The Orthodox Pages

ΤΟ ΕΥΧΟΛΟΓΙΟΝ

ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ

ΕΙΣ ΝΗΠΙΑ ΚΑΤΑ ΤΗΝ

ΔΙΑΚΑΙΝΗΣΙΜΟΝ ΕΒΔΟΜΑΔΑ
 
ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή  στις Ακολουθίες

Νήπιον λέγεται ὁ παῖς ὁ ἔχων ἡλικίαν μικροτέραν τοῦ 7ου ἔτους συμπεριλαμβανομένου.

Δεῖ γινώσκειν, ὅτι ἐὰν γένηταί τινα ἀδελφόν ἐκδημῆσαι πρὸς Κύριον ἐν τῇ ἁγίᾳ ἑβδομάδι τῆς Διακαινησίμου, οὐ ψάλλομεν ἐπ’ αὐτοῦ τὴν συνειθισμένην Ἀκολουθίαν τῶν κεκοιμημένων, ἀλλά πᾶσαν τὴν Ἀναστάσιμον Ἀκολουθίαν.

Ἡ αὐτῆ Ἀκολουθία τελεῖται καὶ τῇ ἡμέρα τῆς ἀποδόσεως τοῦ ἁγίου Πάσχα. Καθ’ ὅλην δὲ τὴν μέχρι ταύτης χρονικὴν περίοδον ψάλλεται ἡ συνήθης Νεκρώσιμος Ἀκολουθία, ἀντικαθισταμένου τοῦ Ἁγιος ὁ Θεὸς διά τοῦ Χριστὸς ἀνέστη. Μέχρι τοῦ Ναοῦ ψάλλεται ἑπίσης τὸ Χριστὸς ἀνέστη. Ἀντὶ δὲ Ὤ τίς θρηνήση τέκνον μου... ψάλλομεν τὸ Ἀναστάσεως ἡμέρα... Τὸ αὐτὸ ψάλλομεν καὶ μέχρι τοῦ τάφου. 

ΕΝ ΤΩ ΟΙΚΩ
 
ΔΙΑΚΟΝΟΣ

Εὐλόγησον, δέσποτα.

ΙΕΡΕΥΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ΧΟΡΟΣ:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (2)

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Ἐπὶ βρεφῶν μὲν δὲν γίνεται μνημόνευσις, μόνον·

ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

φυλάσσων τὰ νήπια, Κύριε, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι, διὰ τὸ τῆς γνώμης ἁπλοῦν καὶ ἀνεύθυνον, τοὺς Ἀβραμιαίους κόλπους ἀποπληρῶν καὶ φωτοειδέσι ρόποις κατασκηνῶν, ἐν οἶς αὐλίζεται τῶν δικαίων τὰ πνεύματα, πρόσδεξαι ἐν εἰρήνη καὶ τοῦ δούλου σου (.....) τὴν ψυχήν· αὐτὸς γὰρ εἶπας, τῶν τοιούτων εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν.

τι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ἐπὶ μεγαλυτέρας δὲ ἡλικίας·

ΔΙΑΚΟΝΟΣ
λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

τι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
πως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

ΧΟΡΟΣ
Παράσχου Κύριε.

Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.

ἀναστάς ἐκ νεκρῶν, καὶ θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ [.....] ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.

Καθ’ ὁδὸν μέχρι τοῦ Ναοῦ οἱ ψάλται ψάλλουσιν ἀργῶς τὸ:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ΕΝ ΤΩ ΝΑΩ

Εἶτα ψάλλονται αἱ Καταβασίαι τοῦ Πάσχα ὡς ἑξῆς:

Ὠδὴ α'

Ἦχος α'

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3)

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Ἐὰν ὦσι πλείονες Ἱερεῖς , εἰς τὸ τέλος ἑκάστης ᾠδῆς ὁ Διάκονος (Ἱερεύς) ἐκφωνεῖ Τοῦ Κυρίου δεηθῶμεν. Οἱ δὲ Ἱερεῖς κατὰ τὴν τῶν πρεσβείων σειράν ἕκαστος ἐκ τῶν μὴ ἐκφωνησάντων. Ὅτι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν... Ἤτοι αἱ ἐκφωνήσεις γίνονται κατὰ τὸν ἀριθμὸν τῶν Ἱερέων. 
ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ
τι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν...

ΧΟΡΟΣ: μήν.

