The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ 

Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης, καὶ Δομετιανοῦ Ἐπισκόπου Μελιτηνῆς.

  

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Γρηγορίου.

 Ἦχος πλ. α'

Ὅσιε Πάτερ

 σιε Πάτερ, Ἱερώτατε Γρηγόριε, ὁ κάλαμος ὁ πλήρης τῆς Παρακλήτου πνοῆς, καὶ γλῶσσα τρανοτάτη τῆς εὐσεβείας· λύχνος πολύφωτος, τῆς θείας αὐγῆς, κήρυξ ἀληθείας, κρηπὶς θεολογίας, πηγὴ δογμάτων τῶν ὑψηλῶν, τῶν διδαγμάτων χειμάρρους τῶν μελιρρύτων, λύρα θεόφθογγος ᾀσμάτων θεογράφων, ἡ καθηδύνουσα πιστῶν τάς διανοίας, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Πάνσοφε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὰς ψυχὰς ἡμῶν.

σιε Πάτερ, πανσεβάσμιε Γρηγόριε, ὁ πέλεκυς ὁ κόπτων αἱρετικῶν τάς ὁρμάς, ἡ δίστομος ῥομφαία τοῦ Παρακλήτου, μάχαιρα τέμνουσα τάς νόθους σποράς, πῦρ τάς φρυγανώδεις αἱρέσεις καταφλέγον, καὶ πτύον ὄντως γεωργικόν, ᾧ τὸ βαρύ τε καὶ κοῦφον τῶν δογμάτων, εὖ διακρίνεται· καὶ στάθμη ἀκριβείας, πάντας ἰθύνουσα, πρὸς τρίβους σωτηρίας. Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει πάντοτε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὸ γένος ἡμῶν.

 σιε Πάτερ, παμμακάριστε Γρηγόριε, τὸ στόμα τὸ πηγάζον τάς μακαρίας φωνάς, ἐκ τῶν ἀδαπανήτων τοῦ σωτηρίου, ἀπαρυόμενον καὶ θείων πηγῶν, λόγους προσευχῆς τε τοῖς πᾶσιν ἑρμηνεῦον, κανὼν ἰθύνων πρὸς ἀρετήν, ὁ θεωρίαις ἐνθέοις λελαμπρυσμένος, αἴγλῃ λαμπόμενος, Τριάδος τῆς ἀκτίστου, ἧς καὶ ὑπέρμαχος, ἀήττητος ἐγένου, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει, Ὅσιε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὸ γένος ἡμῶν.

Στιχηρὰ Προσόμοια

τοῦ Δομετιανοῦ

Ἦχος α'

Πανεύφημοι Μάρτυρες

γῆν καταλήψεσθαι τὸ πρίν, ἀπειλήσας ἅπασαν, καὶ ἐξαλείφειν τὴν θάλασσαν, κατακαυχώμενος, τοῖς πιστοῖς ἐδείχθη, ὡς στρουθίον σήμερον, καὶ καταγελαστότερος κώνωπος, οὗ ὑπεκρίνετο, τὴν ἰδέαν, ὥσπερ φόβητρον, ὑπεισδύνας, τῷ Χριστοῦ θεράποντι.

Δομετιανὸς ἡμᾶς πιστοί, συγκαλεῖται σήμερον, πρὸς εὐωχίαν θεάρεστον, τούτῳ συνέλθωμεν, εὐθυμίας γνώμῃ, καὶ πανηγυρίσωμεν, σὺν τούτῳ τὰ αὐτοῦ κατορθώματα, καθικετεύοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην, τῷ κόσμῳ δωρήσασθαι.

Ηὔξησας τὸ τάλαντον Χριστοῦ, τὸ δοθὲν σοι Παντιμε, τῇ διπλασίονι χάριτι, ὡς δοῦλος γνήσιος· ὅθεν ἐπακούεις. Εὖ σοι δοῦλε γένοιτο, ὡς ὄντι ἀγαθῷ σοι θεράποντι· καὶ ἤδη εἴσελθε, εἰς χαρὰν τὴν τοῦ Κυρίου σου, τῶν καμάτων, τὰ γέρα ληψόμενος.

