The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ι ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Μαρτύρων, Μηνᾶ τοῦ Καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α

Πανεύφημοι Μάρτυρες ὑμᾶς.

Μάρτυς παναοίδιμε Μηνᾶ, ἐκπελματιζόμενος, τοὺς ὀφθαλμοὺς ἐκκεντούμενος, καὶ ἀφαιρούμενος, θεολόγον γλῶσσαν, ἔφερες στερρότατα, τὰς θείας ἀντιδόσεις σκοπούμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Χεῖρας ἐκκοπτόμενος ποδῶν, στέργει τὴν ἀφαίρεσιν, ὁ Ἑρμογένης ὁ ἔνδοξος, καὶ κατοπτώμενος, τῷ πυρὶ πλειόνως, ζέσιν τὴν ἐγκάρδιον, ἐδήλου τῷ Θεῷ προσκολλώμενος, ᾧ καὶ πρεσβεύει νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Μέλη συνθλαττόμενοι σοφοί, κόλπον πρὸς θαλάττιον, ἐναπερρίφητε Ἅγιοι, νεύσει δὲ κρείττονι, γαληνὸν πρὸς ὅρμον, τῆς τρυφῆς ἰθύνθητε, βυθίσαντες κακίαν τοῦ ὄφεως· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἔτερα Στιχηρὰ  Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσιν.

ς ἀστέρες πολύφωτοι, νοητῶς ἀνατείλαντες, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι, πᾶσαν τὴν κτίσιν φωτίζετε, καλλίνικοι Μάρτυρες, τῶν ἀγώνων τῷ φωτί, καὶ θαυμάτων ταῖς λάμψεσιν· ὅθεν σήμερον, τὴν φωσφόρον τελοῦμεν γεγηθότες, καὶ ἁγίαν ὑμῶν μνήμην, στεφανηφόροι πανόλβιοι.

Καλλικέλαδον ὄρνιν σε, πρὸς τὸ ἄλσος φωνήσαντα, τῶν ἀγώνων ἔνδοξε, καὶ πρὸς μίμησιν, τὸν Ἑρμογένην ἐκλύσαντα, Μηνᾶν καὶ τὸν Εὔγραφον, καὶ σὺν τούτοις τοῦ ἐχθροῦ, διαδράντα τὰ θήρατρα, τὰ πολύπλοκα, καὶ πετάσαντα θείας πρὸς ἐπαύλεις, καλιάς τε οὐρανίους, μεγαλοφώνως γεραίρομεν.

Καὶ χειρῶν παναοίδιμοι, καὶ ποδῶν στερισκόμενοι, κεφαλὰς τεμνόμενοι καὶ στρεβλούμενοι, καὶ πάσαις ἄλλαις κολάσεσι, καθυποβαλλόμενοι, οὐκ ἠρνήσασθε Χριστόν, οὐ ξοάνοις ἐθύσατε, ἀλλὰ χαίροντες, τῆς ζωῆς τῆς προσκαίρου, πρὸς ἐκείνην, τὴν αἰώνιον καὶ θείαν, μετεβιβάσθητε Μάρτυρες.

Δόξα... Ἦχος πλ. β

ντως ἡ γλῶσσά σου, κάλαμος γραμματέως ὀξυγράφου, ἀθλητὰ ἐδείχθη, Καλλικέλαδε Μηνᾶ, ῥητορεύουσα σαφῶς πίστιν εὐσεβῆ, καὶ δόγματα σωτήρια, δι' ὧν Θεὸς ἐδοξάσθη, καὶ ὡραῖον κάλλει, τὸν Ἑρμογένην ἀπέφηνας, ὃς τοῦ θείου Βαπτίσματος διὰ σοῦ τετύχηκε, καὶ τοῦτον συναθλητήν, καὶ τῶν ἀγώνων κοινωνόν, σὺν Εὐγράφῳ τῷ καλῶς ἐφεπομένῳ σοι, παμμάκαρ ἀπέδειξας, καὶ νῦν ἐν παρρησίᾳ, τῷ τοῦ Σωτῆρος θρόνῳ παριστάμενοι, μὴ ἐλλίπητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Ἦχος ὁ αὐτὸς.

