The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ι ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ.

  

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἀποστόλου γ'.

Στιχηρὰ τοῦ Ἀποστόλου

Ἦχος δ'

Ἔδωκας σημείωσιν

Σίμων ὁ θαυμάσιος, τῶν Ἀποστόλων τὸ καύχημα, ὡς βολὶς ἐξαστράπτουσα, διῆλθε τὰ πέρατα, ἐκδιώκων ζόφον, τῆς πολυθεΐας, σωτηριώδεσιν αὐτοῦ, καὶ φωτοβόλοις θείοις διδάγμασι, καὶ πάντας κατεφώτισε, μίαν δοξάζειν Θεότητα, ἐν τρισὶν ὑποστάσεσιν, ἀδιαίρετον ἄτμητον.

Σίμων ὁ θεόπνευστος, ὁ παμφαὴς καὶ ὑπέρτιμος, τῶν ἐθνῶν ὁ διδάσκαλος, σαγήνη ἡ ἔνθεος, ἐκ τῆς ἀπωλείας, τοῦ βυθοῦ ζωγροῦσα, θεολογίας ὑψηλῆς, ὁ ἀληθέστατος κήρυξ ἅπαντας, Χριστοῦ πρὸς τὴν ἐπίγνωσιν, νῦν δεξιῶς εἱστιάσατο, τὰ αὐτοῦ κατορθώματα, προτιθεὶς πανδαισίαν τερπνήν.

Σίμων ὁ μακάριος, διαδραμὼν εἰς τὰ πέρατα, ὡς τροχὸς κυλιόμενος, πᾶσαν γῆν κατέφλεξεν, εἰδωλομανοῦσαν, καὶ τῇ εὐσεβείᾳ, καταπυρσεύσας τηλαυγεῖς, πυρσούς ἀνῆψε πιστοῖς ἐν χάριτι· πάντας γὰρ κατεφώτισε, μίαν δοξάζειν Θεότητα, ἐν τρισὶν ὑποστάσεσιν, ἀδιαίρετον ἄτμητον.

Δόξα... Ἦχος β'

Ζήλου ἐπώνυμος κληθείς, Σίμων ἀξιάγαστε, ζηλῶν ἐζήλωσας Θεῷ τῷ παντοκράτορι, καὶ θείων σε θαυμάτων ἔμπλεων ἀνέδειξε· ξένον γὰρ τὸν ζῆλον ἔχων, φερωνύμως Ζηλωτὴς μακάριε ἐκλήθης, καὶ τῷ τρόπῳ τὴν κλῆσιν σύμφωνον ἐκτήσω. Διὸ ὑψηλὸς ὑπάρχων, ἐν μεταρσίοις χοροῖς σκηνούμενος, πρέσβευε θεόπτα τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νν... Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου.

Ἦχος α'

Πανεύφημοι Μάρτυρες

Σίμων παναοίδιμε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, καὶ θεοφρόνως ἐπότισας, Θεοῦ ἐπίγνωσιν, τοὺς θερμῶς ποθοῦντας, τὸν Χριστὸν μιμούμενος, ᾧ νῦν χαρμονικῶς προσεχώρησας, δόξαν θεώμενος, τῆς Τριάδος τὴν ὑπέρφωτον, καὶ εἰρήνην, τὴν ἀπειροδύναμον.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Σίμων ὑπερθαύμαστε Θεόν, καθορῶν τερπνότατα, ὡς ἐφικτὸν καὶ ὁρώμενος, ἑνώσει κρείττονι, ἀπολαύων τούτου, καὶ θετῶς θεούμενος, τὸ μόνον ὀρεκτὸν καὶ μακάριον, χαίρων ἀπέλαβες, χριστοκήρυξ παναοίδιμε, τοῖς Ἀγγέλοις, νῦν συναυλιζόμενος.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Σίμων παμμακάριστε Θεοῦ, καὶ ἀνθρώπων δέδειξαι, πιστὸς μεσίτης γενόμενος, καὶ νῦν εὐΐλατον, εὐπαρρησιάστοις προσευχαῖς τιθεὶς ἡμῖν, Χριστὸν μὴ διαλίπῃς τὸν Κύριον, πρεσβεύων πάντοτε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β'

Τὴν κτίσιν ὡς ἀετὸς ὑψιπέτης διῆλθες, Σίμων ἱερώτατε, μαθητὰ τοῦ Σωτῆρος καὶ Ἀπόστολε, καὶ τὴν πλάνην τῶν εἰδώλων, τοῖς πυριφθόγγοις σου δόγμασιν, ὡς ὕλην πᾶσαν καταφλέξας, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ, πρὸς τὴν θείαν γνῶσιν μετήγαγες, καὶ νῦν πρέσβευε Χριστῷ, ὅπως ἵλεως γενήσεται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν... τῆς Ἑορτῆς

Ἀπολυτίκιον Ἦχος γ'

πόστολε Ἅγιε Σίμων, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ τῆς Ἑορτῆς. Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, τὰ Καθίσματα τῆς ἑορτῆς, καὶ οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τοῦ Ἀποστόλου.

Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.

Ἀποστολου Σίμωνος ἐξᾴδω κλέος

Ποίημα Θεοφάνους. 

Ὠδὴ α' Ἦχος πλ. δ'

σμα ἀναπέμψωμεν

νω τῷ Δεσπότῃ παρεστώς, Ἀπόστολε θεσπέσιε, τῷ σὲ δοξάσαντι, καὶ μαθητὴν οἰκεῖον, λαμπρῶς ἀναδείξαντι, φώτισον τὴν ψυχήν μου, ἵνα σου μέλψω τὴν ἔνθεον μνήμην.

Πᾶσαν ἀφθονίαν ἀγαθῶν, σοὶ ὁ Χριστὸς δεδώρηται, καὶ τὰς ἀκρότητας, τῶν θείων χαρισμάτων, Ἀπόστολον δείξας σε, κρίσει δικαιοτάτῃ, θεοφάντορ, ὁ δίκαιος μόνος.

λην τὴν τοῦ Πνευματος αὐγήν, δεξάμενος Ἀπόστολε, καταφοιτήσασαν, ἐπὶ σὲ οὐρανόθεν, πυρίπνοος γέγονας, ἅπασαν καταφλέγων, τὴν ἀπάτην τῆς πολυθεΐας.

Θεοτοκίον

Σύ μου τὸ θνητόν τε καὶ φθαρτόν, ἀθάνατον καὶ ἄφθαρτον, Σωτὴρ ἀνέδειξας, Παρθένου Παναγίας, οἰκήσας πανάχραντον, μήτραν ἀπειρογάμως, μορφωθείς τε τὴν βρότιον φύσιν.

Ὠδὴ γ'

Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Κύριος

Τὸ θεῖον μυστήριον της σαρκώσεως, ἐμυήθης Ἀπόστολε, Σίμων θεόληπτε, παρ᾽ αὐτοῦ τοῦ Σωτῆρος, τὴν αἴγλην δεξάμενος τὴν ὑπερκόσμιον.

Λόγος ὁ ἄναρχος καὶ ἀΐδιος, τὸν αὐτοῦ ὑπηρέτην σε, Σίμων θεσπέσιε, ἀστραπαῖς φανοτάταις, πλουσίως ἐλάμπρυνε, ταῖς τῆς θείας χάριτος.

Θεοτοκίον

Λυχνία ἡ πάγχρυσος, σὲ προέγραψε, Θεοτόκε βαστάζουσαν φῶς τὸ ἀνέσπερον, τὸ φωτίζον τὸν κόσμον, ἀκτῖσι Θεότητος, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Ὁ Εἱρμὸς

Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Κύριος, ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα ἡ κτίσις· Οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

Κάθισμα Ἦχος γ'

Θείας πίστεως

Θείου Πνεύματος τῇ φωταυγίᾳ, σκότος ἔλυσας, πολυθεΐας, καὶ τῶν πιστῶν τὰς καρδίας ἐφώτισας, ἀναβοήσας, σωτήρια δόγματα, καὶ καταργήσας Ἑλλήνων μυθεύματα, Σίμων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ τῆς Ἑορτῆς

Ὠδὴ δ'

Ἐξ ὄρους κατασκίου

λος θησαυρὸς ὑπάρχεις χαρισμάτων, εὐαγγελικῶν χαρίτων πεπλησμένος, καὶ φῶς τοῦ κόσμου, καὶ ἅλας τῆς οἰκουμένης, Σίμων παμμάκαρ ἐχρημάτισας.

λης ἀηδοῦς ἐμφάσεις ἀπεστράφης, ἄϋλον δὲ φῶς ἰδεῖν κατηξιώθης, τὸ τῆς Θεότητος εἶδος ἐπειλημμένον, ὕλης βροτείας Ἀξιάγαστε

Σίμων Ζηλωτὰ ζωῆς τῆς ἀκηράτου, νέκρωσον ἡμῶν τὴν ζῶσαν ἁμαρτίαν, τῇ ζωηφόρῳ δυνάμει τοῦ Ζωοδότου, ἧς ὑπεδέξω τὴν ἐνέργειαν.

Θεοτοκίον

σος πεφυκὼς Πατρί σου κατ' οὐσίαν, ἴσος τοῖς βροτοῖς ἐγένου κατὰ φύσιν, ἐκ τῆς ἀχράντου Παρθένου τὴν ἡμετέραν, Δέσποτα σάρκα προσλαβόμενος.

Ὠδὴ ε'

Ὁ ἐκ νυκτὸς ἀγνοίας

Μετὰ πυρὸς Παμμάκαρ, σὺ ὁρωμένην τὴν γλῶσσαν τοῦ Πνεύματος, ὑπεδέξω προθύμως, ἐν τῷ ὑπερῴῳ καθήμενος.

ς ὑψηλὸς ὑπάρχων, ἐν μεταρσίοις χωρίοις σκηνούμενος, ὑψηλὰ καὶ μεγάλα, δόγματα ἡμῖν προσενήνοχας.

Θεοτοκίον

Νόμος ὁ πρὶν Παρθένε, παρεισελθών, ἐν τῷ τόκῳ σου πέπαυται, ἤνθησε δὲ ἡ χάρις, καὶ δικαιοσύνη ἀνέτειλεν.

Ὠδὴ ς'

Χιτῶνά μοι παράσχου

ζήλου ἐπώνυμος κληθείς, Σίμων ἀξιάγαστε, ζηλῶν ἐζήλωσας, τῷ Κυρίῳ καὶ Θεῷ Παντοκράτορι.

Σὲ θείων θαυμάτων αὐτουργόν, ὁ Σωτὴρ ἀνέδειξε, δοὺς ἐξουσίαν σοι, ἐνεργείᾳ τῆς αὐτοῦ ἀγαθότητος.

Θεοτοκίον

μφράττεται τὸ στόμα δυσσεβῶν, τῶν μὴ Θεοτόκον σε, φρονούντων Πάναγνε, καὶ ἡ ὄψις ἐντροπὴν ἐνδιδύσκεται.

Ὁ Εἱρμὸς

Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.

Κοντάκιον Ἦχος β'

Τοὺς ἀσφαλεῖς

Τὸν ἀσφαλῶς τὰ τῆς σοφίας δόγματα, ἐν ταῖς ψυχαῖς τῶν εὐσεβούντων θέμενον, ἐν αἰνέσει μακαρίσωμεν, τὸν θεηγόρον πάντες Σίμωνα· τῷ θρόνῳ γὰρ τῆς δόξης νῦν παρίσταται, καὶ σὺν τοῖς ἀσωμάτοις ἐπαγάλλεται, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Τοῦ Ἀποστόλου τὴν μνήμην πάντες ὡς σωτηρίας ἡμέραν, εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν· αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ, ὥσπερ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην γεραίροντας. Διὸ προθύμως συνδράμωμεν ἀνυμνοῦντες, αὐτὸν ὡς χρέος· αὐτὸς γὰρ Χριστῷ παρίσταται, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ.

Στίχοι

οικε Χριστὲ τοῦτό σοι Σίμων λέγειν.

Ζηλῶν πάθος σόν, καρτερῶ Σταυροῦ πάθος.

ν ξύλῳ ἀμφετάθη Σίμων δεκάτῃ μεγάθυμος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀλφειοῦ, Φιλαδέλφου, καὶ Κυπρίνου.

Στίχοι

Φιλάδελφος φιλαδέλφως τῷ ξίφει,

Σὺν τοῖς ἀδελφοῖς θεῖον εὕρατο στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἡσυχίου τοῦ Ὁμολογητοῦ.

Στίχοι

Τὸν βίον Ἡσύχιος ἄγων ἡσύχως,

ν ἡσυχίᾳ πρὸς Θεὸν διαβαίνει.

ὅσιος πατὴρ ἡμῶν Λαυρέντιος ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Παῖδες Ἑβραίων

Ξένον τὸν ζῆλον Σίμων ἔχων, φερωνύμως Ζηλωτὴς μάκαρ ἐκλήθης, καὶ τὸν τρόπον τῇ κλήσει σύμφωνον ἐδείξω· Εὐλογητὸς εἶ Κύριε, ἐκβοῶν εἰς τοὺς αἰῶνας.

μα τῷ Λόγῳ συνοδεύων, καὶ συνόμιλος αὐτῷ γεγενημένος, βασιλείας ἐκεῖ μετέσχηκας κραυγάζων· Εὐλογητὸς εἶ κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Δόλῳ τῆς πάλαι εὐκληρίας, τοὺς προπάτορας ἐξώρισεν ὁ ὄφις, σὺ δὲ τούτους Θεοῦ, Μῆτερ ἀνεκαλέσω· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Ὠδὴ η'

Μουσικῶν ὀργάνων

ς ὡραῖοι Σίμων οἱ σοὶ πόδες, εὐπρεπὴς ὑπάρχει καὶ ἡ γλῶσσα, λαλοῦσα δόξα τοῦ Θεοῦ, καὶ πείθουσα κραυγάζειν· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καλλοναῖς ἐμπρέπων φωτοβόλοις, καὶ θαυμάτων πέμπων λαμπηδόνας, ἐγνώσθης Σίμων τοῖς λαοῖς, σπέρμα εὐλογημένον· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τους αἰῶνας.

Θεοτοκίον

Λογισμὸς οὐ δύναται τὸν τόκον, σοῦ Θεογεννῆτορ ἑρμηνεῦσαι, καὶ φράσαι λόγος ἀτονεῖ· Θεὸν γὰρ συλλαβοῦσα, τέτοκας Παρθένε, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Ὁ Εἱρμὸς

Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεειρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Τὴν ἁγνὴν ἐνδόξως

μφανὴς ἐγένου τοῖς πέρασι, φωτὶ καταλάμπων, καὶ τὸ πῦρ τὸ τοῦ Πνεύματος δεδεγμένος, φωτοειδὴς ἐδείχθης· διὸ σε μακαρίζομεν.

λικῶς Θεῷ ἀνακείμενος, αὐτῷ συνεκράθης, ὃν νῦν καθικέτευε, θεοφάντορ ὑπὲρ ἡμῶν, τῶν πίστει καὶ πόθῳ εὐφημούντων σε.

Θεοτοκίον

Σωτηρίας πᾶσι τὴν πρόξενον, φανεῖσαν ἀνθρώποις, καὶ τὸν κόσμον φωτίσασαν λαμπηδόσι, θεοειδοῦς ἁγνείας, ἐν ὕμνοις μεγαλύνωμεν.

Ὁ Εἱρμὸς

Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ πῦρ τῆς Θεότητος δεξαμένην, ἐν τῇ γαστρὶ ἀφλέκτως, ἐν ὕμνοις μεγαλύνωμεν.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

Αὐτόπτα καὶ Ἀπόστολε, Χριστοῦ τοῦ πανοικτίρμονος, εἰρήνην αἴτησαι πάσῃ, τῇ οἰκουμένῃ, καὶ νίκας, τῷ φιλοχρίστῳ Ἄνακτι, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ σωτηρίαν ἅπασι, τοῖς εὐφημοῦσί σε Σίμων, ὡς μαθητὴν θεηγόρον.

Καὶ τῆς Ἑορτῆς

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου γ' δευτεροῦντες τὸ α'.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι

Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας, Σίμων ἔνδοξε, τοῦ Διδασκάλου τοῖς νεύμασιν, ὑπείκων μακάριε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον καὶ φωσφόρον, ἀναδείξαντα τῆς τούτου, ἀκαταλήπτου Θεότητος.

τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει, καὶ σὲ μακάριε, θεῖον δοχεῖον εἰργάσατο, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τόν κόσμον φωτίζοντα τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων, μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Σίμων θεόφρον πανόλβιε.

στραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας Ἔνδοξε, κατεφώτισας, ἀναγεννήσας θεσπέσιε, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, οὗ ζηλώσας τὸ πάθος τε, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφὸς καὶ θεηγόρος, καὶ μαθητὴς ἀληθέστατος.

Δόξα... Ἦχος πλ. δ'

Μαθητὰ τοῦ Σωτῆρος καὶ Ἀπόστολε, Σίμων Ζηλωτὰ πανένδοξε, ἡμῶν δὲ πολιοῦχε, καὶ τῆς οἰκουμένης κήρυξ διαπρύσιε, πρέσβευε ἐκτενῶς ῥυσθῆναι ἡμᾶς ἐκ κινδύνων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις

 

Εἰς τὴν Λειτουργίαν, τῆς Ἑορτῆς καὶ τοῦ Ἀποστόλου.