The Orthodox Pages

 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Τῆς ὅλης ἑβδομάδος      

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΔΕΥΤΕΡΑ

Ἦχος β' Γυναῖκες ἀκουτίσθητε

ρχάγγελοι καὶ Ἀγγελοι, Ἀρχαὶ καὶ Κυριότητες, Δυνάμεις καὶ Ἐξουσίαι, θρόνοι καὶ πολυόμματα, τὰ Χερουβείμ, καὶ Σεραφείμ, ἅμα τὰ Ἑξαπτέρυγα, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τοῦ λυτρωθῆναι κινδύνων, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου.

Θεοτοκίον ὅμοιον

Σ μου προστάτις Ἄχραντε, καὶ ἰσχυρὸν προπύργιον, καὶ προστασία τοῦ κόσμου, καὶ σοὶ προσπίπτω κραυγάζων· τῶν ὀδυνῶν με λύτρωσαι, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Παρθένε, τὸν ἐπὶ σοὶ πεποιθότα.

ΤΗ ΤΡΙΤΗ

Ἦχος γ' οὐρανὸν τοῖς ἄστροις

Τὸν Πρόδρομον Ἰωάννην,καὶ Βαπτιστὴν τοῦ Σωτῆρος, τὸν ἐν Προφήταις Προφήτην, καὶ τῆς ἐρήμου τὸ θρέμμα, τῆς Ἐλισάβετ τὸν γόνον, ἀνευφημήσωμεν πάντες.

Θεοτοκίον ὅμοιον

Σ καὶ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων· Παρακαλῶ σε Παρθένε, βοήθησόν μοι ἐν τάχει.

ΤΗ ΤΕΤΑΡΤΗ

Ἦχος β' Γυναῖκες ἀκουτίσθητε

Τ ὅπλον τὸ ἀήττητον, τὸ στήριγμα τῆς πίστεως, Σταυρὸν τὸν θεῖον ὑμνοῦμεν, καὶ προσκυνοῦμεν ἐν πίστει, τὸ μέγα καταφύγιον, Χριστιανῶν τὸ καύχημα, τῶν Ὀρθοδόξων φύλακα, τῶν Ἀθλοφόρων τὸ κλέος, ἀξίως σε εὐφημοῦμεν.

Σταυροθεοτοκίον ὅμοιον

Παρισταμένη Πάναγνε, ἐν τῷ Σταυρῷ καὶ βλέπουσα, τὸν σὸν Υἱὸν ἐπὶ ξύλου, ταθέντα καὶ νεκρωθέντα, καὶ μητρικῶς ὠλόλυζες, δακρύουσα καὶ λέγουσα· Τί τοῦτο τὸ παράδοξον, ὅτι Κτίστης τοῦ κόσμου, Σταυρῷ ταθῆναι ἠνέσχου;

ΤΗ ΠΕΜΠΤΗ

Ἦχος γ' οὐρανὸν τοῖς ἄστροις

δωδεκὰς ἁγία, τῶν Ἀποστόλων τὸ κλέος, σὺν τῷ σεπτῷ Νικολάῳ, καὶ Ἱεράρχῃ Μυρέων, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, ἐκδυσωπεῖτε ἀπαύστως.

Θεοτοκίον ὅμοιον

λπὶς τῶν ἀπηλπισμένων, πανύμνητε Θεοτόκε, μετὰ δακρύων βοῶ σοι, ἐκ βάθους μου τῆς καρδίας· Ἐξάρπασόν με Παρθένε, ἐκ τῶν τοῦ ᾅδου κευθμώνων.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ

Αὐτόμελον Ἦχος β'

Σταυρός, φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Σταυροθεοτοκίον

ν τῷ Σταυρῷ παρεστῶσα, σὲ ἀσπόρως τεκοῦσα, καὶ θρηνῳδοῦσα ἐβόα· Οἴμοι! γλυκύτατον τέκνον, πῶς ἔδυς ἐξ ὀφθαλμῶν μου, πῶς ἐν νεκροῖς ἐλογίσθης;

ΤΩ ΣΑΒΒΑΤΩ

Αὐτόμελον Ἦχος γ'

οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.

Νεκρώσιμον ὅμοιον

καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν· εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ' οὐκ ἀπέστησαν ἐκ σοῦ.

Θεοτοκίον ὅμοιον

γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.