Μονογενές, ὁμοούσιε, τῷ Πατρί σου καὶ τῷ Πνεύματι, ὁ ἐκ Παρθένου σαρκωθείς, ἀσυγχύτως ὡς οἶδας αὐτός, ἐν ἁγνείᾳ φύλαττε τὴν  ποίμνην σου, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ περιέπων αὐτήν.

Ἢ Σταυροθεοτοκίον.

Τριήμερος ἀνέστης Χριστὲ.

Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος καὶ ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ διετέτρωτο.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. β

Μαρτυρικὴ χορεία, εὐσεβεῖς πρόμαχοι, σήμερον πιστῶν ἀναδείκνυνται, Τυράννων, πᾶσαν καθελόντες δυσσέβειαν Μηνᾶς, Εὔγραφος καὶ Ἑρμογένης οἱ σοφοί· ὅθεν τῆς τριφώτου συνάριθμοι, Τριάδος ὑπάρχοντες, τῷ γνόφῳ τῆς θείας ἐλλάμψεως καταλαμφθέντες, σὺν ἀσωμάτοις χορείαις ἀγάλλονται, τῷ Θεῷ καὶ Σωτῆρι ἱκετεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Τριήμερος ἀνέστης.

γκάλας τὰς ἀχράντους σου, ἐν αἷς Θεὸν ἐβάστασας, Παναγία, ὑφαπλώσασα νυνί, σκέπασον ἀπὸ πάσης, ὀργῆς ἡμᾶς βιαίας, ἐλπὶς τοῦ κόσμου Θεοτόκε Ἁγνή.

Ἢ Σταυροθεοτοκίον.

Σταυρούμενος ἐσάλευσας, τὴν γῆν  πᾶσαν Μακρόθυμε, τῶν πιστῶν δέ, ἐπεστήριξας ψυχάς· διὸ καὶ ἀνυμνοῦμεν, καὶ πόθῳ προσκυνοῦμεν, τὴν ἀκατάληπτόν σου δύναμιν.

Ἀπολυτίκιον  Ἦχος πλ. δ

Τὸ προσταχθὲν.

Δι᾿ ἐγκρατείας, τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Στερροὺς ἀνυμνῶ Μάρτυρας στεφηφόρους. Ἰωσήφ.

Ὠδὴ α Ἦχος α

Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Στεφάνοις δόξης κοσμούμενοι, καὶ θρόνῳ του Θεοῦ παριστάμενοι, καὶ θείου φωτὸς πληρούμενοι, πόθῳ τὴν φωτοφόρον, μνήμην ὑμῶν, τοὺς ἐπιτελοῦντας, ἀμαυρώσεως παθῶν, Μάρτυρες ῥύσασθε.

Τὴν θείαν στέργοντες εὔκλειαν, Θεοῦ τῆς καλλονῆς ἐφιέμενοι, τοῦ βίου τερπνὰ ἀπώσασθε, πᾶσάν τε δυναστείαν, περιφανῆ, καὶ διὰ θανάτου, ἀτελεύτητον ζωήν, Μάρτυρες εὕρατε.

νθέῳ ζήλῳ πυρούμενοι, τὸ πῦρ τῆς ἀθεΐας κατέσβεσαν, καὶ λύχνοι τὸ φῶς πυρσεύοντες, πᾶσι τῆς εὐσεβείας περιφανῶς, ὤφθησαν ἐν πίστει, Ἑρμογένης καὶ Μηνᾶς, οἱ μεγαλόφρονες.

Θεοτοκίον.

υσθῆναι Κόρη πανάμωμε, παθῶν ἐπικρατείας τοὺς δούλους σου, τὸν σὸν ἐκτενῶς ἱκέτευε, Κύριον καὶ Δεσπότην, ὃν ἐκ τῶν σῶν, πάναγνε αἱμάτων, ἐσωμάτωσας ἡμῖν, προσομιλήσαντα.

Ὠδὴ γ

Τῷ  πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Αἴγλῃ οὐρανίῳ, λαμπρυνθέντες οἱ ἅγιοι Μάρτυρες, σκότος διέλυσαν εἰδώλων, τῆς ἀπάτης καὶ φέγγος, ἡμῖν ἰάσεων ἤστραψαν, τοῖς  μελῳδοῦσι τῷ πάντων Θεῷ. Ἅγιος εἶ Κύριε.

Νέκρωσιν τοῦ ζῶντος, ἀνιχνεύων Δεσπότου Μηνᾶ θαυμαστέ, ἐκπελματοῦσαι καὶ τὴν κάραν, τοῦ τυράννου συντρίβεις, ἐχθροῦ ἐρείδων τοὺς πόδας σου, εἰς ἀσφαλῆ μαρτυρίου ὁδόν, μάρτυς ἀνδρικώτατα.

μνει τὸν Σωτῆρα, Ἑρμογένης τὰς χεῖρας τεμνόμενος, ἱερωσύνης φαιδροτέραν, τὴν στολὴν τῶν αἱμάτων βαφαῖς, σαφῶς ἐργαζόμενος, καὶ μιμητὴς τοῦ παθόντος σαρκί, χάριτι δεικνύμενος.

Θεοτοκίον.

Μόνην γυναιξὶ σε, τὴν ὡραίαν τῷ κάλλει εὑράμενος, σωματοφόρος ἐκ γαστρός σου, προελήλυθε Κόρη, Χριστός, θείαις ὡραιότησι, καταφαιδρύνας τὸ γένος ἡμῶν· ὅθεν σε γεραίρομεν.

Ὁ Εἱρμὸς.

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Κάθισμα Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λόγον.

Παρωσάμενοι δόξαν τὴν κοσμικήν, ἐπτερώθησαν δόξῃ τῇ θεϊκῇ, Μηνᾶς Ἑρμογένης τε, καὶ ὁ ἔνδοξος Εὔγραφος, καὶ προθύμῳ γνώμῃ, τὸν ὄγκον ὑπέμειναν, τῶν δεινῶν βασάνων, σαρκὸς μὴ φεισάμενοι· ὅθεν μετὰ τέλος, εἰς βυθοὺς θαλαττίους, ῥιφέντες ἰθύνθησαν, πρὸς λιμένα οὐράνιον, οἷς ἐν πίστει βοήσωμεν. Πρεσβεύσατε Χριστῷ τῷ    Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Ἦχος α

Τὸν τάφον σου Σωτὴρ.

Μηνᾶς ὁ θαυμαστός, ὁ κλεινὸς Ἑρμογένης, ἡ πάνσεπτος δυάς, τῆς ἁγίας Τριάδος, πολύθεον φρύαγμα, ἀνδρικῶς κατεπάτησαν, καὶ τελέσαντες, τὸν ἱερώτατον δρόμον, νίκης ἔλαβον, ἐξ οὐρανοῦ τοὺς στεφάνους, δυνάμει τοῦ Πνεύματος.

Καὶ νῦν... Θεοτοκίον.

Τὸν πάντων Ποιητήν, καὶ Θεόν σου καὶ Κτίστην, πανάμωμε Ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας, ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, ὡς Παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.

Ἢ Σταυροθεοτοκίον.

Καὶ σοῦ τῆς καθαρᾶς, καὶ πανάγνου Παρθένου, διῆλθεν ἀληθῶς, τὴν καρδίαν ῥομφαία, Σταυρῷ ὡς ἑώρακας, τὸν Υἱόν σου ὑψούμενον, παναμώμητε, εὐλογημένη Μαρία, τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ τὸ τεῖχος, καὶ κόσμου κραταίωμα.

Ὠδὴ δ

άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου, Κύριε.

