The Orthodox Pages

ΤΟ ΕΥΧΟΛΟΓΙΟΝ

ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ

ΕΙΣ ΝΗΠΙΑ  

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή  στις Ακολουθίες

Νήπιον λέγεται ὁ παῖς ὁ ἔχων ἡλικίαν μικροτέραν τοῦ 7ου ἔτους συμπεριλαμβανομένου.

ΕΝ ΤΩ ΟΙΚΩ
  
ΔΙΑΚΟΝΟΣ

Εὐλόγησον, δέσποτα.

ΙΕΡΕΥΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ
μήν. Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς ουρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ
τι σοῦ ἐστιν βασιλεία καὶ δύναμις καὶ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.

Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.

Ἐπὶ βρεφῶν μὲν δὲν γίνεται μνημόνευσις, μόνον·

ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

φυλάσσων τὰ νήπια, Κύριε, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι, διὰ τὸ τῆς γνώμης ἁπλοῦν καὶ ἀνεύθυνον, τοὺς Ἀβραμιαίους κόλπους ἀποπληρῶν καὶ φωτοειδέσι ρόποις κατασκηνῶν, ἐν οἶς αὐλίζεται τῶν δικαίων τὰ πνεύματα, πρόσδεξαι ἐν εἰρήνη καὶ τοῦ δούλου σου (.....) τὴν ψυχήν· αὐτὸς γὰρ εἶπας, τῶν τοιούτων εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν.

τι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ἐπὶ μεγαλυτέρας δὲ ἡλικίας·

ΔΙΑΚΟΝΟΣ
λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

τι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
πως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

ΧΟΡΟΣ
Παράσχου Κύριε.

Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.

καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστάς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαάκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ [.....] ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.

ΙΕΡΕΥΣ
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ: μήν.

ΕΝ ΤΩ ΝΑΩ

ΔΙΑΚΟΝΟΣ

Εὐλόγησον, δέσποτα.
ΙΕΡΕΥΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: μήν.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Ἀπὸ Ψαλμὸν 118 Ἦχος πλ. β'

μωμοι ἐν ὁδῷ, ἀλληλούϊᾳ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἀλληλούϊα.
πεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῶ. Ἀλληλούϊα.

νύσταξεν ἡ ψυχη μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἀλληλούϊα.

Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀλληλούϊα.

θυμία κατέσχε μὲ ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἀλληλούϊα.
Μετοχος ἐγὼ εἰμὶ πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ἀλληλούϊα.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νὺν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα.

Ἐπὶ βρεφῶν μὲν δὲν γίνεται μνημόνευσις, μόνον·

ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

φυλάσσων τὰ νήπια, Κύριε, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι, διὰ τὸ τῆς γνώμης ἁπλοῦν καὶ ἀνεύθυνον, τοὺς Ἀβραμιαίους κόλπους ἀποπληρῶν καὶ φωτοειδέσι ρόποις κατασκηνῶν, ἐν οἶς αὐλίζεται τῶν δικαίων τὰ πνεύματα, πρόσδεξαι ἐν εἰρήνη καὶ τοῦ δούλου σου (.....) τὴν ψυχήν· αὐτὸς γὰρ εἶπας, τῶν τοιούτων εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν.

τι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ἐπὶ μεγαλυτέρας δὲ ἡλικίας·

ΔΙΑΚΟΝΟΣ
λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

τι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
πως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

ΧΟΡΟΣ
Παράσχου Κύριε.

ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

φυλάσσων τὰ νήπια, Κύριε, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι, διὰ τὸ τῆς γνώμης ἁπλοῦν καὶ ἀνεύθυνον, τοὺς Ἀβραμιαίους κόλπους ἀποπληρῶν καὶ φωτοειδέσι ρόποις κατασκηνῶν, ἐν οἶς αὐλίζεται τῶν δικαίων τὰ πνεύματα, πρόσδεξαι ἐν εἰρήνη καὶ τοῦ δούλου σου (.....) τὴν ψυχήν· αὐτὸς γὰρ εἶπας, τῶν τοιούτων εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν.

