The Orthodox Pages

email: pater@christopherklitou.com

ΕΥΑΓΓΕΛΙΚΑ &

ΑΠΟΣΤΟΛΙΚΑ

ΑΝΑΓΝΩΣΜΑΤΑ

2017

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 Επιστροφή     Κυριακή ἐπομένη 

24 ΔΕΚΕΜΒΡΙΟΥ

Κυριακή πρό τῆς

Χριστοῦ Γεννήσεως

 

 

Εἰς τόν Ὄρθρον

Τὸ Ζ΄ Ἑωθινόν Εὐαγγέλιον

  κ το κατά Ἰωάννην

 Κεφ. 20: 1-10

Τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον Μαθητὴν, ὃν ἐφίλει ὁ ᾿Ιησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος Μαθητὴς, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος Μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος Μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν· Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

 

 

 

Εἰς τῆν Λειτουργία

Ὁ Ἀπόστολος

(Κυριακή πρό τῆς Χριστοῦ Γεννήσεως)

Προκείμενον. Ἦχος πλ. δ΄[ Ὕμνος Τριῶν Παίδων. Δαν. γ΄]
Στίχος:
Εὐλογητός εἶ, Κύριε, Θεός ἡμῶν.  
Στίχος:
τι  δίκαιος εἶ ἐπί πᾶσαν, οἷς ἐποίησας ἡμῖν.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου

Κεφ.11: 9-10, 32-40

 δελφοί, πίστει παρῴκησεν βραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; πιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,  ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

λληλούϊα [γ΄].  Ἦχος δ΄ [Ψαλμός 43, 33]

Στίχος: Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.
Στίχος:
κέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν

              αὐτῶν.

 

 

Τὸ Εὐαγγέλιον

(Κυριακή πρό τῆς Χριστοῦ Γεννήσεως)

κ το κατά Ματθαῖου 

Κεφ. 1:1 -25

Βίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ, Υἱοῦ Δαυῒδ, Υἱοῦ ᾿Αβραάμ. ᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ· ᾿Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ· Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ· ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ· ᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ· ᾿Αμιναδάβ δὲ ἐγέννησε τὸν Ναασών· Ναασὼν δὲ ἐγέννησε τὸν Σαλμών· Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ· Βοὸζ δὲ ἐγέννησε τὸν ᾿Ωβὴδ ἐκ τῆς ῾Ρούθ· ᾿Ωβὴδ δὲ ἐγέννησε τὸν ᾿Ιεσσαί· ᾿Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου· Σολομὼν δὲ ἐγέννησε τὸν ῾Ροβοάμ· ῾Ροβαὰμ δὲ ἐγέννησε τὸν Αβιά· ᾿Αβιὰ δὲ ἐγέννησε τὸν ᾿Ασά· ᾿Ασὰ δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ· ᾿Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾿Ιωράμ· ᾿Ιωρὰμ δὲ ἐγέννησε τὸν ᾿Οζίαν· ᾿Οζίας δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ· ᾿Ιωάθαμ δὲ ἐγέννησε τὸν ῎Αχαζ· ῎Αχαζ δὲ ἐγέννησε τὸν ᾿Εζεκίαν· ᾿Εζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ· Μανασσῆς δὲ ἐγέννησε τὸν ᾿Αμών· ᾿Αμὼν δὲ ἐγέννησε τὸν ᾿Ιωσίαν· ᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, ᾿Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ· Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾿Αβιούδ· ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ· ᾿Ελιακεὶμ δὲ ἐγέννησε τὸν ᾿Αζώρ· ᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησε τὸν ᾿Αχείμ· ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ· ᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ· ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν· Ματθὰν δὲ ἐγέννησε τὸν᾿Ιακώβ· ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾿Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου. ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ Ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ, λέγων· ᾿Ιωσὴφ, υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκα σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.  Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου, λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ Ἄγγελος Κυρίου, καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.

 

Κυριακή ἐπομένη