The Orthodox Pages

email: pater@christopherklitou.com

ΕΥΑΓΓΕΛΙΚΑ &

ΑΠΟΣΤΟΛΙΚΑ

ΑΝΑΓΝΩΣΜΑΤΑ

2017

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 Επιστροφή     Κυριακή ἐπομένη 

10 ΣΕΠΤΕΜΒΡΙΟΥ

 Κυριακή Πρό τῆς Ὑψώσεως

 

 

Εἰς τόν Ὄρθρον

 Τὸ Γ΄ Ἑωθινόν Εὐαγγέλιον

  κ τοῦ κατὰ Μάρκον 

 Κεφ.  16:9-20

ναστὰς ὁ Ἰησοῦς πρωῒ Πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.  Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι· Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ, καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη, ἐν ἑτέρᾳ μορφή, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες, ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.  ῞Υστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν· ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει.  Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.  Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους  χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

 

 

 

Εἰς τῆν Λειτουργία

Ὁ Ἀπόστολος

 (Κυριακή Πρό τῆς Ὑψώσεως)

Προκείμενον. Ἦχος πλ. β΄ [Ψαλμός κζ΄ 27]
Στίχος:
Σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν

             κληρονομίαν σου.
Στίχος:
Πρός σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου

Κεφ. 6:11-18   

δελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρίσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.  μοί δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. ν γὰρ Χριστῷ ᾿Ιησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾿ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ᾿Ιησοῦ ἐν τῷ σώματί μου βαστάζω. ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ τοῦ  πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

λληλούϊα [γ΄].  Ἦχος α'  [Ψαλμός 88]

Στίχος: ψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου.
Στίχος:
γὰρ χείρ μου συναντιλήψεται αὐτῷ.

 

 

Τὸ Εὐαγγέλιον

(Κυριακή Πρό τῆς Ὑψώσεως)

κ το κατά Ἰωάννην

 Κεφ. 3:13-17

Εἶπεν ὁ Κύριος· Oὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Yἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Kαὶ καθὼς Μωῡσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Yἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. Oὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Yἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. Oὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Yἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.

 

 

Κυριακή ἐπομένη