The Orthodox Pages

ΕΥΑΓΓΕΛΙΚΑ &

ΑΠΟΣΤΟΛΙΚΑ

ΑΝΑΓΝΩΣΜΑΤΑ

2023

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 Επιστροφή     Κυριακή ἐπομένη 

27 ΑΥΓΟΥΣΤΟΥ

  ΔΩΔΕΚΑΤΗ ΚΥΡΙΑΚΗ ΜΑΤΘΑΙΟΥ

 

 

Εἰς τόν Ὄρθρον

 Τὸ Α΄ Ἑωθινόν Εὐαγγέλιον

  κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 28:16-20

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς.  Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς, ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

 

 

 

Εἰς τῆν Λειτουργία

Ὁ Ἀπόστολος

(Κυριακ ΙΒ΄)

Προκείμενον. Ἦχος γ' [Ψαλμός μστ΄ 46]
Στίχ. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.
Στίχ. Πάντα ἔθνη κροτήσατε χεῖρας.

Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ.  15:1-11

δελφοί,  γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι᾿ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη ᾿Ιακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. γὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾿ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.

λληλούϊα [γ΄].  Ἦχος γ'  [Ψαλμός λ' 30]

Στίχ. πί σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
Στίχ.  Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν.

 

 

Τὸ Εὐαγγέλιον

(Κυριακ  ΙΒ΄ Ματθαῖου)

κ το κατά Ματθαῖον.
 Κεφ. 19:16-26

Τῷ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τὸ ᾿Ιησοῦ, γονυπετῶν αὐτῷ, καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· Ποίας; Ὁ δὲ ᾿Ιησοῦς εἶπε· Τὸ· Οὐ φονεύσεις· Οὐ μοιχεύσεις· Οὐ κλέψεις· Οὐ ψευδομαρτυρήσεις· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα· καὶ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;  Ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι. Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον, ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. ῾Ο δὲ ῾Ιησοῦς εἶπε τοῖς Μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν, ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ἀκούσαντες δὲ οἱ Μαθηταὶ αὐτοῦ, ἐξεπλήσσοντο σφόδρα, λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; Ἐμβλέψας δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

 

 

Κυριακή ἐπομένη