τι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος πλ. α'

Αἱ χεῖρες σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Ἐλέησόν με, Κύριε.
τι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἐλέησόν με, Κύριε.
Σὸς εἰμι ἐγώ, σώσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ἐλέησόν με, Κύριε.
πὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Ἐλέησόν με, Κύριε.
κλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν. Ἐλέησόν με, Κύριε.
Καιρὸς τοῦ ποιῆσαι τῶ Κυρίω, διεσκέδασαν τὸν νόμον σου. Ἐλέησόν με, Κύριε.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐλέησόν με, Κύριε, Κύριε.

Ἐὰν ὦσι πλείονες Ἱερεῖς , εἰς τὸ τέλος ἑκάστης στάσις ὁ Διάκονος (Ἱερεύς) ἐκφωνεῖ Τοῦ Κυρίου δεηθῶμεν. Οἱ δὲ Ἱερεῖς κατὰ τὴν τῶν πρεσβείων σειράν ἕκαστος ἐκ τῶν μὴ ἐκφωνησάντων. Ὅτι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν... Ἤτοι αἱ ἐκφωνήσεις γίνονται κατὰ τὸν ἀριθμὸν τῶν Ἱερέων. 
ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ
τι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν...

ΧΟΡΟΣ: μήν.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἦχος πλ. δ'

Καὶ ἐλέησόν με. Ἀλληλούϊα.
Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἀλληλούϊα.
Νεώτερος ἐγὼ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἀλληλούϊα.
Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμα σου ζήσόν με. Ἀλληλούϊα.
ρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀλληλούϊα.
Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοί.
πλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δούλόν (τὴν δούλήν) σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
 
ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α'

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὔρω καγῶ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σώσόν με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θεία τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν μὲ ἐπιστρέψας εἰς γὴν ἐξ ἦς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκὼν εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σὴ εὐσπαγχνία, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοί. Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
νάπαυσον, Θεὸς τὸν δούλόν (τὴν δούλήν) σου, καὶ κατάταξον αὐτόν (αὐτήν) ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τὸν κεκοιμημένον δούλόν (τὴν κεκοιμημένην δούλήν) σου ἀνάπαυσον, παρορῶν αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐγκλήματα.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Τ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἁγιος εἶ, Πατὴρ ἄναρχος, συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοὶ λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νὺν...
Χαῖρε σεμνή, Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἦς γένος τῶν ἀνθρώπων εὔρατο τὴν σωτηρίαν, διὰ σοῦ εὔροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοὶ Θεός. (3)

Ἦχος πλ. δ'

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Τὰ κατ’ Ἦχον Ἰδιόμελα παραλείπονται, καὶ εὐθύς·

Προκείμενον. Ἦχος γ'

Μακαρία ἡ ὁδός, ἢ πορεύει σήμερον, ὅτι ἡτοιμάσθη σοὶ τόπος ἀναπαύσεως. (3)
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.
ΙΔΙΑΚΟΝΟΣ: Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ
Πρὸς Ῥωμαίους  Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

(Κέφ. 6 9-11)

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ

δελφοί, Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΙΕΡΕΥΣ: Εἰρήνη σοί.
ΧΟΡΟΣ: λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
ΔΙΑΚΟΝΟΣ: Σοφία. ὀρθοῖ. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῶ πνεύματί σου,
ΙΕΡΕΥΣ: κ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

(Κέφ.18: 15-17, 26-27)

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.
ΙΕΡΕΥΣ

Τῷ καιρῷ ἐκείνῳ,   Προσέφερον τῷ ᾿Ιησοῦ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ Μαθηταὶ ἐπετίμησαν αὐτοῖς· ὁ δὲ ᾿Ιησοῦς προσκαλεσάμενος αὐτὰ, εἶπεν· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

Ἐπὶ βρεφῶν μὲν δὲν γίνεται μνημόνευσις, μόνον·

ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

φυλάσσων τὰ νήπια, Κύριε, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι, διὰ τὸ τῆς γνώμης ἁπλοῦν καὶ ἀνεύθυνον, τοὺς Ἀβραμιαίους κόλπους ἀποπληρῶν καὶ φωτοειδέσι ρόποις κατασκηνῶν, ἐν οἶς αὐλίζεται τῶν δικαίων τὰ πνεύματα, πρόσδεξαι ἐν εἰρήνη καὶ τοῦ δούλου σου (.....) τὴν ψυχήν· αὐτὸς γὰρ εἶπας, τῶν τοιούτων εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν.

τι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ἐπὶ μεγαλυτέρας δὲ ἡλικίας·

ΔΙΑΚΟΝΟΣ
λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

τι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
πως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

ΧΟΡΟΣ
Παράσχου Κύριε.

ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

φυλάσσων τὰ νήπια, Κύριε, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι, διὰ τὸ τῆς γνώμης ἁπλοῦν καὶ ἀνεύθυνον, τοὺς Ἀβραμιαίους κόλπους ἀποπληρῶν καὶ φωτοειδέσι ρόποις κατασκηνῶν, ἐν οἶς αὐλίζεται τῶν δικαίων τὰ πνεύματα, πρόσδεξαι ἐν εἰρήνη καὶ τοῦ δούλου σου (.....) τὴν ψυχήν· αὐτὸς γὰρ εἶπας, τῶν τοιούτων εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν.

τι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ

Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.

καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστάς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαάκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ [.....] ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.

ΙΕΡΕΥΣ
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ: μήν.

Εἰς τὸν ἀσπασμὸν τῶν νηπίων ψάλλονται τὰ ἀκόλουθα προσόμοια ἀντὶ τοῦ Δεῦτε τελευταῖον ἀσπασμόν...

Ἦχος πλ. δ'

Ὤ τοῦ παραδόξου θαύματος!

τίς θρηνήση τέκνον μου, τὴν ἐκ τοῦ βίου ἡμῶν, πενθηράν σου μετάστασιν; Ὅτι βρέφος ἄωρον, ἐκ μητρικῶν ἀγκαλῶν νῦν, ὥσπερ στρουθίον τάχος ἐπέτασας, καὶ πρὸς τὸν Κτίστην πάντων κατέφυγες; Ὦ τέκνων, τίς ποτε, μὴ θρηνήση βλέπων σου τὸ ἐμφανὲς πρόσωπον εὐμάραντων, τὸ πρὶν ὡς ῥόδον τερπνόν;

τίς μὴ στενάξη, τέκνον μου, καὶ μὴ βοήσῃ κλαυθμῷ, τὴν πολλήν σου εὐπρέπειαν, καὶ τὴν ὡραιότητα, τῆς ἁγνῆς πολιτείας σου; Ὥσπερ γὰρ ναῦς τις, ἴχνος οὐκ ἔχουσα, οὕτως ὑπέδυς ἐξ ὀφθαμῶων μου ταχύ. Δεῦτε οἱ φίλοι μου, συγγενεῖς και γείτονες ἅμα ἐμοί, τοῦτο ἀσπασώμεθα, τάφῳ ἐκπέμποντες.

ΕΠΙ ΤΟΥ ΤΑΦΟΥ

Ὁ Ἱερεύς ἀναγινώσκει τὸ Νεκρώσιμον Τρισάγιον ὡς ἐν τῷ οἴκω. Πρίν τὸ Δι’ εὐχῶν ὁ Ἱερεύς ῥαντίζει τὸν νεκρὸν μέ ἐλαίον λέγων:

αντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Εἴτα ἄρας χοῦν διά τοῦ πτύου, ῥίπτει αὐτὸν σταυροειδῶς ἐπί τοῦ νεκροῦ λέγων:

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικούντες ἐν αὐτῇ. Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσει.