The Orthodox Pages

email: pater@christopherklitou.com

ΕΥΑΓΓΕΛΙΚΑ &

ΑΠΟΣΤΟΛΙΚΑ

ΑΝΑΓΝΩΣΜΑΤΑ

2017

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Επιστροφή     Κυριακή ἐπομένη 

3 ΔΕΚΕΜΒΡΙΟΥ

 ΔΕΚΑΤΗ ΤΕΤΑΡΤΗ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ  

 

 

Εἰς τόν Ὄρθρον 

Τὸ Δ΄ Ἑωθινόν Εὐαγγέλιον

  κ το κατά Λουκᾶν 

 Κεφ. 24:1-12

Τῇ  μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος, ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς.  Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου· καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις.  Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;  οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὦν ἐν τῇ Γαλιλαίᾳ, λέγων· Ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ· καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς Ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος, ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.

 

 

 

Εἰς τῆν Λειτουργία

Ὁ Ἀπόστολος

(Κυριακ ΚΣΤ΄)

Προκείμενον. Ἦχος α' [Ψαλμός λβ΄ 32]
Στίχ.  Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς.
Στίχ.  γαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ.5: 8-19

δελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνη καὶ ἀληθείᾳ· δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· γειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

λληλούϊα [γ΄].  Ἦχος α΄ [Ψαλμός ιζ' 17]

Στίχ. Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί καὶ ὑποτάξας

           λαοὺς ὑπ᾿ ἐμέ
Στίχ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ

           καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ.
  

 

 

Τὸ Εὐαγγέλιον

κ το κατά Λουκᾶν 

( ΔΕΚΑΤΗ ΤΕΤΑΡΤΗ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ)

Κεφ. 18:35-43

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς ῾Ιεριχὼ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. Ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο, τί εἴη τοῦτο; Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε, λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ, ἐπηρώτησεν αὐτὸν, λέγων· Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν. Καὶ πᾶς ὁ λαὸς ἰδὼν, ἔδωκεν αἶνον τῷ Θεῷ.

 

 

 

Κυριακή ἐπομένη