφεως, καὶ παρασκευάζεις, καλλιεργεῖν τῆς εὐσεβείας, τὰ ὡραῖα φυτὰ καὶ ἀθάνατα.

ς βλαστὸν εὐθαλῆ σε, καὶ ὡς δένδρον πάγκαρπον θείας ἀσκήσεως, ἡ Καππαδοκία, μακαρίζει Ἀρσένιε Ὅσιε, δεξαμένη Πάτερ, τοὺς σοὺς ἱδρῶτας καὶ τοὺς πόνους, καὶ καυχᾶται τοῖς θείοις σπαργάνοις σου.

Θεοτοκίον.

Νεκρωθεὶς τῇ κακίᾳ, τῇ ζωοποιῷ Σου πρεσβείᾳ προσέδραμον, καὶ θερμῶς βοῷ Σοι· ἡ ζωὴν τὴν ἀθάνατον τέξασα, ζωοποίησόν με, εὐλογημένη Θεοτόκε, καὶ πρὸς τρίβους εὐθείας με ἴθυνον.

Ὠδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

νέτειλας ὡς ἀστήρ, ἐκ τῆς Ἑώας νεόφωτος, καταπυρσεύων ἡμᾶς, ἀκτῖσι τοῦ βιου σου, Αρσένιε Ὅσιε, καὶ διασκεδάζων, παθημάτων τὴν σκοτόμαιναν.

Συνέσει πνευματικῇ, κατακοσμούμενος Ὅσιε, καθαίρεις ῥύπους ψυχῶν, τῷ λόγῳ τῆς χάριτος, καὶ πᾶσιν Ἀρσένιε, τοῦ Χριστοῦ προφαίνεις, τὴν ἀμέτρητον χρηστότητα.

Μεγάλοις ἐγκαρτερῶν, ἀγῶσι Πάτερ Ἀρσένιε, ἐδείχθης περιφανής, ἐναρέτοις πράξεσι, εὐεργετῶν θαύμασι, καὶ ποικίλοις τρόποις, τοὺς πιστῶς προσερχομένους σοι.

Θεοτοκίον.

τέχθη ὑπερφυῶς, ἐκ τῶν ἀχράντων αἱμάτων Σου, ὁ πάντα ἐκ μηδενός, Κόρη συστησάμενος, και ἡμᾶς ἀνέπλασε, καὶ πρὸς τὴν ἀρχαίαν, ἐπανήγαγε λαμπρότητα.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Καππαδοκίας τὸ νεόφυτον ἄνθος, καὶ ἀρετῶν τὸ πολυτίμητον σκεῦος, ὁ ἱερος Ἀρσένιος ὑμνείσθω μοι· οὗτος γὰρ ὡς ἄγγελος, ἐν σαρκὶ βιοτεύσας, σύσκηνος ἐγένετο, τῶν Ἁγίων ἁπάντων, μεθ ὧν πρεσβεύει πάντοτε Χριστῷ, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.

Ὁ Οἶκος.

λον τὸν πόθον τῆς ψυχῆς, καὶ τὰς κινήσεις Πάτερ, ἀνατιθέμενος Χριστῷ, κατηκολούθησας Αὐτῷ, ἀμέμπτῳ πολιτείᾳ· καὶ τῆς φωνῆς Αὐτοῦ πληρωτὴς γενόμενος, σάρκα ἐνέκρωσας ἀσκητικοῖς ἀγῶσι, τὴν δὲ ψυχὴν ἐλάμπρυνας. Τῆς ἀπαθείας τῇ αἴγλῃ, καὶ θείαις ἀναβάσεσι, καὶ μετοχαῖς ἀΰλοις, καὶ τῶν πάλαι Ὁσίων τοὺς τρόπους ζηλώσας, τῆς εὐκληρίας καὶ χάριτος αὐτῶν κατηξιώθης· τῆς ἐνεργείας γὰρ τοῦ Πνεύματος δοχεῖον ὤφθης φαεινόν, καὶ πλείστοις θαύμασι πολλούς, κακώσεων ἐξαίρεις· ὁ Σωτὴρ γὰρ Ὃν ἐδόξασας, λαμπρῶς σε ἀντεδόξασεν Ἀρσένιε Ὅσιε· Ὃν ἀεὶ δυσώπει, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.

Συναξάριον.

Τῇ Ι´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Καππαδόκου.

σκήσει Ἀρσένιε Χριστὸν δοξάσας,

δόξης κατηξίωσαι τῆς ὑπὲρ λόγον.

Δεκάτῃ Ἀρσενίοιο νόες γῆθεν ἄειραν ἦτορ.

Οὗτος ὁ μακάριος καὶ νεοφανὴς ἐν Ἁγίοις Πατράσιν, ὥρμητο ἐξ Ἀνατολῆς, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, Ἐλευθερίου καὶ Βαρβάρας τὴν κλῆσιν, ἐν ἔτει 1840, ἐν τινι χωρίῳ ἐγγὺς τῆς Καισαρείας, Φάρασα κοινῶς λεγομένῳ.

Κάτοχος γενόμενος τῆς ἐγκυκλίου παιδείας, καὶ ἀγαπήσας ἐξ ὅλης ψυχῆς καὶ καρδίας τὸν Κύριον, ἠκολούθησεν αὐτῷ, φθάσας τὸ εἰκοστὸν ἕκτον ἔτος τῆς ἑαυτοῦ ἡλικίας. Περιβληθεὶς τὸ σχῆμα τῶν Μοναχῶν ἐν τῇ ἐκεῖσε Μονῇ τοῦ Τιμίου Προδρόμου, ἔλαβε τὸ ὄνομα Ἀρσένιος, ἀντὶ Θεοδώρου, οὗ πρότερον ἐκαλεῖτο· ἔνθεν συντονωτάτῃ ὑποβέβληται ἀσκήσει, νηστείαις καὶ ἀγρυπνίαις καὶ δάκρυσι καὶ ἀεννάοις προσευχαῖς σχολάζων, καὶ κατατήκων τὴν σάρκα, καὶ μυστικαῖς θεωρίαις καὶ θείαις ἐλλάμψεσι λαμπρύνων τὴν ἑαυτοῦ ψυχήν. Ὅθεν ὁ Κύριος, ἀμειβόμενος τοὺς κόπους αὐτοῦ, δέδωκεν αὐτῷ πλουσίαν τὴν χάριν τῶν θαυμάτων· πολλοὺς γὰρ ἀσθενοῦντας ἰάσατο, καὶ δαιμονῶντας τῆς μάστιγος ἐῤῥύσατο, πιστοῖς καὶ ἀπίστοις προσεφαπλῶν τῆς εὐεργεσίας τὸν πλοῦτον. Καὶ ἐν Σιὼν ἱερουργῶν σὺν ἄλλοις ἱερεῦσιν, ἔλαμψε τὸ πρόσωπον αὐτοῦ, διαδοθείσης ἐν αὐτῷ τῆς ἔνδοθεν αὐτοῦ χάριτος καὶ λαμπρότητος.

σίως καὶ ἀμέμπτως διανύων τὴν ζωήν, καὶ περιφανὴς καὶ αἰδέσιμος ταῖς κατ ἀρετὴν προκοπαῖς καὶ ἐπιδόσεσι γεγονώς, παρεγένετο ἐν Ἔλλάδι σὺν πᾶσι τοῖς ἐν Μικρᾷ Ἀσίᾳ Χριστιανοῖς, ἐν ἔτει 1924 κατὰ μῆνα Αὔγουστον, ἀνταλλαγῆς καὶ μετοικεσίας γενομένης, καὶ ἐγκατεστάθη ἐν τῇ νήσῳ Κερκύρᾳ, ἔνθα μετὰ τεσσαράκοντα ἡμέρας, μικρὸν νοσήσας, καὶ προειπὼν τὸν ἑαυτοῦ θάνατον, μετέστη πρὸς τὰς οὐρανίους καὶ αἰωνίους μονάς, τὸ ὀγδοηκοστὸν καὶ τρίτον ἄγων τῆς ἡλικίας ἔτος.

Παρεληλυθότων δὲ τριάκοντα καὶ τεσσάρων ἐτῶν, ἐγένετο ἡ ἀνακομιδὴ τῶν τιμίων αὐτοῦ λειψάνων, ὑπὸ τοῦ Γέροντος Παϊσίου τοῦ Ἁγιορείτου, ἅτινα καὶ κατετέθησαν ἐν τῇ Γυναικείᾳ Ἱερᾷ Μονῇ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, τῇ οὔσῃ ἐγγὺς τῆς Σουρωτῆς Θεσσαλονίκης.

ν δὲ ὁ Ὅσιος κατὰ τὸν τύπον τοῦ σώματος, τῇ ἡλικίᾳ εἰς ὕψος ἐκτεινόμενος· τῇ ὄψει ἰσχνός, τῇ συντόνῳ ἀσκήσει· εἶχε τρίχωμα δασύ, ὡσαύτως καὶ ὀφρῦς, τὴν δὲ γενειάδα καθικνουμένην ἄχρι τοῦ στήθους· ὀφθαλμοὺς μεγάλους, καὶ μέτωπον εὐρύ, τοῖς δὲ τρόποις ἧν σύννους καὶ αὐστηρός, οἱονεὶ ὁρῶν τὸν ἀόρατον, κατὰ τὸν θεῖον Παῦλον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα· Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου.

ξάδα μυστῶν τοῦ Λόγου ὑμνῶ λόγοις,

Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας.

Οὗτοί εἰσιν ἐκ τῶν Ἑβδομήκοντα· καὶ οἱ μὲν Ὀλυμπᾶς καὶ Ῥοδίων, ἀκολουθοῦντες τῷ ἁγίῳ Ἀποστόλῳ Πέτρῳ, ἀμφότεροι ἐν Ῥώμῃ τῇ πόλει, ὑπὸ Νέρωνος τὰς κεφαλὰς ἀπετμήθησαν. Ὁ δὲ Σωσίπατρος, οὗτινος πρὸς Ῥωμαίους γράφων ὁ ἅγιος Παῦλος ἐν ἐπιστολῇ μέμνηται, Ἐπίσκοπος Ἰκονίου γενόμενος, ἐν εἰρήνῃ ἐτελειώθη· καὶ πολλά ἐστιν εὑρεῖν πολλαχοῦ τὸν Ἀπόστολον μεμνημένον αὐτοῦ ἐν ταῖς ἐπιστολαῖς. Ὁ δὲ Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ ἐπιστολῇ ὁ μακάριος Παῦλος, οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας γεγονὼς καὶ μετὰ ταῦτα Ἐπίσκοπος Πανεάδος, ἐν εἰρήνῃ ἐτελειώθη. Ὁ δὲ Κούαρτος, Ἐπίσκοπος Βηρυτοῦ γενόμενος, καὶ πολλὰ παθὼν ὑπὲρ εὐσεβείας καὶ πλείστους τῶν Ἑλλήνων ἐπιστρέψας ἐπὶ Κύριον, ἐτελειώθη καὶ αὐτὸς ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὁρέστου.

θλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων,

Νικητικὰ βραβεῖα πολλὰ προσδόκα.

Οὗτος ὁ Ἅγιος ὑπῆρχεν ἐκ πόλεως Τυάνων, χώρας Καππαδοκίας. Ὁμολογῶν δὲ τὸν Χριστόν, ἐκρατήθη παρὰ Μαξιμίνου ἡγεμόνος, ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ· καὶ μὴ πεισθεὶς θῦσαι τοῖς εἰδώλοις, ἀλλὰ παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν ὁμολογῶν, τύπτεται μετὰ ῥάβδων ἰσχυρῶς τοσοῦτον, ὥστε τὰ ἔγκατα τῶν σπλάγχνων αὐτοῦ ἀποσπασθῆναι καὶ φαίνεσθαι ἔξωθεν. Καὶ μετὰ τοῦτο ἀπήχθη εἰς τὸν ναὸν τῶν εἰδώλων· τοῦ δὲ ἐμφυσήσαντος εἰς τὰ εἴδωλα, ἐγένοντο παραχρῆμα ὡσεὶ κονιορτός. Εἶτα παρεδόθῃ τῇ φυλακῇ, καὶ μετὰ ἑπτὰ ἡμέρας, παρέστη τῷ βήματι τοῦ Μαξιμίνου· καὶ πάλιν ἀναγκασθεὶς θῦσαι καὶ μὴ πεισθείς, ἥλοις μακροῖς ἐτρυπήθη τοὺς ἀστραγάλους· καὶ προσδεθεὶς ἀγρίῳ ἵππῳ, μετὰ ἁλύσεων ἐλαυνομένῳ βίᾳ πολλῇ, καὶ ἑλκυσθεὶς μίλλια εἰκοσιτέσσαρα ἀπὸ τῆς πόλεως Τυάνων, παρέδωκε τὸ πνεῦμα.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις.

Θεοστήρικτος τὸν Θεὸν στήσας βάσιν,

ντως θεοστήρικτος ἔργοις ὡράθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νόννου Ἐπισκόπου, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν.

λος γέμων ἦν γνώσεως Θεοῦ Νόννος,

Εἰς καλὸν εἰδὼς καὶ τὰ χείρονα τρέπειν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαρτίνου Ἐπισκόπου Ταρακίνης.

Βίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος,

Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Καλλιόπιος καὶ Νῖρος ξίφει τελειοῦνται, καὶ ὁ γιος Μάρτυς Ὠρίων, ζῶν ἐμβληθεὶς τῇ γῇ τελειοῦται..

Ξίφει τράχηλον, Καλλιόπιε, κλίνας,

Κάλλος θεωρεῖς ἀκλινῶς Θεοῦ Λόγου.

πῆρξεν ἡμῖν ἡ κεφαλή σου, Νίρε,

Θείου κεφαλὴ Μάρτυρος διὰ ξίφους.

Κἂν ζῶν ἐβλήθη Μάρτυς εἰς γῆν Ὠρίων,

πὲρ τὸν Ὠρίωνα λάμπει τοῦ πόλου.

Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δημητριανοῦ, Ἐπισκόπου Ἀντιοχείας, κατὰ τῷ 3ῳ αἰῶνι μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μίλου Ἐπισκόπου Τελεπόλεως τῆς Περσίδος, καὶ τῶν δύο Μαθητῶν αὐτοῦ.

κτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον,

Σφαγῇ μὲν αὐτόν, τοὺς δὲ μύστας τοῖς λίθοις.

Οὐχ ὡς Ἀδὰμ μήλου θανάτου ἐγεύσω,

λλ ἀφθαρσίας, Μίλε, τῆς ἐν τῷ πόλῳ.

Οὗτος ὁ ἅγιος Πατὴρ ἡμῶν Μίλος, ἐν μιᾷ πόλει τῶν Περσῶν τεχθεὶς καὶ βαπτισθείς, τὰ ἱερὰ γράμματα ἐξεμάνθανε. Μέλλοντα δὲ αὐτὸν στρατευθῆναι τῷ ἐκεῖσε βασιλεῖ, εἰς ἡλικίαν ἐλάσαντα, ὀπτασία διεκώλυσε τοῦτον νυκτερινὴ καὶ φοβερά· καὶ ἔκτοτε ἐν παρθενίᾳ ἦν καὶ ἀσκήσει, ἐξιλεούμενος τὸν Θεὸν ὑπέρ τε ἑαυτοῦ καὶ παντὸς τοῦ γένους αὑτοῦ. Καταλιπὼν δὲ τὴν πόλιν αὑτοῦ μετὰ χρόνους τινάς, γέγονε Μοναχός· καὶ οἰκήσας ἐν ᾧ τόπῳ ὁ Προφήτης Δανιὴλ τὰς ὀπτασίας ἑώρακεν, ἀξιοῦται τῆς ἐπισκοπῆς τῆς ἁγιωτάτης Ἐκκλησίας, διὰ χειρὸς Γενναδίου Ἐπισκόπου, Ὁμολογητοῦ καὶ Μάρτυρος γενομένου. Καὶ πολλὰ κοπιάσας ἐκεῖ ὁ Ἅγιος, ἐλέγχων καὶ ἔργοις καὶ λόγοις τοὺς ἀνομοῦντας, εἶτα τυπτόμενος ὑπ᾿ αὐτῶν καὶ διωκόμενος, ὡς ἔγνω τούτους ἀδιορθώτους, προκηρύξας αὐτοῖς τὴν μέλλουσαν ἐπελθεῖν αὐτοῖς ἐκ Θεοῦ ὀργήν, ἀνεχώρησεν.

δη δὲ τριμηνιαίου παραδραμόντος καιροῦ, καὶ τῶν ἀρχόντων τῆς πόλεως αὐτοῦ, ἐξ ἁμαρτίας τινός, θυμῷ περιπεσόντων βασιλικῷ, τὴν μὲν πόλιν ὁ βασιλεύς, στρατιώτας ἀποστείλας μετὰ τριακοσίων ἐλεφάντων, τελείως κατέστρεψε, τοὺς δὲ ταύτης οἰκήτορας, ἀπέκτεινεν ἐν μαχαίρᾳ. Ὁ δὲ Ἅγιος, καταλαβὼν τὰ Ἱεροσόλυμα, ἀπῆλθε πρὸς Ἀμμώνιον, μαθητὴν τοῦ ἁγίου Ἀντωνίου· καὶ ποιήσας ἐκεῖ χρόνους δύο, ὑπέστρεψεν ἐν Περσίδι. Ἐν δὲ τῷ ὑποστρέφειν αὐτόν, ἦλθε πρὸς Μοναχόν τινα, σπήλαιον οἰκοῦντα· καὶ ἰδὼν δράκοντα φοβερόν, εἰσιόντα ἐν ᾧ ἦν σπηλαίῳ, τριάκοντα δύο πήχεων ὄντα, λέγει πρὸς αὐτόν· Ἔφθασε, δράκων, ἐπὶ σὲ ἡ ῥομφαία τοῦ Κυρίου· καὶ ὡς εἶπε, τὴν τοῦ τιμίου Σταυροῦ σφραγῖδα δεξάμενος ὁ δράκων καὶ φυσηθείς, διεῤῥάγη.

δὲ Ἅγιος, ἀπελθὼν ἐν τῇ πόλει αὑτοῦ, ᾠκοδόμησεν ἐκκλησίαν, εἰς συγγνώμην τοῦ ἀπειθήσαντος λαοῦ, καὶ πικρῷ θανάτῳ τοῦ ζῆν ἀπαλλαγέντος. Καὶ χρόνον ἐκεῖσε ἱκανὸν διαβιβάσας, εἰς τὴν Κτησιφῶντα πόλιν ἀφίκετο· ἐν ᾗ καὶ σύνοδον εὑρὼν Ἐπισκόπων, ἔστη ἐν μέσῳ αὐτῶν ἐλέγχων τὸν Ἐπίσκοπον, δι᾿ ὃν καὶ ἡ σύνοδος γέγονε. Τοῦ δέ, ἐξευτελίζοντος τὸν Ἅγιον καὶ μυκτηρίζοντος καὶ τοῖς αὑτοῦ προβλήμασιν ἐπὶ πάντων ἐγκαυχωμένου, ὁ Ἅγιος πρὸς αὐτόν, Ἐπειδὴ ἀδιόρθωτος, φησί, μένων, ἀλαζονεύῃ γαυριῶν κατὰ τῶν τοῦ Κυρίου μου Ἀρχιερέων, οὓς ἐπισυνῆψε τὸ Πνεῦμα τὸ Ἅγιον, ἤδη ἔφθασεν ἐπὶ σὲ ἡ ὀργὴ τοῦ Κυρίου, ἡμίξηρόν σε ἀποκαθιστῶσα ἐπὶ χρόνοις πλείστοις, ἐφ᾿ ᾧ διὰ σοῦ καὶ τοὺς λοιποὺς σωφρονισθῆναι. Καὶ ἅμα τῷ λόγῳ, σκηπτὸς ἐξ οὐρανοῦ κατελθὼν ἀπὸ βροντῆς φρικώδους, ὡς εἶδος ἀστραπῆς, ἡμίξηρον αὐτὸν εἰργάσατο καὶ ἔμεινεν οὕτως ἐπὶ χρόνους δώδεκα ἡμίξηρος. Καὶ μετὰ ταῦτα τὴν πόλιν ἐκείνην λιπών, πάλιν εἰς ἑτέραν πόλιν ἀφίκετο.

γοῦν ἄρχων τῆς πόλεως, χαλεπῇ μαστιζόμενος νόσῳ ἐπὶ χρόνοις δυσί, τὴν τούτου παρουσίαν μαθών, μηνύσας, ἱκέτευεν ἀφικέσθαι πρὸς αὐτόν, εὐχῆς μεταδοῦναι καὶ ἐπισκέψασθαι νοσοῦντα δεινῶς. Καὶ ὡς κατήγγειλε τὴν ἄφιξιν ὁ ἀποσταλείς, ὁ Ἅγιος πρὸς αὐτόν· Ἄπελθε, φησίν, εἰπὲ τῷ ἀποστείλαντί σε ἀσθενεῖ μεγάλῃ τῇ φωνῇ· Τάδε ὁ Ἐπίσκοπος σοὶ δηλοῖ· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν ἐγὼ κηρύττω ὁ ἀνάξιος καὶ εὐτελής, ἀποβαλοῦ πᾶσαν περιέχουσάν σε νόσον, καὶ περιζωσάμενος τὴν ὀσφύν σου, ἐλθὲ τοῖς ποσί σου περιπατῶν, καὶ ὄψομαί σε. Τοῦ δὲ ἀπελθόντος καὶ εἰρηκότος αὐτῷ κατὰ τὸν τοῦ Ἁγίου λόγον, ὁ ἄρχων ἀναῤῥωσθεὶς καὶ ἐνδυναμωθείς, ὡς μηδοτιοῦν λείψανον τοῦ δεινοῦ νοσήματος περιφέρων, ἀπῆλθε πρὸς τὸν Ἅγιον, οἰκείοις βαδίζων ποσίν· οὗ τοῖς τιμίοις ἑαυτὸν προσρίψας ἴχνεσιν, ἀμφοτέραις χερσὶν ἐπιβαλλόμενος, ἐκυλινδοῦτο καὶ κατησπάζετο, εὐχαριστῶν τῷ Θεῷ, τῷ οὕτως αὐτὸν δοξάσαντι. Τοῦτο τὸ παράδοξον θαῦμα πολλοὺς πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐπεσπάσατο.

κεῖσε καὶ δαίμονας ἀπήλασεν ὁ Ἅγιος οὐκ ὀλίγους· καὶ γυναῖκα, κλινήρη οὖσαν ἐπὶ χρόνοις ἐννέα παρειμένην, τῆς χειρὸς κρατήσας ἀνίστησιν ὑγιῆ· καὶ ἀδίκως τινὰ παρ᾿ ἑτέρου ὑφαιρούμενον καὶ τὴν ἀδικίαν δι᾿ ὅρκου καταφρονητικῶς διαβεβαιούμενον καὶ τοὺς λόγους τοῦ Ἁγίου παρ᾿ οὐδὲν θέμενον, διὰ προσευχῆς τὴν τοῦ Γιεζῆ λέπραν καθ᾿ ὅλου τοῦ σώματος σχεῖν παρεσκεύασεν, εἰς διόρθωσιν τῶν πολλῶν. Ὡς ἐκ τούτου πλῆθος οὐκ ὀλίγον τῆς πόλεως προσελθεῖν τῷ Ἁγίῳ καὶ τὴν εἰς Χριστὸν πίστιν ἀνακαλεῖσθαι· καὶ ἕτερα σημεῖα ἐν διαφόροις τόποις οὐκ ὀλίγα ἐποίησεν. Ἀλλ᾿ ὁ Βασιλίσκος τούτων ἀκούσας, μετεστείλατο τὸν Ἅγιον· καὶ παραστήσας σὺν τοῖς δυσὶ μαθηταῖς αὐτοῦ, ὡς εἶδε τὴν εἰς Χριστὸν πίστιν αὐτῶν ἀκλινῆ καὶ ἀσάλευτον, πάμπολλα εἰς αὐτοὺς πρότερον δεινὰ ἐνδειξάμενος, αὐτὸς δι᾿ ἑαυτοῦ τὸ ἴδιον ξίφος σπασάμενος, βάλλει κατὰ τοῦ στήθους τὸν Ἅγιον· ὁμοίως δὲ καὶ ὁ ἀδελφὸς τοῦ Βασιλίσκου, τῷ ἰδίῳ ἀδελφῷ συναιρόμενος, βάλλει καὶ αὐτὸς τὸν Ἅγιον κατὰ τῆς καρδίας. Ὁ δὲ τοῦ Κυρίου Ἀθλητής, ἔτι ἐμπνέων· Ἐπειδὴ συνεφωνήσατε, φησίν, ἀναίτιον ὄντα με ἀποκτεῖναι, αὔριον ταύτῃ τῇ ὥρᾳ ἐκ χειρὸς ἀλλήλων τὸ αἷμα ὑμῶν ἐκχυθήσεται καὶ ἡ μήτηρ ὑμῶν ἄτεκνος ἔσται. Καὶ ταῦτα εἰπών, παρέδωκε τὴν ψυχὴν τῷ Κυρίῳ. Καὶ τοὺς δύο μαθητὰς αὐτοῦ, εἰς δύο βουνοὺς ἀναγαγὼν ὁ δυσσεβὴς Βασιλίσκος, τοῖς λίθοις συνέχωσε. Τῇ δὲ ἑξῆς ἐξελθὼν ὁ δυσσεβὴς καὶ ὁ αὐτοῦ ἀσελφὸς εἰς θήραν, οὐδὲν λογισάμενοι τὸ τοῦ Ἁγίου πρόῤῥημα, ἔλαφον εὐμεγέθη καταφθάσαντες μονώτατοι, ἐξ ἑκατέρου μέρους αὐτῆς εὑρεθέντες, ἀφῆκαν τὰς λόγχας κατ᾿ αὐτῆς· αἱ δέ, ὡς ῥοίζῳ τινὶ κατ᾿ αὐτῶν ἐλθοῦσαι, ταῖς καρδίαις αὐτῶν ἐμπεπήγασιν. Καὶ οὕτω τὰς ψυχὰς αὑτῶν βιαίως ἀποῤῥήξαντες, τοῦ ζῆν ἀπηλλάγησαν. Οἱ δὲ ἅγιοι τοῦ Χριστοῦ Μάρτυρες ὑπὸ τῶν πιστῶν κηδευθέντες, τὴν ἀτελεύτητον καὶ ἀΐδιον ζῶσι ζωήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ Ὁμολογητοῦ Γεδίου τοῦ Ἐπισκόπου, τοῦ καὶ χειροτήσαντος τὸν Ἅγιον Μῖλον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Παῖδες Ἑβραίων.

Λάμπων ἀκτῖσι ἀπαθείας, εὐπροσήγορος πιστοῖς καὶ ἀπίστοις, ὡς θεράπων Χριστοῦ, Ἀρσένιε ἐφαίνου, καιρῷ ἰδίῳ ἕκαστον, θεραπεύων κατὰ λόγον.

Πόνοις ἀσκήσεως ἀμέτροις, πρὸς τὴν ἄπονον ζωὴν νῦν μετετέθης, πάντα πόνον ἡμῶν, κουφίζων καὶ ὀδύνην, Ἀρσένιε μακάριε, τῶν πιστῶς σε εὐφημούντων.

φθης ὡς ἄγγελος τῷ εἴδει, καὶ φῶς ἔλαμψε τὸ πρόσωπόν σου Πάτερ, ὁπηνίκα Θεῷ, Σιὼν ἐν τῇ ἁγίᾳ, Ἀρσένιε προσέφερες, τὴν ἀναίμακτον θυσίαν.

Θεοτοκίον.

Γέγονας κόσμου σωτηρία, σωματώσασα Χριστὸν τὸν Βασιλέα, τὸν ἐκ πλάνης ἁγνή, ἡμᾶς ἀνακαλοῦντα, καὶ σώζοντα τοὺς ψάλλοντας· χαῖρε Κεχαριτωμένη.

Ὠδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.

νταλμάτων τῶν θείων θεοφόρε, πληρωτὴς ἀκριβής, ἐν τῇ ζωῇ σου ὤφθης, καὶ πληρωθεὶς ναμάτων τῶν τῆς χάριτος, ὕδωρ ἰαμάτων, Ἀρσένιε βλύζεις, τοῖς σὲ ὑμνολογοῦσι.

υπωθέντα με σπίλοις ἁμαρτίας, ῥυπτικῇ σου σοφέ, ἐκκάθαρον πρεσβείᾳ, καὶ μετανοίας γνώσει με καταύγασον, ἵνα θεαρέστως, Ἀρσένιε ἀνύσω, τὸν τῆς ζωῆς μου χρόνον.

κηλίδωτον βίον ἐκτελέσας, καὶ Ἁγίων σοφέ, τὰς χάριτας πλουτήσας, ἁγιωσύνης ὤφθης ἐνδιαίτημα, καὶ Ἁγίων δήμοις, Ἀρσένιε συνήφθης, μετὰ τὸ θεῖον τέλος.

Θεοτοκίον.

Σαρκωθέντα ἐκ Σοῦ ἀκαταλήπτως, τὸν τῶν ὅλων Θεὸν ἐκύησας Παρθένε, Ὃν ἐκτενῶς ἱκέτευε πανάμωμε, ἄφεσιν πταισμάτων, δοῦναι ἡμῖν Κόρη, τοῖς Σὲ δοξολογοῦσι.

Ὠδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

έρευσας ὁσίως καὶ εὐσεβῶς, τῷ Δεσπότῃ τῶν ὅλων Ἀρσένιε, ὡς ἱερεύς, ὅσιος καὶ πρᾷος καὶ ταπεινός, καὶ τούτῳ προσενήνοχας, οἷάπερ θυσίαν καὶ προσφοράν, τοῦ βίου σου τὰς πράξεις· ἐντεῦθεν ἐδοξάσθης, σὺν τοῖς Ἁγίοις ὡς ἰσότιμος.

Μονὴν τοῦ Ἀποστόλου ὃν ὁ Χριστός, πλεῖον ἄλλων ἠγάπησεν Ὅσιε, σκέπε ἀεί, καὶ εὐλόγει ἄνωθεν νοερῶς, τὴν τὰ σεπτά σου λείψανα, οἷα οὐρανόσδοτον θησαυρόν, Ἀρσένιε πλουτοῦσαν, καὶ ἄγουσαν ἐν πίστει, τὴν ἱεράν σου μνήμην Ἅγιε.

λόφωτον νυμφῶνα ἐν οὐρανοῖς, κατοικῶν θεοφόρε Ἀρσένιε, καὶ καθορῶν, κάλλος τὸ ἀμήχανον τοῦ Χριστοῦ, καὶ μετοχῇ θεούμενος, τῆς τριλαμπεστάτης μαρμαρυγῆς, τὸν ὕμνον μου προσδέχου, καὶ φῶς μοι θεῖον αἴτει, ταῖς φωτοφόροις ἱκεσίαις σου.

Θεοτοκίον.

πέρφωτε λυχνία χρυσοφαής, χρυσοστόλιστε θρόνε πυρίμορφε, τοῦ ἐκ τῆς Σῆς, μήτρας προελθόντος ὑπερφυῶς, Θεοῦ τοῦ Παντοκράτορος, Κεχαριτωμένη Μῆτερ ἁγνή, ἀνύψωσον τὸν νοῦν μου, παθῶν ἀπὸ κοπρίας, πρὸς μετοχὴν βίου λαπρότητος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

σκητικοῖς παλαίσμασιν, ἐν τοῖς ἐσχάτοις ἔτεσι, πρὸς τελειότητος ὕψος, ἤρθης Ἀρσένιε Πάτερ, καὶ τῷ Θεῷ ὡμίλησας, καὶ παρ Αὐτοῦ ἀπείληφας, θαυμάτων χάριν Ἅγιε, ὥσπερ φωτὸς ἀνάπλεως, καὶ τῶν ψυχῶν οἰκονόμος.

Θεοτοκίον.

πειρογάμως τέτοκας, τὸν ἐκ μὴ ὄντων ἅπαντα, λόγῳ ποιήσαντα μόνῳ, Θεογεννήτρια Κόρη, καὶ τῆς φθορᾶς ἀπήλλαξας, τὸ γένος τὸ ἀνθρώπινον· διό Σε μεγαλύνομεν, καὶ τὴν θερμήν Σου πρεσβείαν, αἰτούμεθα καθ ἑκάστην.

Αἶνοι. Ἦχος πλ. δ΄ Ὢ τοῦ παραδόξου θαύματος.

σιε Πάτερ Ἀρσένιε, τὴν τεθλιμμένην ὁδόν, καὶ στενὴν διὰ πίστεως, ἀκλινῶς ἐβάδισας, οὐρανίῳ φρονήματι, καὶ ὑπεράνω παθῶν γενόμενος, τῆς ἀπαθείας ὤφθης κειμήλιον· ὅθεν τοὺς πόνους σου, ὁ Χριστὸς δεξάμενος, τῆς ὑπὲρ νοῦν, δόξης καὶ λαμπρότητος, σὲ κατηξίωσεν.

σιε Πάτερ Ἀρσένιε, καθαρωτάτῃ ψυχῇ, τῷ Θεῷ ἱεράτευσας, τῷ σὲ ἀναδείξαντι, ἱερέα θεόληπτον, καὶ ὡς θυσίαν αὐτῷ εὐπρόδεκτον, τῶν ἀρετῶν σου τὰ κατορθώματα, πίστει προσήγαγες· ὅθεν συνηρίθμησαι, θείοις χοροῖς, τῶν Ἁγίων σύσκηνος, τούτων γενόμενος.

Πάτερ θεόφρον Ἀρσένιε, ἀνακαθάρας τὸν νοῦν, ἐγκρατείας τοῖς σκάμμασι, φωτισμοῦ πεπλήρωσαι, δωρεᾶς τῆς τοῦ Πνεύματος, καὶ τῶν θαυμάτων χάριν δεξάμενος, πάθη ποικίλα εὐχῇ ἰάτρευσας· ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας ἐν οὐρανοῖς, χάριν ἐξαιτούμενος, ἡμῖν καὶ ἔλεος.

Πάτερ παμμάκαρ Ἀρσένιε, τὴν μακαρίαν ζωήν, ἐν τῷ κόσμῳ διήνυσας, ἀπροσκόπτως Ὅσιε, παριδὼν τὰ ἐπίγεια· ὅθεν πρὸς δόξαν τὴν ὑπερκόσμιον, οἷα θεράπων Χριστοῦ θερμότατος, χαίρων ἀνέδραμες, πάντοτε δεόμενος ὑπὲρ ἡμῶν, τῶν προσπτυσσομένων σου, τὰ θεῖα λείψανα.

Δόξα. Ἦχος πλ. δ΄.

Τὸ της ἀσκήσεως στάδιον, ἀνενδότῳ γνώμῃ τελέσας, τῆς αἰωνίου ζωῆς τὸ γέρας, ἐπαξίως ἐκομίσω παρὰ Χριστοῦ, Ὅσιε Πάτερ Ἀρσένιε· τῆς γὰρ οἰκείας φύσεως, τὸ ἀσθενὲς ἐῤῥώνυες, ἐν τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν, ὧν τὰς ἐμφάσεις, μυστικῶς ἐδέχου. Καὶ νῦν τὴν δόξαν θεωρῶν, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μὴ παύσῃ δεόμενος Ἅγιε, ῥύεσθαι ἡμᾶς τῶν σκανδάλων τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Θείαν Λειτουργίαν

Τὰ τυπικά. Οἱ Μακαρισμοί. Καὶ ἐκ τοῦ Κανόνος τοῦ ἁγίου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.

Ἀπόστολος.

Προκείμενον. Ἦχος βαρύς [Ψαλμός 149]

Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ.  5:22-6:2

δελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

λληλούϊα[γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 111].

Στίχ.  Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στίχ. δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Εὐαγγέλιον

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 11: 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάριον.

Χαίροις τν σίων μιμητής, κα Καππαδοκίας γκαλλώπισμα ερόν· χαίροις παρέχων, κάστ θείαν χάριν, ς δοξασθες θεόθεν, Πάτερ ρσένιε.