Νόμους διαγγέλλων φωταυγεῖς, ἀνόμως σου τὰ ὄμματα, ἐκκεντηθεὶς Μηνᾶ ὑπήνεγκας, καρδίας τοὺς ὀφθαλμούς, πρὸς τὸ φῶς τὸ ἄδυτον, ἔχων ἐμμελῶς, ἀποσκοποῦντας, καὶ μέλπων χαρμονικῶς. Δόξα τῇ δυνάμει σου Κύριε.

φθη σου ἡ γλῶσσα τῷ πυρί, τοῦ Πνεύματος Σοφώτατε, ἐκτεθηγμένην τῷ    τέμνεσθαι· ἐλάλεις γὰρ κελαδῶν, τοῦ Θεοῦ τὰ θαύματα, καὶ τοῦ δικαστοῦ τὴν ἀφροσύνην, μετάγων εἰς εὐσεβῆ δόξαν, ἐμφανῶς τοῦ ποιήσαντος.

Μεγάλως τὸ πάθος καρτερῶν, τοὺς πόδας ἀποτέμνεται, ὁ Ἑρμογένης τὴν τοῦ ὄφεως, καταπατῶν κεφαλήν, καὶ ὁδὸν στελλόμενος, γνώμῃ ἀκλινεῖ τοῦ Μαρτυρίου, εἰσάγουσαν πρὸς ζωήν, τῆς ἐπουρανίου λαμπρότητος.

πληγον τηροῦντι τὴν ψυχήν, Χριστὸς σοι ἐπιφαίνεται, σοῦ τὰς πληγὰς Μηνᾶ ἰώμενος, ἀνδρείως τε καρτερεῖν, σὲ ἐγκελευόμενος· ὅπως διὰ σοῦ τὴν σωτηρίαν, ἐλέους ὁ θελητής, πάντων τῶν ἁγίων ἐργάσηται.

Θεοτοκίον.

άβδος ἐκ τῆς ῥίζης, Ἱεσσαί, ἐβλάστησας ἀνθήσασα, τὸν φυτουργὸν πάσης τῆς κτίσεως, μαράναντα τὰ φυτά, τῆς ἀκάρπου γνώσεως· πίστιν δὲ ἡμῖν ἀληθεστάτην, φυτεύσαντα εὐσεβῶς, ἄχραντε Παρθένε πανύμνητε.

Ὠδὴ ε

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.

Τὶ μάτην ταράττῃ, ἐβόων ὁμοῦ, δικαστῇ παρανόμῳ οἱ Μάρτυρες, δύναμιν παρεχόμενος, παρίσταται ἡμῖν, μόνος ὁ ἐν ἰσχύϊ, ἀήττητος ὑπάρχων· ὑπὲρ οὗ τὰς αἰκίσεις, καθυπομένομεν στερρότατα.

πῆρξεν ἀθρόα, ἡ μεταβολή, Ἑρμογένους σαφῶς πρὸς τὸν Κύριον· λουτρῷ    γὰρ ἐκκαθαίρεται, καὶ κρίσει θεϊκῇ, τῆς ἀρχιερωσύνης, τὸ φῶς ἀναλαμβάνει, διδαχαῖς καταυγάζων, τοὺς ἐν νυκτὶ δεινῶν ὑπάρχοντας.

ητόρων λιπόντες, ἀδόκιμον νοῦν, ἀγραμμάτων πλοκαῖς ἡλιεύθητε, σοφίσαντος τοῦ Πνεύματος, ὑμᾶς ὡς ἀληθῶς, Μάρτυρες καὶ πρὸς πᾶσαν, βασάνων καταιγίδα, δυνατούς ἐν ἰσχύϊ, ἐργαζομένου διὰ πίστεως.

Θεοτοκίον.

γίων Ἀγγέλων, Παρθένε ἁγνή, ὑπερέχουσα ὤφθης κυήσασα, βουλῆς μεγάλης Ἄγγελον, Θεὸν Ἐμμανουήλ, βροτοὺς ἐπουρανίους, αὐτοῦ τῇ καταβάσει, ἐργασάμενον Κόρη, δι' εὐσπλαγχνίαν ἀδιήγητον.

Ὠδὴ ς

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον. 

Σῴζεις, Ἰωνᾶν, θηρὸς τὴν τριήμερον, τυποῦντα ταφὴν σοῦ Παντοδύναμε, τὰ δὲ σώματα, τῶν Μαρτύρων πελάγει ῥιπτόμενα, ἰθύνεις γαληνότατον, πρὸς ὅρμον τῆς ταφῆς, ἔνθα σοῦ τὸ θεῖον βούλημα, εἰς ἡμῶν τῶν πιστῶν περιποίησιν.

Σώματα ὑμῶν, ἀήττητοι Μάρτυρες, βυθὸς ἀσινῆ τῇ χέρσῳ δέδωκε, προηγουμένων, οὐρανίων Ἀγγέλων μακάριοι, καὶ πᾶσι τὴν κατάθεσιν, δηλούντων τὴν ὑμῶν, οὔσαν ἰαμάτων ἔκβλυσιν, καὶ παθῶν ψυχικῶν ἀπολύτρωσιν.

Τάξεις νοεραί, ὑμῶν κατεπλάγησαν, τὴν ὑπομονήν, ὅπως τὸν ἄσαρκον, μετὰ σώματος, ἐτροπώσασθε δράκοντα Μάρτυρες, καὶ νίκης τοὺς στεφάνους ἀνεδήσασθε, θρόνῳ Θεοῦ παριστάμενοι, καὶ ταῖς θείαις αὐγαῖς πυρσευόμενοι.

Θεοτοκίον.

στη μέχρι σοῦ, Παρθένε ὁ θάνατος· ζωὴν γὰρ Χριστὸν ἐκυοφόρησας, τὸν δωρούμενον, καθαρῶς εἰς αὐτὸν τοὺς πιστεύοντας, τὴν ἀθάνατον καὶ θείαν ἀπολύτρωσιν, τοῦτον, Παναγία αἴτησαι, λυτρωθῆναι πταισμάτων τοὺς δούλους σου.

Ὁ Εἱρμὸς.

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Κοντάκιον  Ἦχος δ

Ἐπεφάνης σήμερον.

Τῆς στρατείας ἥρπασε, σὲ τῆς προσκαίρου, καὶ ἀφθάρτου ἔδειξε, συγκληρονομον ὦ Μηνᾶ, σὺν τοῖς   συνάθλοις σου Κύριος, ὁ παρασχὼν σοι τὸν ἄφθαρτον στέφανον.

Ὁ Οἶκος.

μνοις τὴν σὴν πανήγυριν στέφων Ἀθλοφόρε Κυρίου, τοὺς σοὺς ἀγῶνας κροτῶ, καὶ ἀνυμνῶ  τὰ παλαίσματα· ὑπὲρ γὰρ μόνου τοῦ πάντων Κτίστου, ὡς χρυσὸς ἐν καμίνῳ ἐδοκιμάσθης, ἀλλὰ τὸν σὸν σταθηρὸν λογισμὸν οὐκ ἐσάλευσε τὸ πλῆθος τῶν παρανόμων· ἄνωθεν γὰρ αὐτὸν ἐστήριξεν ὁ Χριστὸς ἐν τοῖς ἀγῶσιν, ὁ παρασχὼν σοι τόν ἄφθαρτον στέφανον.

Συναξάριον.

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, ἄθλησις τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων, Μηνᾶ τοῦ καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.

Στίχοι

Τμηθεὶς ὁ Μηνᾶς, κἂν κελαδεῖν οὐκ ἔχῃ,

Φιμοῖ κελαδοῦν δυσσεβείας τὸ στόμα.

Τὴν δυσσέβειαν ἐκπτύσας Ἑρμογένης,

πῆρξε Μάρτυς εὐσεβείας ἐκ ξίφους.

Τὰς ἐκ μαχαίρας, Εὔγραφε, τρώσεις φέρων,

ξὺς Θεοῦ κάλαμος ὤφθης, εὖ γράφων.

Εὐκέλαδος δεκάτῃ Μηνᾶς ξίφει αὐχένα δῶκεν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γέμελλος, σταυρωθείς, τελειοῦται.

Στίχοι

πὲρ Θεοῦ Γέμελλος ἐσταυρωμένου,

Τὴν ἐν ξύλῳ σταύρωσιν ἀσμένως φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ Δεφουρκινοῦ.

Ἅγιος Ἱερομάρτυς Θεότεκνος, ξίφει τελειοῦται.

Ἅγιος μάρτυς Μαριανός, λιθοβοληθεὶς τελειοῦται.

Ἅγιος μάρτυς Εὐγένιος, ξύλοις τυπτόμενος, τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ὠδὴ ζ

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἑπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Φωνῆς ἑορταζόντων καθαρῶς ἔνθα, ἦχος ἐξακούεται, ἀγαλλομένῃ τῇ ψυχῇ, Ἀθληταὶ κατεσκηνώσατε, θυμηδίας ἐμπιπλάμενοι καὶ μέλποντες· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητός εἶ.

δὺς μοι ἀνεβόα Ἑρμογένης, ὄνπερ θνῄσκῳ θάνατον· ἐμοὶ τὸ ζῆν ἐστὶ Χριστός, τὸ θανεῖν δὲ κέρδος ἄπειρον· ἐκκοπτέσθω μου τὰ μέλη, πόθῳ ψάλλοντος· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Φρονήσει στερροτάτῃ τῇ τῶν ζώντων, σεαυτὸν ἐνέγραψας, βίβλῳ ὦ Εὔγραφε σοφέ· κεφαλὴν γὰρ ἀφαιρούμενος, ὡς ἐν ἅρματι, τῷ σῷ ἐπέβης αἵματι καὶ πρὸς ἀνέσπερον φῶς μετεβιβάσθης.

Θεοτοκίον.

Οὐ φλέξας σου τὴν μήτραν οὐ σαλεύσας, Παρθενίας σήμαντρα, ὁ σαρκωθεὶς Λόγος ἐκ σοῦ, προελήλυθε παρέχων ἡμῖν, ἀφθαρσίαν καὶ ζωὴν Κόρη τοῖς   μέλπουσιν· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ήγνυται σοῦ πρὸ ποδῶν ὁ ματαιόφρων, συμπατούμενος Μηνᾶ θεόφρον· ὀφθαλμῶν στερήσας γὰρ σε καὶ γλώττης, τὸν λογισμόν, οὐκ ἐσάλευσε τῆς στάσεως τῆς κρείττονος· διὸ γηθοσύνως ἀνεκραύγαζες· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

τε σε τῇ ὠμοτάτῃ προαιρέσει, ἑκατέρων χειρῶν καὶ ποδῶν σου, δικαστὴς ἐστέρησεν ὁ παράφρων, τότε σοφέ, τῶν βραβείων ἐφιέμενος Ἑρμόγενες, Χριστῷ ἐμελῴδεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

μνῶ σου Μηνᾶ τοὺς θείους ἄθλους, τιμῶ  Ἑρμογένους τοὺς ἀγῶνας, προσκυνῶ τὰ λείψανα, ἀναμέλπω τοὺς αἰκισμούς, τὰ δεσμὰ τοὺς διωγμούς τε καὶ τὰς μάστιγας, δι᾿ὧν πρὸς ζωὴν βοῶντες ἤρθητε· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Στάμνον σε τὸ μάννα κεκτημένην, τῆς Θεότητος ἔγνωμεν Κόρη, Κιβωτὸν καὶ Τράπεζαν, καὶ Λυχνίαν, θρόνον Θεοῦ, καὶ Παλάτιον καὶ Γέφυραν μετάγουσαν, πρὸς θείαν ζωὴν τοὺς ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη Βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

δε φωταυγῆς πανήγυρις, φωτοειδῶν Μαρτύρων πᾶσιν ἐξέλαμψε, καταυγάζουσα, τῆς οἰκουμένης τὰ πέρατα, καὶ ψυχῶν ἀβλεψίαν ἐξαίρουσα, προσέλθωμεν προθύμως, ἁγιασμὸν ἀπαρυσόμενοι.

