The Orthodox Pages

email: pater@christopherklitou.com

ΕΥΑΓΓΕΛΙΚΑ &

ΑΠΟΣΤΟΛΙΚΑ

ΑΝΑΓΝΩΣΜΑΤΑ

2021

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Επιστροφή     Κυριακή ἐπομένη 

5 ΔΕΚΕΜΒΡΙΟΥ

ΔΕΚΑΤΗ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ  

Μνήμη τοῦ Ὀσiου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σάββα τοῦ         Ἡγιασμένου

 

 

Εἰς τόν Ὄρθρον 

Τὸ B΄ Ἑωθινόν Εὐαγγέλιον

  κ τοῦ κατά Μάρκον  

Κεφ. 16:1-8   

Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν᾿Ιησοῦν. Καὶ λίαν πρωῒ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;  Καὶ ἀναβλέψασαι, θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.  Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.  Ἀλλ᾿ ὑπάγετε,  εἴπατε τοῖς Μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχύ, ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

 

 

 

 

Εἰς τῆν Λειτουργία

Ὁ Ἀπόστολος

(Τοῦ Ἁγίου)

Προκείμενον. Ἦχος βαρύς [Ψαλμός 149]
Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ
Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ.  5:22-6:2

δελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. δελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. λλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

λληλούϊα [γ΄].  Ἦχος βαρύς [Ψαλμός 91]

Στίχ. γαθόν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.
Στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν

           ἀλήθειάν σου κατὰ νύκτα.

 

 

 

 

Τὸ Εὐαγγέλιον

(ΔΕΚΑΤΗ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ)

κ το κατά Λουκᾶν 

Κεφ. 13:10-17

Τῷ καιρῷ ἐκείνῳ, ἦν διδάσκων ὁ ᾿Ιησοῦς ἐν μιᾷ τῶν Συναγωγῶν ἐν τοῖς Σάββασι. Καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. Ἰδὼν δὲ αὐτὴν ὁ ᾿Ιησοῦς, προσεφώνησε, καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ ᾿Ιησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἕξ ἡμέραι εἰσὶν, ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου. Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος, καὶ εἶπεν· Ὑποκριτά, ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ, ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει; ταύτην δέ, θυγατέρα ᾿Αβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου; Καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.

 

 

 

 

Κυριακή ἐπομένη