The Orthodox Pages

 

ΚΑΤΑΒΑΣΙΑΙ

ΤΩΝ ΔΕΣΠΟΤΙΚΩΝ ΚΑΙ ΘΕΟΜΗΤΟΡΙΚΩΝ ΕΟΡΤΩΝ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

«Σταυρὸν χαράξας»

Τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

Τῇ 1ῃ Αὐγούστου, ἀπό τῆς 6ης-13ης ἰδίου καί ἀπό τῆς 24ης τοῦ αὐτοῦ μέχρι τῆς 21ης Σεπτεμβρίου.

Ὠδὴ α'. Ἦχος πλ. δ'.

Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδω, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι,  κροτήσας ἤνωσεν, ἐπ' εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὠδὴ γ'.

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

Ὠδὴ δ'

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Ὠδὴ ε'.

τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὠδὴ ς'.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

Ὠδὴ ζ'.

κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον, ἀλλ' ἀντηχούντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η'.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον  μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ'.

Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν, σὲ μεγαλύνομεν.

Ἄλλη.

διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἢν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.

«Ἀνοίξω τὸ στόμα μου»

Τῆς Θεοτόκου

Ἀπό τῆς 22ας Σεπτεμβρίου μέχρι 7ης Νοεμβρίου, Τῇ 10ῃ Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ Τριῳδίου, τῇ Β, Δ, Ε, Κυριακῇ τῶν Νηστειῶν καί ἀπό τῆς Κυριακῇς τῶν Ἀγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου.  

Ὠδὴ α’. Ἦχος δ’.

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα

Ὠδὴ γ’.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Ὠδὴ δ’.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε’.

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Ὠδὴ ς’.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Ὠδὴ ζ’.

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν; ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

«Ἀνοίξω τὸ στόμα μου»

Τῆς Θεοτόκου

Ἀπό τῆς 8ης Νοεμβρίου  μέχρι τῆς 20ης Νοεμβρίου

Ὠδὴ α’

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

Ὠδὴ γ’.

Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἂν τῇ σεπτῇ Εἰσόδῳ Σου, στεφάνων δόξης ἀξίωσον.

Ὠδὴ δ’.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε’.

ξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα.

Ὠδὴ ς’.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Ὠδὴ ζ’

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν; ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

«Ἀνοίξω τὸ στόμα μου»

Τῆς Θεοτόκου

Τῇ 14ῃ Αὐγούστου

Ὠδὴ α’

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Κοίμησιν.

Ὠδὴ γ’.

Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἂν τῇ σεπτῇ Κοιμήσει Σου, στεφάνων δόξης ἀξίωσον.

Ὠδὴ δ’.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε’.

ξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Κοιμήσει Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, γῆθεν μετέστης, πρὸς αἰωνίους μονάς, καὶ πρὸς ἀτελεύτητον ζωήν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα.

Ὠδὴ ς’.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Ὠδὴ ζ’.

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν; ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν Μετάστασιν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

«Ἀνοίξω τὸ στόμα μου»

Τῆς Θεοτόκου

Τῇ 25ῃ Μαρτίου

Ὠδὴ α’.

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Σύλληψιν.

Ὠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἂν τῇ σεπτῇ Συλλήψει σου, στεφάνων δόξης ἀξίωσον.

Ὠδὴ δ’

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ Παρθένῳ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὠδὴ ε’

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Ὠδὴ ς’

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.

Ὠδὴ ζ’

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν; ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

κουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ. Διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ’.

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

«Πεποικιλμένη τῇ θείᾳ δόξῃ»

Τῆς Κοιμήσεως τῆς Θεοτόκου

Ἀπό τῆς 15ης Αὐγούστου μέχρι τῆς 23ης τοῦ αὐτοῦ

Ὠδὴ α'. Ἦχος α'.

Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.

Ὠδὴ γ'.

δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

Ὠδὴ δ'.

ήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὠδὴ ε'.

Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

Ὠδὴ ς'.

λιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σοῦ ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γὰρ ὡς καὶ προυπέποτο, ἀσινὴς ἐβόα, θύσω σοι μετὰ φωνῇς αἰνέσεως Κύριε.

Ὠδὴ ζ'.

ταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η'.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί, ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν Σε, τὴν μόνην Θεοτόκον.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.

 «Χριστὸς γεννᾶται»

«Ἔσωσε λαόν»

(Πεζαὶ καὶ ἰαμβικαί)

Τῆς Χριστοῦ Γεννήσεως

Ἀπό 21ης Νοεμβρίου μέχρι 25ης Δεκεμβρίου

Τῇ 25ῃ Δεκεμβρίου καί τῇ ἀποδόσει τῆς ἐορτῆς 31 Δεκεμβρίου συμψάλλονται αἱ ἐπόμεναι Καταβασίαι. Ἀπό τῆς 26ης μέχρι τῆς 30ης Δεκεμβρίου ψάλλονται μόνον αἱ ἰαμβικαί  

Ὠδὴ α'. Ἦχος α'.

Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Ἰαμβικὸς

σωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα, χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθείς, ἐκ Κόρης τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν· ὅν κατ’ οὐσίαν, Ἴσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.

Ὠδὴ γ'.

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Ἰαμβικὸς

Νεῦσον πρὸς ὕμνους, οἰκετῶν εὐεργέτα, Ἐχθροῦ ταπεινῶν, τὴν ἐπηρμένην ὀφρύν, Φέρων τε παντεπόπτα, τῆς ἁμαρτίας Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ μελῳδούς, τῇ βάσει τῆς πίστεως.

Ὠδὴ δ'.

άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῇς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός, Δόξα τῇ δυνάμει σου, Κύριε.

Ἰαμβικὸς

Γένους βροτείου, τὴν ἀνάπλασιν πάλαι, δων προφήτης, Ἀββακοὺμ προμηνύει, Ἰδεῖν ἀφράστως, ἀξιωθεὶς τὸν τύπον· Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου, Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.

Ὠδὴ ε'.

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.

Ἰαμβικὸς

κ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης, Ἱλασμὸν ἡμῖν, Χριστὲ τοῖς ἐγρηγόρως, Νῦν Σοι τελοῦσιν, ὕμνον ὡς εὐεργέτῃ, Ἔλθοις πορίζων, εὐχερῆ τε τὴν τρίβον, Καθ’ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος.

Ὠδὴ ς'.

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Ἰαμβικὸς

Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις, Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει, Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην, Θᾶττον μολεῖν Σε, τῆς ἐμῆς ῥᾳθυμίας.

Ὠδὴ ζ'.

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ἰαμβικὸς

Τῷ παντάνακτος, ἐξεφαύλισαν πόθῳ, Ἄπλητα θυμαίνοντος, ἠγκιστρωμένοι, Παῖδες τυράννου, δύσθεον γλωσσαλγίαν· Οἷς εἴκαθε πῦρ, ἄσπετον τῷ Δεσπότῃ, Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ.

Ὠδὴ η'.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἢν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἰαμβικὸς

Μήτραν ἀφλέκτως, εἰκονίζουσι Κόρης, Οἱ τῆς παλαιᾶς, πυρπολούμενοι νέοι, Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην. Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ, Λαοὺς πρὸς ὕμνον, ἐξανίστησι Χάρις.

Ὠδὴ θ'.

Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὀρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὂν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἰαμβικὸς

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν· τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν· ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν, ἡ προαίρεσις δίδου.

«Βυθοῦ ἀνεκάλυψε πυθμένα»

«Στείβει θαλάσσης»

(Πεζαὶ καὶ ἰαμβικαί)

Τῶν Θεοφανείων

Τῇ 1ῃ καί 6ῃ Ἰανουαρίου συμψάλλονται αἱ ἐπόμεναι καταβασίαι, ἀπό τῆς 2ας μέχρι τῆς 5ης Ἰανουαρίου ψάλλονται αἱ καταβασίαι «Βυθοῦ ἀνεκάλυψε πυθμένα». Ἀπό δέ τῆς 7ης -14ης τοῦ αὐτοῦ μόνον αἱ ἰαμβικαί.

Ὠδὴ α'. Ἦχος β'.

Βυθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.

Ἰαμβικὸς

Στείβει θαλάσσης, κυματούμενον σάλον, Ἤπειρον αὖθις, Ἰσραήλ δεδειγμένον. Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων, Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος, Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.

Ὠδὴ γ'.

σχὺν ὁ διδοὺς τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν, οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος πλὴν σοῦ Κύριε.

Ἰαμβικὸς

σοι παλαιῶν, ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων, συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.

Ὠδὴ δ'.

κήκοε Κύριε φωνῇς σου, ὂν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις.

Ἰαμβικὸς

Πυρσῷ καθαρθείς, μυστικῆς θεωρίας, Ὑμνῶν προφήτης, τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν, ἀρρήτου Λόγου, ᾯ τῶν δυναστῶν, τὰ κράτη συνετρίβη.

Ὠδὴ ε'.

ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἤκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται.

Ἰαμβικὸς

χθροῦ ζοφώδους, καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει, Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν, ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον, εἰς θυμηδίαν, Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.

Ὠδὴ ς'.

φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρουμενος.

Ἰαμβικὸς

μερτὸν ἐξέφηνε, σὺν πανολβίῳ, Ἤχῳ Πατήρ, ὅν γαστρὸς ἐξηρεύξατο. Ναὶ φησὶν οὗτος, συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν, ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

Ὠδὴ ζ'.

Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἰαμβικὸς

φλεξε ῥείθρῳ, τῶν δρακόντων τὰς κάρας, Ὁ τῆς καμίνου, τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν, εὐσεβεῖς κατευνάσας· Τὴν δυσκάθεκτον, ἀχλὺν ἐξ ἁμαρτίας, Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.

Ὠδὴ η'.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα, δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὂν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ἰαμβικὸς

λευθέρα μέν, ἡ κτίσις γνωρίζεται· Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω, συντόνως τὸν αἴτιον, Ἡ πρὶν τάλαινα, τῶν ἐθνῶν παγκληρία.

Ὠδὴ θ'.

Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.

πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

Ἰαμβικὸς

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

τῶν ὑπὲρ νοῦν, τοῦ τόκου Σου θαυμάτων, Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη! Δι’ ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας.

«Χέρσον ἀβυσσοτόκον»

Τῆς Ὑπαπαντῆς

Ἀπό 15ης Ἰανουαρίου μέχρι ἀποδόσεως τῆς ἐορτῆς τῆς Ὑπαπαντῆς 19 Φεβρουαρίου

Ὠδὴ α'. Ἦχος γ'.

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. Ἂσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

Ὠδὴ γ'.

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

Ὠδὴ δ'.

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σοῦ, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἱνέσεως.

Ὠδὴ ε'.

ς εἶδεν Ἠσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Ὠδὴ ς'.

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Ὠδὴ ζ'.

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η'.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον. καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'.

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ. Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

«Ὡς ἐν ἠπείρῳ πεζεύσας»

Τῇ Κυριακῇ τοῦ Τελώνου καί Φαρισαίου, τῇ Κυριακῇ τῆς Τυρινῆς

(ἐαν ἐγένετο ἡ ἀπόδοδις τῆς ἐορτῆς τῆς Ὑπαπαντῆς)

καί τῷ Σαββάτῳ πρό τῆς Πεντηκοστῆς

Ὠδὴ α' Ἦχος πλ. β'

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.

Ὠδὴ γ'

Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Ὠδὴ δ'

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἐορτάζουσα.

Ὠδὴ ε'

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Ὠδὴ ς'

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Ὠδὴ ζ'

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾷν. Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η'

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

κ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.

«Τὴν Μωσέως ᾠδήν»

Τῇ Κυριακῇ τοῦ Ἀσώτου

(ἐαν ἐγένετο ἡ ἀπόδοδις τῆς ἐορτῆς τῆς Ὑπαπαντῆς)

Ὠδὴ α' Ἦχος β'

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή, βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν.

Ὠδὴ γ'

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.

Ὠδὴ δ'

Τὴν ἐκ παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα, καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ.

Ὠδὴ ε'

Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε· διὰ τοῦτο ὑμνεῖ σε τάγματα Ἀγγέλων καὶ δοξολογεῖ σε Χριστὲ ὁ Θεός.

Ὠδὴ ς'

Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου χειμάζομαι, ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσον Σωτήρ.

Ὠδὴ ζ'

Τὰ Χερουβεὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τάς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ η'

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Τὸν ἐν τῇ βάτῳ Μωσῇ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὅρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτον; ἢ τίς ἑώρακε ποτέ, ὅτι Παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα; τοιοῦτον σου τὸ θαῦμα, καὶ σὲ ἁγνὴ Θεοτόκε μεγαλύνομεν.

«Βοηθὸς καὶ σκεπαστὴς»

Τῇ Κυριακῇ τῆς Ἀπόκρεω

(ἐαν ἐγένετο ἡ ἀπόδοδις τῆς ἐορτῆς τῆς Ὑπαπαντῆς)

Ὠδὴ α' Ἦχος πλ. β'

Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται.

Ὠδὴ γ'

Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος.

Ὠδὴ δ'

κήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε'

κ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κἀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξον με ποιεῖν, ἀεὶ τὸ θέλημά σου.

Ὠδὴ ς'

βόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἑπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου.

Ὠδὴ ζ'

μάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.

Ὠδὴ η'

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

ν Στρατιαὶ Οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε (αὐτόν) εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τάς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

Τῇ Α΄ Κυριακῇ τῶν Νηστειῶν

Ὠδὴ α' Ἦχος δ'

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Ὠδὴ γ'

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Ὠδὴ δ'

παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε'

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Ὠδὴ ς'

Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Ὠδὴ ζ'

ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Ὠδὴ η'

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ'

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις. Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν.

Τῇ Γ΄ Κυριακῇ τῶν Νηστειῶν

Ὠδὴ α' Ἦχος α'

θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν Ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.

Ὠδὴ γ'

Στερέωσον Δεσπότα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ ἅγιος.

Ὠδὴ δ'

πὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθεὶς τάς ἀκτῖνας συνέστειλεν ἔκρυψε, πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· καὶ γὰρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.

Ὠδὴ ε'

ρθρίζοντές σε ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός, ἀνέσπερον ἄγων ἡμᾶς.

Ὠδὴ ς'

Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.

Ὠδὴ ζ'

Φλογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Ὠδὴ η'

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτὲ ὁ μέγας ἐν Προφήταις σταυροειδῶς ἐκπετάσας Δανιὴλ ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστὸν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ'

Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκὶ, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.

Τῇ Κυριακῇ τῶν Βαϊων

Ὠδὴ α' Ἦχος δ'

φθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι· ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.

Ὠδὴ γ'

Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτῃς λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾖ ἐστερεώθῃ ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

Ὠδὴ δ'

Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε'

Τὴν Σιὼν ἐπ' ὅρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχύϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

Ὠδὴ ς'

βόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, νῦν τῷ κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

Ὠδὴ ζ'

διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Ὠδὴ η'

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὠδὴ θ'

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

«Ἀναστάσεως ἡμέρα»

Τῇ Κυριακῇ τῆς λαμπροφόρου Ἀναστάσεως μέχρι τοῦ Σαββάτου τῆς Ε΄ἐβδομάδος (πλήν Μεσοπεντηκοστῆς) καί τῇ Τετάρτῃ τοῦ Τυφλοῦ

Ὠδὴ α' Ἦχος α'

ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Ὠδὴ γ'

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Ὠδὴ δ'

πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Ὠδὴ ε'

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Ὠδὴ ς'

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Ὠδή ζ'

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η'

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτῳν, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ'

ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου. Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

«Τῷ Σωτῆρι Θεῷ»  

Τῇ ΣΤ΄ Κυριακῇ μέχρι τῆς Τρίτης τοῦ Τυφλοῦ 

Ὠδὴ α' Ἦχος πλ. α'

Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Ὠδὴ γ'

Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου τὴν σωτήριον Ἀνάληψιν.

Ὠδὴ δ'

Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε'

ρθρίζοντες βοῶμέν σοι Κύριε, Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Ὠδὴ ς'

κύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σε τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιὰ σου Κύριε.

Ὠδή ζ'

ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ὠδὴ η'

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.

ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ – ΠΕΝΤΗΚΟΣΤΗΣ

Τῇ πέμτ τῆς Ἀναληψεως μέχρι τῆς Παρασκευῆς τῆς ζ΄ ἐβδομάδος ψάλλονται αἱ Ἰαμβικαί Καταβασίαι «Θείῳ καλυφθεὶς». Τῇ Κυριακ τῆς Πεντηκοστής καί τῶ Σαββάτω πρό τῶν Ἀγίων Πάντων ἀμφοτεραι. Τῇ Δευτέρα τοῦ Ἁγίου Πνεύματος μέχρι καί τῆς Παρασκευῆς αἱ Ἰαμβικαί

Ὠδὴ α' Ἦχος βαρὺς

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἄρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.

Ὠδὴ α' Ἦχος δ', Ἰαμβικὸς.

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, Ἐρρητόρευσε τὸν θεόγραφον νόμον. Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα καὶ μυεῖται Πνεύματος, Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.

Ὠδὴ γ' Ἦχος βαρὺς

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρὸς ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.

Ὠδὴ γ' Ἦχος δ', Ἰαμβικὸς.

ρρηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνῃ προσευχῇ τῆς προφήτιδος πάλαι, Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην καὶ Θεὸν τῶν γνώσεων.

Ὠδὴ δ' Ἦχος βαρὺς

Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας.

Ὠδὴ δ' Ἦχος δ', Ἰαμβικὸς.

ναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου, Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, Ἂδουσι· Δόξα τῷ κράτει σου Κύριε.

Ὠδὴ ε' Ἦχος βαρὺς

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.

Ὠδὴ ε' Ἦχος δ', Ἰαμβικὸς.

Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας. Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

Ὠδὴ ς' Ἦχος βαρὺς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

Ὠδὴ ς' Ἦχος δ', Ἰαμβικὸς.

λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν', ὡς προφήτην θηρὸς ἐκ θαλαττίου Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.

Ὠδὴ ζ' Ἦχος βαρὺς

Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὠδὴ ζ' Ἦχος δ', Ἰαμβικὸς.

Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας, Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.

Ὠδὴ η' Ἦχος βαρὺς

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

φλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ η' Ἦχος δ', Ἰαμβικὸς.

Λύει τὰ δεσμά, καὶ δροσίζει τὴν φλόγα, Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος. Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.

Ὠδὴ θ' Ἦχος βαρὺς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ὠδὴ θ' Ἦχος δ', Ἰαμβικὸς.

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος· Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως, ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν.

«Χοροὶ Ἰσραήλ»

Καταβασίαι ἀπό 27ης μεχρι 31ης Ἰουλίου

Ὠδὴ α'. Ἦχος δ'.

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· Ἂσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὠδὴ γ'.

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Ὠδὴ δ'.

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε'.

τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου, τάς ὁδοὺς ἡμῶν εὔθυνον.

Ὠδὴ ς'.

ν τῷ θλιβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἑπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Ὠδὴ ζ'.

βραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η'.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ'.

τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.