νπερ ἀγαθῶν ἐτύχετε, ἐπουρανίων δόξης, ἧς ἠξιώθητε, πίστει τὴν φαιδράν, μνήμην ὑμῶν τοὺς γεραίροντας, ὡς Θεῷ παριστάμενοι πάντοτε, τυχεῖν ἐκδυσωπεῖτε, Μεγαλομάρτυρες δεόμεθα.

Σῶμα καὶ ψυχὴν προσήξατε, τῷ Ποιητῇ τῶν ὅλων θυσίαν ἄμωμον, ὁλοκαυτωθέντες, τῷ πυρὶ τῶν κολάσεων, καὶ Μαρτύρων χοροῖς ἠριθμήθητε, φωτὶ ἀκραιφνεστάτῳ, καταλαμπόμενοι θεόφρονες.

ρθη πρὸς μονὰς σκηνούμενος, φωτοειδὴς Μαρτύρων χορὸς ὁ ἔνθεος, καὶ παρίσταται, Πατρὶ Υἱῷ τε καὶ Πνεύματι, ἀπολαύων τρανῶς τῆς θεώσεως, Μηνᾶς σὺν Ἑρμογένει, καὶ τῷ Εὐγράφῳ οἱ θεόφρονες.

Θεοτοκίον.

Φέγγος ἀστραπῆς τοῦ τόκου σου, ἡ ἀπωσθεῖσα φύσις ἡμῶν Πανάμωμε, εἶδε καὶ νυκτὸς ἐξ ἀγνωσίας λελύτρωται, καὶ παθῶν τῆς σκοτώδους συγχύσεως· διὸ σε ὡς αἰτίαν, τῆς σωτηρίας ἡμῶν σέβομεν.

Ὁ Εἱρμὸς.

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη Βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Ἐξαποστειλάριον.

Ὁ οὐρανὸν τοῖς ἄστροις.

ητορικοῖς σου λόγοις, καὶ θείοις θαύμασι Μηνᾶ, συναθλητὴν ἐπεσπάσω, τὸν ἱερὸν Ἑρμογένην, μεθ' οὗ σε σὺν τῷ Εὐγράφῳ, περιχαρῶς εὐφημοῦμεν.

Θεοτοκίον.

Θεοκυῆτορ Μαρία, τῶν γηγενῶν εὐκληρία, ἁμαρτωλῶν προστασία, Χριστιανῶν ἐλπὶς μόνη, κόσμου παντὸς σωτηρία, ῥῦσαι πυρὸς ἀπειλῆς με.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. β

Πάλιν ἡμῖν ἡ ἐτήσιος μνήμη, τῶν τοῦ κόσμου φωστὴρων ἐξέλαμψε, Μηνᾶ τε Ἑρμογένους καὶ Εὐγράφου, τῶν πιστῶν τὰς καρδίας φωτίζουσα, τοῖς ὑπὲρ Χριστοῦ διὰ Σταυροῦ αὐτῶν ἀγωνίσμασι. Δι᾿ὃ τῷ ἐν δόξῃ καὶ τιμῇ στεφανώσαντι αὐτούς, Χριστῷ τῷ Θεῷ ἡμῶν, τὸν ὕμνον προσάξωμεν.

Καὶ νῦν... Θεοτοκίον.

Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε· αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον.

Τριήμερος ἀνέστης Χριστὲ.

ν ξύλῳ προσπαγέντα σε, Χριστὲ ἡ σὲ κυήσασα, καθορῶσα, τὴν καρδίαν γοερῶς, ἐτέτρωτο βοῶσα· Ἀνάστα ὦ Υἱέ μου, ὅπως ὑμνήσω σου τὴν ἔγερσιν.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.