Δόξα... Τοῦ Ἁγίου Γρηγορίου

Ἦχος δ'

Τὸν τῆς σοφίας λόγον σου, καταγλαΐσας ἐν ἀρετῇ ἀπροσίτῳ, περικαλὴς ἀμφοτέρωθεν γέγονας, Νυσσαέων Γρηγόριε, ἐν τῇ θεοφθόγγῳ σου φωνῇ, ὡραΐζων καὶ τέρπων τὸν λαὸν γνωστικῶς, Τριάδος τὸ ὁμόθεον πανσόφως ἐκτιθέμενος· ὅθεν καὶ ἐν ὀρθοδόξοις δόγμασι, τάς ἀλλοφύλους αἱρέσεις ἐκπολεμήσας, τὸ κράτος τὸ τῆς Πίστεως, ἐν τοῖς πέρασιν ἤγειρας. Χριστῷ παριστάμενος σὺν τοῖς ἀΰλοις Λειτουργοῖς, ταῖς ψυχαῖς ἡμῶν αἴτησαι, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Τῆς Ἑορτῆς, ὁ αὐτὸς

τρεμεν ἡ χεὶρ τοῦ βαπτιστοῦ, ὅτε τῆς ἀχράντου σου κορυφῆς ἥψατο· ἐστράφη Ἰορδάνης ποταμὸς εἰς τὰ ὀπίσω, μὴ τολμῶν λειτουργῆσαί σοι· ὁ γὰρ αἰδεσθεὶς Ἰησοῦν τὸν τοῦ Ναυῆ, πῶς τὸν Ποιητὴν αὐτοῦ, δειλιᾶσαι οὐκ εἶχεν; Ἀλλὰ πᾶσαν ἐπλήρωσας οἰκονομίαν Σωτὴρ ἡμῶν, ἵνα σώσῃς τὸν κόσμον, τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.

 Ἀποστιχα Στιχηρὰ Προσόμοια

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

σμα καινοπρεπές, ᾀδέτω πᾶσα κτίσις, τῷ ἐκ Παρθένου φύντι, Χριστῷ καὶ βαπτισθέντι, ἐν Ἰορδάνῃ σήμερον.

Στίχ. θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Σάλπιγξ προφητική, ὁ Πρόδρομος βοάτω. Ποιήσατε Κυρίῳ, τῷ βαπτισθέντι ῥείθροις, καρποὺς ἀρίστων πράξεων.

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Λάμψαν τὸ συγγενές, ἐξ ὕψους θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει, ὁρώμενον ἀφράστως, νῦν τῷ Χριστῷ προσέδραμε.

Δόξα... Τοῦ Ἁγίου Γρηγορίου

Ἦχος δ'

Βίον ἔνθεον κατορθώσας, θεωρίᾳ τὴν πρᾶξιν κατελάμπρυνας, θεοφάντορ Γρηγόριε· τὴν γὰρ σοφίαν φιλήσας ἔρωτι θείῳ, ἐκ στόματος τοῦ Πνεύματος, τὴν χάριν κατεπλούτησας· καὶ ὡς κηρίον μέλιτος, τὸν γλυκασμόν σου τῶν λόγων ἀποστάξας, ἀεὶ εὐφραίνεις νοήμασι θείοις, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Διὸ ἐν Οὐρανοῖς, ἱεραρχικῶς αὐλιζόμενος, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, τῶν ἐκτελούντων τὴν μνήμην σου.

Καὶ νῦν... Τῆς Ἑορτῆς, ὁ αὐτὸς

Σὲ τὸν ἐν πνεύματι καὶ πυρί, καθαίροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καθορῶν ὁ Βαπτιστὴς ἐρχόμενον πρὸς αὐτόν, δειλιῶν καὶ τρέμων, ἐβόα λέγων· Οὐ τολμῶ κρατῆσαι τὴν κορυφήν σου τὴν ἄχραντον, σὺ με ἁγίασον Δεσπότα τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.

Ἀπολυτίκιον Ἦχος δ'

Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Καὶ τῆς Ἑορτῆς Ἦχος α'

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος γ'

Ἡ Παρθένος σήμερον

Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου, ἄνωθεν ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου, καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ

Θεοφάνειας ὁ καιρός, Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν Ἰορδάνῃ ποταμῷ, δεῦτε ἀντλήσωμεν πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν· Χριστὸς γὰρ ἐν σαρκὶ ἐπεδήμησε, τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον, καὶ ἀνευρὼν εἰσήγαγεν ὡς εὔσπλαγχνος, εἰς τὸν Παράδεισον αὖθις, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, καὶ τὸν κόσμον ἐφώτισε.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 Ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων δύο.

 Κανὼν τοῦ Ἁγίου Γρηγορίου.

Ποίημα Ἰωάννου Μοναχοῦ.

Ὠδὴ α' Ἦχος πλ. α'

ππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.

βυσσος ὢν σοφίας, καὶ γνώσεως θησαυρός, καὶ αὐτοαγαθότης, φωτοχυσίαν νέμοις μοι, Χριστὲ τῆς ἐνδόξου σου, Ἐκκλησίας ᾄσμασι, τὸν φωστῆρα ὑμνεῖν Γρηγόριον.

Δέχοιο διδασκάλων, Γρηγόριε τὸ λαμπρόν, ἐγκαλλώπισμα Πάτερ, τὸ πενιχρὸν ἐφύμνιον, τῇ σῇ προσφερόμενον, ἐξ ἀγάπης μνήμῃ· ἐν ᾗ Χριστὸν ἡμῖν ἐξιλέωσαι.

Λόγῳ ἱερομύστα, πλουσίῳ τε καὶ σοφῷ, τὴν σεπτὴν Ἐκκλησίαν, θεολογεῖν ἐδίδαξας, Μονάδα Τρισάριθμον, καὶ Τριάδα σύνθρονον, καὶ ὁμότιμον ὦ Γρηγόριε.

Θεοτοκίον

Πίστις ἡγείσθω μόνη, καὶ μὴ ἀπόδειξις, τῶν ὑπὲρ νοῦν θαυμάτων, Θεογεννῆτορ Κόρη τῶν σῶν· τὸν γὰρ ἀκατάληπτον, Θεὸν Λόγον τέτοκας, ἐνδυσάμενος τὴν ἀνθρωπότητα.

Κανὼν τοῦ Ἁγίου Δομετιανοῦ

Ὠδὴ α' Ἦχος α'

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γάρ, Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

Τάς ἐπαναστάσεις τῆς σαρκός, καὶ τῶν παθῶν τάς ἑφόδους θεόληπτε, καὶ τὸν ἐγειρόμενον, ἐν τῇ ψυχῇ μου κατευνάσας πόλεμον, εἰρηναίᾳ Πάτερ, ἐν καταστάσει συντήρησον.

ρωτι καὶ πόθῳ ἀκλινεῖ, τῆς ἀνωτάτης σοφίας ἁψάμενος, σάρκα καθυπέταξας, καὶ τῆς γῆς ἀπετινάχθης Ὅσιε, καὶ Θεὸς τῷ ὄντι, ὡς ἐν μεθέξει γεγένησαι.

Δομετιανὸς ὁ θαυμαστός, κατὰ μικρὸν ἀπὸ γῆς ἀνυψούμενος, ἧκεν ἐκ δυνάμεως, ἀμυδροτέρας πρὸς τελείαν δύναμιν, καὶ τάς ἀναβάσεις, ἐν τῇ καρδίᾳ διέθετο.

Θεοτοκίον

δασιν ἐμβάψας τῆς σαρκός, ὃ προσελάβετο Κύριος φύραμα, ἐκ τῶν σῶν εἰργάσατο, παρθενικῶν αἱμάτων τὸ σωτήριον, πρὸς τάς παρατάξεις, τάς ἐναντίας ἀχείρωτον.

Τοῦ Ἱεράρχου

Ὠδὴ γ'

πήξας ἐπ' οὐδενός, τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

Σαρκὸς μὲν τῷ ἡγεμόνι, νῷ τὰ σκιρτήματα, τῷ Παμβασιλεῖ δὲ τὸν νοῦν ὑπέταξας· ὅθεν ἀπροσκόπτως τὴν ὁδόν, τῶν ἐντολῶν ἀνύσας, σὺ τῆς Τριάδος ἐνδιαίτημα, γέγονας εἰκότως Γρηγόριε.

Τῇ πράξει τὴν θεωρίαν, Πάτερ προσέθηκας· διὸ τάς ἡνίας τῆς Ἐκκλησίας σοι, φέρων ἐγχειρίζει ὁ Χριστός, ἣν περ ἀνεπιλήπτως, ὡς μυστιπόλος ἐκυβέρνησας, ἄριστος παμμάκαρ Γρηγόριε.

Προβαίνων τῶν ἀρετῶν, τῷ ὄρει Γρηγόριε, καὶ τάς ἀναβάσεις ἐν τῇ καρδίᾳ σου, σὺ διατιθέμενος ἐκ γῆς, ἤρθης ἀλήκτῳ δρόμῳ, πρὸ τῆς ἐκ σαρκὸς ἐκδημίας σου.

Θεοτοκίον

Σὺ μήτηρ Θεοῦ, ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον,σεσαρκωμένον γὰρ ἐκύησας Λόγον, ὀρθοδόξως κηρύττομεν.

Τοῦ Ὁσίου

Ὁ μόνος εἰδὼς

ν τῇ κραταιότητι αὐτοῦ, ἐχθρὸς ὁ παλαιότατος, τῆς σῆς ψυχῆς οὐ σθένων τὸ εὔστολον, παρασαλεῦσαι καθυποκρίνεται, ἐν καιρῷ πρὸς ἔκλυσιν, τῆς σῆς καρτερότητος, ζωϋφίων πτηνῶν τὸ φαυλότατον.

Τῇ μεγαλαυχίᾳ τῆς αὐτοῦ, δικαίως ἐξουθένωται, παραπληξίας δράκων ὁ δείλαιος, καὶ κυνομυίας εἰς εἶδος τέτραπται, ἀσθενείᾳ πλείονι, καὶ ποσὶν ὑποτέτακται, τῶν δικαίων ὡραίοις πατούμενος.

Θεοτοκίον

κ σοῦ γεννηθεὶς ἄνευ σπορᾶς, Υἱὸς ὁ προαιώνιος, Παρθενομῆτορ κόσμον ἀνέπλασε, τὸν κεκρυμμένον ὄφιν τοῖς ὕδασιν, ἐν τῷ βαπτισμῷ αὐτοῦ, θανατώσας Κύριος, καὶ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενος.

Ὁ Εἱρμὸς

μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Κάθισμα τοῦ Ἱεράρχου

Ἦχος γ'

Θείας πίστεως

Θείαν ἔλλαμψιν κεκληρωμένος, βίον ἄϋλον ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας· ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὸν κόσμον ἐστήριξας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... τοῦ Ὁσίου

Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος

Τῷ τῆς ἱερωσύνης σεμνυνόμενος Πάτερ, χρίσματι θεοδότῳ κατελάμπρυνας τοῦτο, ἐνθέοις καλλοναῖς τῶν ἀρετῶν, καὶ θείᾳ πρὸς Χριστὸν ὑποταγῇ, καὶ τελέσας σου τὸν δρόμον, ἐν οὐρανοῖς βοᾷς μετὰ Ἀγγέλων· Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον

Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ Πνεῦμα κατῆλθεν ἐπ' αὐτόν, ὁρώμενον ἐν εἴδει Περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ· δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε.

Τοῦ Ἱεράρχου

 Ὠδὴ δ'

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστέ, ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χρηστοὺς σου ἐλήλυθας.

 ς στῦλος καθωράθης ὁλόφωτος, βίῳ τε λόγῳ τε θερμῷ, ὀρθοδοξίας Γρηγόριε, πεπυρσευμένος τῷ ζήλῳ, τοῦ νέου Ἰσραὴλ προηγούμενος.

Τὴν χάριν δεδεγμένος τοῦ Πνεύματος, τὸ εὐτελὲς τοῦ νομικοῦ, διεῖλες ἔνδυμα γράμματος, καὶ τὸ κρυπτόμενον κάλλος, ἡμῖν τῶν ἐννοιῶν ἀπεκάλυψας.

Τοῦ θείου προελθοῦσαν ἐκ στόματος, θεοπαράδοτον εὐχήν, συντετμημένως Γρηγόριε, ὡς μυστιπόλος τῶν θείων, σαφῶς τῇ Ἐκκλησίᾳ ἐπλάτυνας.

Θεοτοκίον

κτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας· καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

Τοῦ Ὁσίου

Ὄρος σε τῇ χάριτι

Τὸν Νόμον ὑπέδειξας, τῆς χάριτος εἶναι σκιάν, τοῖς ἐν τῷ Νόμῳ τὸν Θεόν, Ἑβραίοις σέβουσι Σοφέ, καὶ τὸ Εὐαγγέλιον, τῆς ἀληθοῦς θεοφάνειας Μυστήριον, Χριστῷ κραυγάζων· Δόξα τῇ δυνάμει σου Κύριε.

στράψας ἀστήρ, ὡς ἐξ Ἑῴας πολύφωτος, τὴν Ἐκκλησίαν δᾳδουχεῖς, ἀνακηρύττων τὸν Χριστόν, σοφαῖς ἀποδείξεσι, πανευσεβῶς, δικαιοσύνης τὸν Ἥλιον, αὐτὸν κραυγάζων· Δόξα τῇ δυνάμει σου Κύριε.

Κακίας ἁπάσης, ἀπερράγης καὶ σχέσεως, προσύλου Πάτερ ἐν σπουδῇ, καὶ κατελάμπρυνας φωτί, Πατρίδος πληρώματα, τῆς σῆς σοφέ, καὶ τούτοις πλοῦτον ἐπώμβρησας, ἀφθονωτέρᾳ χρυσίου ποσότητι.

Θεοτοκίον

Λόγος καθὸ Θεός, ὑπάρχων ἀόρατος, προσειληφὼς ἐκ γυναικός, ἀνθρώπου φύσιν ὁρατός, τελεῖται καὶ καθαίρεται, ἐν ποταμῷ, ὁ ἁμαρτίας ἀλλότριος, τὸν πεπτωκότα καθαίρων τοῦ πταίσματος.

Τοῦ Ἱεράρχου

Ὠδή ε'

ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

Σὺ ὡς πῦρ κατέφλεξας, τάς τῶν αἱρέσεων, ἀκανθηφόρους πλοκὰς τῶν λόγων, τῶν πιστῶν τάς φρένας δέ, ἐφώτισας μάκαρ, μυσταγωγὲ Γρηγόριε.

Εὐνομίου ἤλεγξας, σὺ τὸ ἀνόμοιον, καὶ τούτου λόγους δυσδιαφεύκτους, τῶν ἀρκύων βρόχους τε σφοδρούς, ὡς ἀράχνης ὑφάσματα διέλυσας.

λεγξας πανάριστε, τὸν ἀθεώτατον Μακεδόνιον, τὸ θεῖον Πνεῦμα, ἀδεῶς ὑβρίσαντα, ὡς ἄμοιρον τούτου, ὑπάρχοντα Γρηγόριε.

Θεοτοκίον

Σὺ δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, ἡμῖν τεκοῦσα, Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε, τὴν φύσιν τοῦ Προπάτορος.

Τοῦ Ὁσίου

Ὁ φωτίσας τῇ ἐλλάμψει

πέβλεψεν, ἐπὶ γῆς ὁ Δεσπότης τῆς κτίσεως, καὶ τὰ ταύτης ἐσαλεύθη θέοφρον θεμέλια, καὶ δεινῶς ἐτρόμαξε· σὲ δὲ ψυχῆς ἀνδρεία Πάτερ, τῆς προσευχῆς οὐ παρέκλινεν.

Οὐκ ἠνέσχου, βλασφημούντων ἀκούειν Ἀοίδιμε, καὶ λαλούντων εἰς τὸ ὕψος ἀδικίαν δι᾿ ἄνοιαν· ἀλλ᾿ αὐτοὺς ἐπέστρεψας, Ποιμαντικῇ σου βακτηρίᾳ, καὶ τὸ νοσοῦν ἐθεράπευσας.

Μίαν φύσιν, ἐν Χριστῷ ἐσφαλμένως κηρύττεσθαι, θεορρῆμον, οὐδαμῶς συνεχώρησας σύνθετον, ἀλλ᾿ αὐτοὺς ἐζωγράφησας, τῇ τῶν δογμάτων σου σαγήνῃ, καὶ πρὸς τὸ φῶς ἐπανήγαγες.

Θεοτοκίον

γλύκανε, τῶν ὑδάτων πικρίαν ἐν ἅλατι, Ἐλισαῖος· ὁ δὲ σὸς Θεομῆτορ Υἱὸς καὶ Θεός, βαπτισθεὶς ἐν ὕδατι, τῆς ἁμαρτίας τὴν πικρίαν, καὶ τὴν ὀδύνην ἐξείλετο.

Τοῦ Ἱεράρχου

Ὠδὴ ς'

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

Ταπεινὸν τὸ φρόνημα, κεκτημένος πᾶσί τε πραΰς, μαχητὴς ἐδείκνυσο Γρηγόριε, πρὸς τοὺς Χριστοῦ, μειοῦν τὴν δόξαν σπουδάζοντας.

Τὴν Ἀρείου ἔκφυλον, τῆς Τριάδος, λόγῳ δαψιλεῖ, τολμηρὰν διαίρεσιν Γρηγόριε, σὺ παντελῶς, καθῄρηκας τῇ σοφίᾳ σου.

μαθῶς τὴν ἕνωσιν, τῆς Τριάδος, σύγχυσιν φρονῶν, ὑπὸ σοῦ Σαβέλλιος ἐλήλεγκται, θεομαχῶν, Γρηγόριε παμμακάριστε.

Θεοτοκίον

Παρθένος ἔτεκες, καὶ τεκοῦσα, ἔμεινας ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς, Παρθένος Μήτηρ βαστάσασα.

Τοῦ Ὁσίου

Ἐκύκλωσεν ἡμᾶς

ρρύσθησαν ὡς ἐκ παγίδος Ὅσιε, θανάτου κινδυνεύοντες, οἱ λαοί, καὶ παθημάτων ὁ ἐσμός, πόρρω ταῖς εὐχαῖς σου ἀπελήλατο· καὶ γὰρ αὐτοί, πρῶτοί σὲ ἔσχον συλλήπτορα.

νέστειλας ἐν ἱκεσίᾳ πάνσοφε, τὴν ῥύμην τοῦ νοσήματος, τῇ Παρθένῳ καὶ Μητρὶ τοῦ Λυτρωτοῦ, θᾶττον προσδραμών· οὐ γὰρ ὑπήνεγκας, ποιμὴν ὡς ὤν, κινδυνευούσης ποίμνης ἀνέχεσθαι.

Θεοτοκίον

ξέστησαν τὰ τῶν Ἀγγέλων τάγματα, ὁρῶντα τὸν ἀόρατον, ἐκ Παρθένου γεννηθέντα ἐν σαρκί, καὶ τὸν ἀϋλίᾳ δοξαζόμενον, ἐν ποταμῷ, τοῦ βαπτισθῆναι καταδυόμενον.

Ὁ Εἱρμὸς

κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Κοντάκιον Ἦχος α'

Χορὸς Ἀγγελικὸς

Τὸ ὄμμα τῆς ψυχῆς, γρηγορῶν Ἱεράρχα, ὡς γρήγορος Ποιμήν, ἀνεδείχθης τῷ κόσμῳ, καὶ ῥάβδῳ τῆς σοφίας σου, παμμακάριστε Ὅσιε, πάντας ἤλασας, τοὺς κακοδόξους ὡς λύκους, ἀδιάφθορον, διατηρήσας τὴν ποίμνην, Γρηγόριε πάνσοφε.

Ὁ Οἶκος

ξ ἀμελείας ὁ δείλαιος ἀναπέπτωκα, καὶ πρὸς θάνατον ὕπνωσα· ἀλλ᾿ ὡς ποιμὴν γρηγορώτατος, ἔγειρόν με Πάτερ, καὶ τὰ πάθη μου κοίμισον, τὰ κακῶς τυραννοῦντά με, ὅπως ἐξανιστάμενος, καθαρῶς ᾄδω σου τὴν φωσφόρον μετάστασιν, ἣν ὁ Δεσπότης τῆς οἰκουμένης ἐδόξασεν ἀξίως, ὡς οἰκέτου πιστοτάτου, ὡς δογματιστοῦ πανσόφου, ὡς φίλου καὶ μύστου, καὶ ὡς οἰκονόμου τῶν αὐτοῦ παραδόσεων, ὧν καλῶς ἐφύλαξας τὴν χρῆσιν ἀμίαντον, Γρηγόριε πάνσοφε.

Ἕτερον Ἦχος πλ. β´

Τὴν ἐν πρεσβείαις

Τῆς Ἐκκλησίας ὁ ἔνθεος Ἱεράρχης, καὶ τῆς σοφίας σεβάσμιος ὑμνογράφος, Νύσσης ὁ γρήγορος νοῦς Γρηγόριος, σὺν Ἀγγέλοις χορεύων, καὶ ἐντρυφῶν τῷ θείῳ φωτί, πρεσβεύει ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Αἴγλῃ φρικτῇ ὁ λάμψας ἐν κόσμῳ ὑπὲρ Ἥλιον Λόγε, καὶ ἀκτῖσι φωτὸς φαιδρύνας Σῶτερ τὰ σύμπαντα, σὺ ὁ ἐν τοῖς ὕδασι τοῦ Ἰορδάνου ὡς βροτὸς βαπτισθῆναι καταξιώσας, πλῦνόν μου τοὺς ῥύπους ἅμα καὶ σπίλους τῶν πολλῶν ἐγκλημάτων, παρέχων μοι χάριν τοῦ μέλψαι τὸν σοφὸν Ἱεράρχην καὶ μύστην σου· μεσίτην γὰρ αὐτὸν ἄγω σοι, καὶ αὐτὸν δυσωπῶν ἀνακράζω ἀεί, πρεσβεύειν ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης.

Στίχοι

Μοῦσα Γρηγόριος, οὗ Νύσσα θρόνος,

οὐ Πιερίαν, ἀλλ᾿ Ἐδὲμ σκηνὴν ἔχει.

Γρηγόριον δεκάτῃ θανάτου κνέφας ἀμφεκάλυψεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δομετιανοῦ Ἐπισκόπου Μελιτηνῆς.

Στίχοι

Δομετιανὸς τῆς φθορᾶς ἀπηλλάγη,

Εἴπερ φθορὰν χρὴ τὸν βίον τοῦτον λέγειν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρκιανοῦ, Πρεσβυτέρου καὶ Οἰκονόμου τῆς μεγάλης Ἐκκλησίας.

Στίχοι

πῆρεν ἔνθεν πρὸς πόλου μέγα κλέος,

Μαρκιανός, οὗ κλέος κἂν γῇ μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμώνιος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Τῆς ἀρετῆς ὁ θεῖος ἐσβέσθη λύχνος,

Λύχνων μυσάντων σαρκικῶν Ἀμμωνίου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἱεράρχου

Ὠδὴ ζ'

ὑπερυψούμενος, τῶν πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ.

ρωτι ἑνούμενος, τρισαυγοῦς θεότητος, τῷ φέγγει Γρηγόριε, τοῖς πᾶσιν ὡς ἔσοπτρον, ἐκστίλβων ἀπαστράπτεις, τοῦ φωτὸς ἀντανακλάσεις.

Θησαυρὸν τοὺς λόγους σου, πατρικῶς κατέλιπες, ἠθῶν ψυχῆς κάθαρσιν, καὶ γνώσεως πλήρωσιν, τοῖς πίστει μελῳδοῦσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Πρῶτον νοῦν καὶ αἴτιον, Πατέρα κατήγγειλας, Λόγου μὲν Γεννήτορα, ὁμοῦ Προβολέα τε, τοῦ Πνεύματος Τριάδα, μελῳδῶν· Εὐλογητὸς εἶ.

Θεοτοκίον

Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεὸν σωματούμενον, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Τοῦ Ὁσίου

Σὲ νοητήν, Θεοτόκε κάμινον

ἀψευδής, τοῖς πιστοῖς πεπλήρωται, ἐπαγγελία προφανῶς· ὁ γὰρ θεῖος Δομετιανός, χάριτος ἠξίωται, λύειν τὰ νοσήματα, καὶ ἀπελαύνειν δαιμόνια, τὸν αἰνετὸν καταγγέλλων Θεὸν καὶ ὑπερένδοξον.

πὶ τῆς γῆς, μεθ᾿ ἡμῶν γενόμενος, καὶ σαρκικῶς ἀναστραφείς, μεταδέδωκε τοῖς αὐτῷ, κατακολουθήσασι, καὶ τοῖς ἀγαπήσασι, θαυματουργίας χαρίσματα, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τῆς δυσσεβοῦς, καθεῖλεν αἱρέσεως, ὁ θεῖος Δομετιανός, τοῦ Σεβήρου τάς διδαχάς, καὶ τὴν ἀπαράτρωτον, Πίστιν τὴν Ὀρθόδοξον, θεοπρεπῶς ὑπεσήμανε, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ ὑπερένδοξον.

Θεοτοκίον

Τῆς πατρικῆς, οὐκ ἀπέστη φύσεως, ὁ θεῖος Λόγος σαρκωθείς, ἐκ Παρθένου· καὶ γὰρ αὐτήν, ἀκριβῶς τετήρηκε, μένουσαν ἀμείωτον, ἐν τῷ σαρκοῦσθαι, καὶ δέχεται, τὴν ἐκ Πατρὸς μαρτυρίαν, Χριστὸς ὁ ὑπερένδοξος.

Τοῦ Ἱεράρχου

 Ὠδὴ η'

Σοὶ τῷ παντουργῶ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 λην τὴν αὐγήν, τοῦ Παρακλήτου μάκαρ, ἐδέξω φοιτήσασαν, κραυγάζων Ὅσιε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Βρύουσιν ἡμῖν, κατὰ τὸν θεῖον λόγον, Χριστοῦ ἐκ κοιλίας σου, ποταμοὶ γνώσεως· ὄντως πηγὴν γάρ, ἀέναον ἡ χάρις, ἔδειξε τῷ κόσμῳ, σὲ Πάτερ εἰς αἰῶνας.

τῆς θαυμαστῆς, ἀδελφικῆς δυάδος, σαρκί τε ὁμαίμονος, τὰ θεῖα σύμφρονος! ταύτην τιμῶντες, Βασίλειον ἐνδίκως, ἅμα Γρηγορίῳ, τιμῶμεν εἰς αἰῶνας.

Θεοτοκίον

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τὸν Λόγον, Παρθένε κυήσασαν, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, ἀξίως εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ὁσίου

Ἐν καμίνῳ Παῖδες Ἰσραὴλ

περέβης ἅπαντα θεσμόν, τῆς φύσεως ἀνθρώπων· Θεῷ δὲ προσεπελάσθης, Θεορρῆμον ἐφετῶν, ἀκροτάτῳ μέλπων αὐτῷ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

πακούσας θείων ἐντολῶν, ἐσκόρπισας ἀφθόνως, τὸν πλοῦτον τοῖς δεομένοις, εὐπειθείας λογισμῷ, βοῶν Ἀξιάγαστε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

αμάτων Δομετιανέ, ἀνελλιπὴς ἐγένου, βλυστάνουσα πόμα κρήνη, καὶ χειμάρρους τῆς τρυφῆς, ποταμὸς εἰρήνης τε τοῖς βοῶσι· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

ν καμίνῳ σε συμβολικῶς, προέγραψαν οἱ Παῖδες, Παρθένε, καὶ ἐν τῇ βάτῳ προετύπωσε Μωσῆς· Ἡσαΐας εἶδέ τε τεξομένην, βρέφος ἀνάνδρως, τὸν Κύριον τῆς δόξῃς, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

ν καμίνῳ Παῖδες, Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἱεράρχου

 Ὠδὴ θ'

σαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Τῶν κατορθωμάτων τε, καὶ τῶν λόγων, σοῦ τάς ἀστραπάς, Γρηγόριε εὐφημεῖν, νοῦς ἀδυνατῶν, σαφῶς ὁ ἡμέτερος ὁμολογεῖ, ἧτταν εὐκλεῆ, σοῦ καταγγέλλει δέ, ὑπὲρ δύναμιν τὸν ἔπαινον.

Μυστιπόλων ἄριστε, τῇ Τριάδι, νῦν παρεστηκώς, σὺν Ἀποστόλων χορῷ, καὶ τῶν Προφητῶν, Μαρτύρων Δικαίων τε, Πατριαρχῶν, μέμνησο ἡμῶν, τῶν ἀνυμνούντων σου, τὸ μνημόσυνον Γρηγόριε.