Ὠδὴ γ'

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...

Ὠδὴ δ'

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...

Ὠδὴ ε'

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...

Ὠδὴ Ϛ'

Ὠδὴ ζ'

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...

Ὠδὴ η'

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...

Ὠδὴ θ'

Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· Ἁγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου

Χριστὸς ἀνέστη ἐκ νεκρῶν...(3)

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου...

Καί  εὐθὺς τὸ αὐτόμελον Ἐξαποστειλάριον

Ἦχος β'

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον. (2)

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.
ΙΔΙΑΚΟΝΟΣ: Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ:  Πρὸς Ῥωμαίους  Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

(Κέφ. 6 9-11)

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ

δελφοί, Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΙΕΡΕΥΣ: Εἰρήνη σοί.
ΧΟΡΟΣ: λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
ΔΙΑΚΟΝΟΣ: Σοφία. ὀρθοῖ. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῶ πνεύματί σου,
ΙΕΡΕΥΣ: κ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

(Κέφ.18: 15-17, 26-27)

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.
ΙΕΡΕΥΣ

Τῷ καιρῷ ἐκείνῳ,   Προσέφερον τῷ ᾿Ιησοῦ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ Μαθηταὶ ἐπετίμησαν αὐτοῖς· ὁ δὲ ᾿Ιησοῦς προσκαλεσάμενος αὐτὰ, εἶπεν· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.

Ἐπὶ βρεφῶν μὲν δὲν γίνεται μνημόνευσις, μόνον·

ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

φυλάσσων τὰ νήπια, Κύριε, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι, διὰ τὸ τῆς γνώμης ἁπλοῦν καὶ ἀνεύθυνον, τοὺς Ἀβραμιαίους κόλπους ἀποπληρῶν καὶ φωτοειδέσι ρόποις κατασκηνῶν, ἐν οἶς αὐλίζεται τῶν δικαίων τὰ πνεύματα, πρόσδεξαι ἐν εἰρήνη καὶ τοῦ δούλου σου (.....) τὴν ψυχήν· αὐτὸς γὰρ εἶπας, τῶν τοιούτων εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν.

τι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ἐπὶ μεγαλυτέρας δὲ ἡλικίας·

ΔΙΑΚΟΝΟΣ
λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ
Κύριε ἐλέησον.

ΔΙΑΚΟΝΟΣ

τι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
πως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

ΧΟΡΟΣ
Παράσχου Κύριε.

ΔΙΑΚΟΝΟΣ
Τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον.

ΙΕΡΕΥΣ

φυλάσσων τὰ νήπια, Κύριε, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι, διὰ τὸ τῆς γνώμης ἁπλοῦν καὶ ἀνεύθυνον, τοὺς Ἀβραμιαίους κόλπους ἀποπληρῶν καὶ φωτοειδέσι ρόποις κατασκηνῶν, ἐν οἶς αὐλίζεται τῶν δικαίων τὰ πνεύματα, πρόσδεξαι ἐν εἰρήνη καὶ τοῦ δούλου σου (.....) τὴν ψυχήν· αὐτὸς γὰρ εἶπας, τῶν τοιούτων εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν.

τι σοῦ μόνουἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ

Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.

ἀναστάς ἐκ νεκρῶν, καὶ θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ [.....] ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.

ΙΕΡΕΥΣ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀντὶ δὲ τοῦ Ὤ τίς θρηνήση τέκνον μου... ψάλλομεν τὸ ἑξῆς: 

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. α'

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἐκ τοῦ Ναοῦ μέχρι τοῦ τάφου ψάλλεται τὸ: Ἀναστάσεως ἡμέρα...

ΕΠΙ ΤΟΥ ΤΑΦΟΥ

Ὁ Ἱερεύς ἀναγινώσκει τὸ Νεκρώσιμον Τρισάγιον (Ἀναστάσιμον) ὡς ἐν τῷ οἴκω. Πρίν τὸ τελευταίο Χριστὸς ἀνέστη ἐκ νεκρῶνὁ Ἱερεύς ῥαντίζει τὸν νεκρὸν μέ ἐλαίον λέγων:

αντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Εἴτα ἄρας χοῦν διά τοῦ πτύου, ῥίπτει αὐτὸν σταυροειδῶς ἐπί τοῦ νεκροῦ λέγων:

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικούντες ἐν αὐτῇ. Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσει.