The Orthodox Pages

email: pater@christopherklitou.com

ΕΥΑΓΓΕΛΙΚΑ &

ΑΠΟΣΤΟΛΙΚΑ

ΑΝΑΓΝΩΣΜΑΤΑ

2017

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 Επιστροφή      Κυριακή ἐπομένη 

11 ΙΟΥΝΙΟΥ

 ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Βαρνάβα ἱδρυτοῦ

καί προστάτου τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Κύπρου.
 

 

Εἰς τόν Ὄρθρον

  Τὸ A΄ Ἑωθινόν Εὐαγγέλιον

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 28:16-20

Τῷ καιρῷ ἐκείνῳ,οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς.  Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς, ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

 

 

 

Εἰς τῆν Λειτουργία

Ὁ Ἀπόστολος

(τοῦ Ἀποστόλου Βαρνάβα)

Προκείμενον. Ἦχος πλ. δ΄[ Ψαλμός ξζ΄ 67]
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.  
Στίχος: ν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.

Κεφ. 12:25, 13: 1-12

ν ἐν ταῖς ἡμέραις ἐκείναις, Βαρνάβας καὶ Σαῦλος ὑπέστρεψαν ἐξ ῾Ιερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ ᾿Ιωάννην τὸν ἐπικληθέντα Μᾶρκον. ῏Ησαν δέ τινες ἐν ᾿Αντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε ῾Ηρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ ῞Αγιον· φορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν. Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ῾Αγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ᾿Ιουδαίων· εἶχον δὲ καὶ ᾿Ιωάννην ὑπηρέτην. Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην ᾿Ιουδαῖον ᾧ ὄνομα Βαριησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ· ἀνθίστατο δὲ αὐτοῖς ᾿Ελύμας ὁ μάγος - οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ - ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ῾Αγίου καὶ ἀτενίσας πρὸς αὐτὸν εἶπεν· πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

λληλούϊα [γ΄].  Ἦχος δ΄ [Ψαλμός λγ΄ 33]

Στίχος: κέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν
Στίχος: Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν

             αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος

 

 

Τὸ Εὐαγγέλιον

(Κυριακ  A' Ματθαῖου)

κ το κατά Ματθαῖον.

Κεφ.10: 32-33, 37-38, 19: 27-30

Εἶπεν  ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὅς τις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὅς τις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος.  Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ· Ἰδοὐ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;  ῾Ο δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ. Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.  Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι, πρῶτοι.

 

             Κυριακή ἐπομένη