ποπτεύεις ἄνωθεν, προασπίζων, νῦν Ἀρχιερεῦ, τῆς Ἐκκλησίας Χριστοῦ, νίκας τῷ πιστῷ, δωρούμενος Ἄνακτι, καὶ δουλικόν, σύντριψον ζυγόν, σοῦς σῴζων πρόσφυγας, ταῖς πρεσβείαις σου Γρηγόριε.

Θεοτοκίον

 ς τεκοῦσα Πάναγνε, τῶν κτισμάτων, τὸν Δημιουργόν, κατὰ παντὸς γεννητοῦ, φέρεις τὴν ἀρχήν, ἀσύγκριτον ἔχουσα, ὑπεροχήν, καὶ ὑπερφυῆ· ὅθεν τὸν Τόκον σου, προσκυνοῦντες σε δοξάζομεν.

Τοῦ Ὁσίου

Τύπον τῆς Ἁγνῆς

 Ἔστης Πάτερ τῆς ἐφέσεως, τῶν ὀρεκτῶν κρατήσας τὸ τελειότατον, καὶ ἐδέξαντο, Πατριαρχῶν σε σκηνώματα, καὶ Δικαίων Ὁσίων τὰ τάγματα, μεθ' ὧν καθικετεύοις, ὑπὲρ ἡμῶν τὸν Παντοκράτορα,

σχεν ὥσπερ χρῆμα τίμιον, ἡ σὴ Πατρὶς τὸ σῶμά σου τὸ πολύαθλον, κατακρύψασα, τοῖς ἑαυτῆς κόλποις Ἔνδοξε, μητρικοῖς ὁρμωμένη κινήμασι· σοῦ γὰρ ἐπαπολαύειν, τοὺς ἀλλοτρίους οὐκ ἠνέσχετο.

θι βοηθὸς γενέσθαι μοι, ἐν πειρασμοῖς τοῦ βίου καὶ περιστάσεσι, καὶ κατεύνασον, τὸν ἐγειρόμενον κλύδωνα, κατ' ἐμοῦ τῶν παθῶν καὶ γαλήνιον, ὅρμισον πρὸς λιμένα, τῇ αὔρᾳ Πάτερ τῆς πρεσβείας σου.

Θεοτοκίον

στη μέχρι σοῦ ὁ θάνατος, τοῦ καθ᾿ ἡμᾶς γενέσθαι, διὰ τὸ σῶσαι ἡμᾶς ὑπερούσιε, Υἱὲ Θεοῦ εὐδοκήσαντος, ἐξ ἀνάνδρου Μητρὸς καὶ τοῖς ὕδασιν, ἡμᾶς ἀναχωνεῦσαι, πυρὶ τῷ θείῳ τοῦ Βαπτίσματος.

Ὁ Εἱρμὸς

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Ἐξαποστειλάριον

Ἐπεσκέψατο ἡμᾶς

Τὸν ποιμένα τὸν καλόν, Γρηγόριον τὸν πάνσοφον, τῶν Νυσσαέων Πρόεδρον, τοῦ Βασιλείου τοῦ σοφοῦ, ὁμότροπον ὁμαίμονα, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, τιμήσωμεν ἅπαντες.

Καὶ τῆς Ἑορτῆς

πεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ

Νῦν ξένην ὁ Σωτὴρ βροτοῖς δωρεῖται ῥύψιν, χωρὶς ἀναχωνεύων, πυρὸς καὶ ἀναπλάττων, ψυχὰς δίχα συντρίψεως.

Στίχ. θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω,

 δωρ θείας ζωῆς, πηγῶν ἐκ σωτηρίων, λαοὶ μετ᾿ εὐφροσύνης, ἀντλήσατε προθύμως ψυχῶν εἰς ἀπολύτρωσιν.

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

 λθεν ὁ φωτισμός, ἡ χάρις ἐπεφάνη, ἡ λύτρωσις ἐπέστη, ὁ κόσμος ἐφωτίσθη, λαοὶ χαρᾶς ἐμπλήσθητε.

Δόξα...

Ἦχος α' Ἀνατολίου

τῆς ὀρθῆς πίστεως γενναῖος ἀγωνιστής, ὁ συγκακοπαθήσας ὡς καλὸς στρατιώτης Χριστοῦ τοῦ Θεοῦ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ἀγωνίζου καὶ νῦν ὑπὲρ τῆς Ἐκκλησίας, τὸν καλὸν ἀγῶνα, διατηρῶν αὐτῆς, τῶν σῶν δογμάτων ἀσάλευτον, τὴν κρηπῖδα Γρηγόριε.

Καὶ νῦν... ὁ αὐτὸς

Σὺ ἐν Ἰορδάνῃ βαπτισθείς, ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς ἐπιφανείας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.