The Orthodox Pages

ΕΥΑΓΓΕΛΙΚΑ &

ΑΠΟΣΤΟΛΙΚΑ

ΑΝΑΓΝΩΣΜΑΤΑ

2023

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Επιστροφή     Κυριακή ἐπομένη 

15  ΟΚΤΩΒΡΙΟΥ

 ΤΕΤΑΡΤΗ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ ΕΝ

ΝΙΚΑΙΑ Ζ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

 

 

Εἰς τόν Ὄρθρον

Τὸ Η΄ Ἑωθινόν Εὐαγγέλιον

κ το κατά Ἰωάννην

 Κεφ. 20:11-18

Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω· ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο Ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ Σῶμα τοῦ ᾿Ιησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν ᾿Ιησοῦν ἑστῶτα· καὶ οὐκ ᾔδει ὅτι ὁ ᾿Ιησοῦς ἐστι. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Ἐκείνη, δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί, ὃ λέγεται, Διδάσκαλε. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς Ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ, ἀπαγγέλλουσα τοῖς Μαθηταῖς, ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

 

 

 

Εἰς τῆν Λειτουργία

Ὁ Ἀπόστολος

(τῶν ἁγίων Πατέρων)

Προκείμενον. Ἦχος δ΄[ Ὕμνος Τριῶν Παίδων. Δαν. γ΄]
Στίχος:
Εὐλογητός εἶ, Κύριε, Θεός ἡμῶν.  
Στίχος:
τι  δίκαιος εἶ ἐπί πᾶσαν, οἷς ἐποίησας ἡμῖν.

Πρὸς  Τίτου Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα.

Κεφ. 3:8-15

Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. ῞Οταν πέμψω ᾿Αρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ ᾿Απολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. ᾿Ασπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. σπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ῾Η χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

λληλούϊα [γ΄].  Ἦχος δ΄ [Ψαλμός 43, 33]

Στίχ. Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Στίχ. κέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν

           αὐτῶν.

 

 

 

Τὸ Εὐαγγέλιον

 (ΤΕΤΑΡΤΗ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ)

κ το κατά Λουκᾶν

Κεφ. 8:5-15

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν τῷ μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ᾿Επηρώτων δὲ αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ λέγοντες· Τίς εἴη ἡ παραβολὴ αὕτη; Ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. Ἔστι δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· Οἱ δὲ παρὰ τὴν ὁδόν ,εἰσιν οἱ ἀκούσαντες· εἶτα ἔρχεται ὁ διάβολος, καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἱσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσι. Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν, οἵ τινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον, κατέχουσι, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. Ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

 

Κυριακή ἐπομένη